Τῷ
Σαλωμών·
ἐν
γλώσσῃ
παρανόμων.
|
ENG
|
1 Κύριε,
ῥῦσαι
τὴν
ψυχήν
μου
ἀπὸ
ἀνδρὸς
παρανόμου
καὶ
πονηροῦ,
ἀπὸ
γλώσσης
παρανόμου
καὶ
ψιθύρου
καὶ
λαλούσης
ψευδῆ
καὶ
δόλια.
|
ENG
|
2 ἐν
ποικιλίᾳ
στροφῆς
οἱ
λόγοι
τῆς
γλώσσης
ἀνδρὸς
πονηροῦ
ὥσπερ
ἐν
λαῷ
πῦρ
ἀνάπτον
καλλονὴν
αὐτοῦ.
|
ENG
|
3 ἡ
παροικία
αὐτοῦ
ἐμπρῆσαι
οἴκους
ἐν
γλώσσῃ
ψεύδει,
ἐκκόψαι
δένδρα
εὐφροσύνης
φλογιζούσης
παρανόμους,
συγχέαι
οἴκους
ἐν
πολέμῳ
χείλεσιν
ψιθύροις.
|
ENG
|
4 μακρύναι
ὁ
θεὸς
ἀπὸ
ἀκάκων
χείλη
παρανόμων
ἐν
ἀπορίᾳ,
καὶ
σκορπισθείησαν
ὀστᾶ
ψιθύρων
ἀπὸ
φοβουμένων
κύριον·
ἐν
πυρὶ
φλογὸς
γλῶσσα
ψίθυρος
ἀπόλοιτο
ἀπὸ
ὁσίων.
|
ENG
|
5 φυλάξαι
κύριος
ψυχὴν
ἡσύχιον
μισοῦσαν
ἀδίκους,
καὶ
κατευθύναι
κύριος
ἄνδρα
ποιοῦντα
εἰρήνην
ἐν
οἴκῳ.
|
ENG
|
6 τοῦ
κυρίου
ἡ
σωτηρίᾳ
ἐπὶ
Ἰσραὴλ
παῖδα
αὐτοῦ
εἰς
τὸν
αἰῶνα·
καὶ
ἀπόλοιντο
οἱ
ἁμαρτωλοὶ
ἀπὸ
προσώπου
κυρίου
ἅπαξ,
καὶ
ὅσιοι
κυρίου
κληρονομήσαισαν
ἐπαγγελίας
κυρίου.
|
ENG
|