Ψαλμὸς
τῷ
Σαλωμὼν
περὶ
δικαίων.
|
ENG
|
1 Ἵνα
τί
ὑπνοῖς,
ψυχή,
καὶ
οὐκ
εὐλογεῖς
τὸν
κύριον;
ὕμνον
καινὸν
ψάλατε
τῷ
θεῷ
τῷ
αἰνετῷ.
|
ENG
|
2 ψάλλε
καὶ
γρηγόρησον
ἐπὶ
τὴν
γρηγόρησιν
αὐτοῦ,
ὅτι
ἀγαθὸς
ψαλμὸς
τῷ
θεῷ
ἐξ
ἀγαθῆς
καρδίας.
|
ENG
|
3 δίκαιοι
μνημονεύουσιν
διὰ
παντὸς
τοῦ
κυρίου,
ἐν
ἐξομολογήσει
καὶ
δικαιώσει
τὰ
κρίματα
κυρίου.
|
ENG
|
4 οὐκ
ὀλιγωρήσει
δίκαιος
παιδευόμενος
ὑπὸ
κυρίου,
ἡ
εὐδοκία
αὐτοῦ
διὰ
παντὸς
ἔναντι
κυρίου.
|
ENG
|
5 προσέκοψεν
ὁ
δίκαιος
καὶ
ἐδικαίωσεν
τὸν
κύριον,
ἔπεσεν
καὶ
ἀποβλέπει
τί
ποιήσει
αὐτῷ
ὁ
θεός,
ἀποσκοπεύει
ὅθεν
ἥξει
σωτηρίᾳ
αὐτοῦ.
|
ENG
|
6 ἀλήθεια
τῶν
δικαίων
παρὰ
θεοῦ
σωτῆρος
αὐτῶν,
οὐκ
αὐλίζεται
ἐν
οἴκῳ
δικαίου
ἁμαρτία
ἐφ᾿
ἁμαρτίαν·
|
ENG
|
7 ἐπισκέπτεται
διὰ
παντὸς
τὸν
οἶκον
αὐτοῦ
ὁ
δίκαιος
τοῦ
ἐξᾶραι
ἀδικίαν
ἐν
παραπτώματι
αὐτοῦ.
|
ENG
|
8 ἐξιλάσατο
περὶ
ἀγνοίας
ἐν
νηστείᾳ
καὶ
ταπεινώσει
ψυχῆς
αὐτοῦ,
καὶ
ὁ
κύριος
καθαρίζει
πᾶν
ἄνδρα
ὅσιον
καὶ
τὸν
οἶκον
αὐτοῦ.
|
ENG
|
9 προσέκοψεν
ἁμαρτωλὸς
καὶ
καταρᾶται
ζωὴν
αὐτοῦ,
τὴν
ἡμέραν
γενέσεως
αὐτοῦ
καὶ
ὠδῖνας
μητρός.
|
ENG
|
10 προσέθηκεν
ἁμαρτίας
ἐφ᾿
ἁμαρτίας
τῇ
ζωῇ
αὐτοῦ·
ἔπεσεν,
ὅτι
πονηρὸν
τὸ
πτῶμα
αὐτοῦ
καὶ
οὐκ
ἀναστήσεται.
|
ENG
|
11 ἡ
ἀπώλεια
τοῦ
ἁμαρτωλοῦ
εἰς
τὸν
αἰῶνα,
καὶ
οὐ
μνησθήσεται,
ὅταν
ἐπισκέπτηται
δικαίους.
|
ENG
|
12 αὕτη
ἡ
μερὶς
τῶν
ἁμαρτωλῶν
εἰς
τὸν
αἰῶνα·
οἱ
δὲ
φοβούμενοι
τὸν
κύριον
ἀναστήσονται
εἰς
ζωὴν
αἰώνιον,
καὶ
ἡ
ζωὴ
αὐτῶν
ἐν
φωτὶ
κυρίου
καὶ
οὐκ
ἐκλείψει
ἔτι.
|
ENG
|