Διαλογὴ
τοῦ
Σαλωμών·
τοῖς
ἀνθρωπαρέσκοις.
|
ENG
|
1 Ἵνα
τί
σύ,
βέβηλε,
κάθησαι
ἐν
συνεδρίῳ
ὁσίων
καὶ
ἡ
καρδία
σου
μακρὰν
ἀφέστηκεν
ἀπὸ
τοῦ
κυρίου
ἐν
παρανομίαις
παροργίζων
τὸν
θεὸν
Ἰσραὴλ;
|
ENG
|
2 περισσὸς
ἐν
λόγοις,
περισσὸς
ἐν
σημειώσει
ὑπὲρ
πάντας,
ὁ
σκληρὸς
ἐν
λόγοις
κατακρῖναι
ἁμαρτωλοὺς
ἐν
κρίσει·
|
ENG
|
3 καὶ
ἡ
χεὶρ
αὐτοῦ
ἐν
πρώτοις
ἐπ᾿
αὐτὸν
ὡς
ἐν
ζήλει
καὶ
αὐτὸς
ἔνοχος
ἐν
ποικιλίᾳ
ἁμαρτιῶν
καὶ
ἐν
ἀκρασίαις.
|
ENG
|
4 οἱ
ὀφθαλμοὶ
αὐτοῦ
ἐπὶ
πᾶσαν
γυναῖκα
ἄνευ
διαστολῆς,
ἡ
γλῶσσα
αὐτοῦ
ψευδὴς
ἐν
συναλλάγματι
μεθ᾿
ὅρκου.
|
ENG
|
5 ἐν
νυκτὶ
καὶ
ἐν
ἀποκρύφοις
ἁμαρτάνει
ὡς
οὐχ
ὁρώμενος,
ἐν
ὀφθαλμοῖς
αὐτοῦ
λαλεῖ
πάσῃ
γυναικὶ
ἐν
συνταγῇ
κακίας·
ταχὺς
εἰσόδῳ
εἰς
πᾶσαν
οἰκίαν
ἐν
ἱλαρότητι
ὡς
ἄκακος.
|
ENG
|
6 ἐξάραι
ὁ
θεὸς
τοὺς
ἐν
ὑποκρίσει
ζῶντας
μετὰ
ὁσίων,
ἐν
φθορᾷ
σαρκὸς
αὐτοῦ
καὶ
πενίᾳ
τὴν
ζωὴν
αὐτοῦ·
|
ENG
|
7 ἀνακαλύψαι
ὁ
θεὸς
τὰ
ἔργα
ἀνθρώπων
ἀνθρωπαρέσκων,
ἐν
καταγέλωτι
καὶ
μυκτηρισμῷ
τὰ
ἔργα
αὐτοῦ.
|
ENG
|
8 καὶ
δικαιώσαισαν
ὅσιοι
τὸ
κρίμα
τοῦ
θεοῦ
αὐτῶν
ἐν
τῷ
ἐξαίρεσθαι
ἁμαρτωλοὺς
ἀπὸ
προσώπου
δικαίου,
ἀνθρωπάρεσκον
λαλοῦντα
νόμον
μετὰ
δόλου.
|
ENG
|
9 καὶ
οἱ
ὀφθαλμοὶ
αὐτῶν
ἐπ᾿
οἶκον
ἀνδρὸς
ἐν
εὐσταθείᾳ
ὡς
ὄφις
διαλῦσαι
σοφίαν
ἀλλήλων
ἐν
λόγοις
παρανόμων.
|
ENG
|
10 οἱ
λόγοι
αὐτοῦ
παραλογισμοὶ
εἰς
πρᾶξιν
ἐπιθυμίας
ἀδίκου,
οὐκ
ἀπέστη,
ἕως
ἐνίκησεν
σκορπίσαι
ὡς
ἐν
ὀρφανίᾳ·
|
ENG
|
11 καὶ
ἠρήμωσεν
οἶκον
ἕνεκεν
ἐπιθυμίας
παρανόμου,
παρελογίσατο
ἐν
λόγοις,
ὅτι
οὐκ
ἔστιν
ὁρῶν
καὶ
κρίνων·
|
ENG
|
12 ἐπλήσθη
ἐν
παρανομίᾳ
ἐν
ταύτῃ,
καὶ
οἱ
ὀφθαλμοὶ
αὐτοῦ
ἐπ᾿
οἶκον
ἕτερον
ὀλεθρεῦσαι
ἐν
λόγοις
ἀναπτερώσεως.
|
ENG
|
13 οὐκ
ἐμπίπλαται
ἡ
ψυχὴ
αὐτοῦ
ὡς
ᾅδης
ἐν
πᾶσι
τούτοις.
|
ENG
|
14 γένοιτο,
κύριε,
ἡ
μερὶς
αὐτοῦ
ἐν
ἀτιμίᾳ
ἐνώπιόν
σου,
ἡ
ἔξοδος
αὐτοῦ
ἐν
στεναγμοῖς
καὶ
ἡ
εἴσοδος
αὐτοῦ
ἐν
ἀρᾷ·
|
ENG
|
15 ἐν
ὀδύναις
καὶ
πενίᾳ
καὶ
ἀπορίᾳ
ἡ
ζωὴ
αὐτοῦ,
κύριε,
ὁ
ὕπνος
αὐτοῦ
ἐν
λύπαις
καὶ
ἡ
ἐξέγερσις
αὐτοῦ
ἐν
ἀπορίαις.
|
ENG
|
16 ἀφαιρεθείη
ὕπνος
ἀπὸ
κροτάφων
αὐτοῦ
ἐν
νυκτί,
ἀποπέσοι
ἀπὸ
παντὸς
ἔργου
χειρῶν
αὐτοῦ
ἐν
ἀτιμίᾳ.
|
ENG
|
17 κενὸς
χερσὶν
αὐτοῦ
εἰσέλθοι
εἰς
τὸν
οἶκον
αὐτοῦ
καὶ
ἐλλιπὴς
ὁ
οἶκος
αὐτοῦ
ἀπὸ
παντός,
οὗ
ἐμπλήσει
ψυχὴν
αὐτοῦ·
|
ENG
|
18 ἐν
μονώσει
ἀτεκνίας
τὸ
γῆρας
αὐτοῦ
εἰς
ἀνάλημψιν.
|
ENG
|
19 σκορπισθείησαν
σάρκες
ἀνθρωπαρέσκων
ὑπὸ
θηρίων,
καὶ
ὀστᾶ
παρανόμων
κατέναντι
τοῦ
ἡλίου
ἐν
ἀτιμίᾳ.
|
ENG
|
20 ὀφθαλμοὺς
ἐκκόψαισαν
κόρακες
ὑποκρινομένων,
ὅτι
ἠρήμωσαν
οἴκους
πολλοὺς
ἀνθρώπων
ἐν
ἀτιμίᾳ
καὶ
ἐσκόρπισαν
ἐν
ἐπιθυμίᾳ
|
ENG
|
21 καὶ
οὐκ
ἐμνήσθησαν
θεοῦ
καὶ
οὐκ
ἐφοβήθησαν
τὸν
θεὸν
ἐν
ἅπασι
τούτοις
καὶ
παρώργισαν
τὸν
θεὸν
καὶ
παρώξυναν.
|
ENG
|
22 ἐξάραι
αὐτοὺς
ἀπὸ
τῆς
γῆς,
ὅτι
ψυχὰς
ἀκάκων
παραλογισμῷ
ὑπεκρίνοντο.
|
ENG
|
23 μακάριοι
οἱ
φοβούμενοι
τὸν
κύριον
ἐν
ἀκακίᾳ
αὐτῶν·
ὁ
κύριος
ῥύσεται
αὐτοὺς
ἀπὸ
ἀνθρώπων
δολίων
καὶ
ἁμαρτωλῶν
καὶ
ῥύσεται
ἡμᾶς
ἀπὸ
παντὸς
σκανδάλου
παρανόμου.
|
ENG
|
24 ἐξάραι
ὁ
θεὸς
τοὺς
ποιοῦντας
ἐν
ὑπερηφανίᾳ
πᾶσαν
ἀδικίαν,
ὅτι
κριτὴς
μέγας
καὶ
κραταιὸς
κύριος
ὁ
θεὸς
ἡμῶν
ἐν
δικαιοσύνῃ.
|
ENG
|
25 γένοιτο,
κύριε,
τὸ
ἔλεός
σου
ἐπὶ
πάντας
τοὺς
ἀγαπῶντάς
σε.
|
ENG
|