Chapter 8
Verses: [1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]NAS | TextRec |
---|
The Seventh Seal and the Golden Censer
8:1 Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. | 1 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. |
When the Lamb broke open the seventh seal, there was silence in heaven for about half an hour. | When the Lamb broke open the seventh seal, there was silence in heaven for about half an hour. |
8:2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. | 2 καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους, οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασι, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες. |
And I saw the seven angels who stand before God, and seven trumpets were given to them. | And I saw the seven angels who stand before God, and seven trumpets were given to them. |
8:3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἑστάθη ἐπὶ τοῦ θυσιαστηρίου ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. | 3 Καὶ ἄλλος ἄγγελος ἦλθε, καὶ ἑστάθη ἐπὶ τὸ θυσιαστήριον, ἔχων λιβανωτὸν χρυσοῦν· καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλά, ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου. |
Another angel came and stood at the altar, holding a golden censer; and much incense was given to him, so that he might add it to the prayers of all the saints on the golden altar which was before the throne. | Another angel came and stood at the altar, holding a golden censer; and much incense was given to him, so that he might add it to the prayers of all the saints on the golden altar which was before the throne. |
8:4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ. | 4 καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων, ἐκ χειρὸς τοῦ ἀγγέλου, ἐνώπιον τοῦ θεοῦ. |
And the smoke of the incense, with the prayers of the saints, went up before God out of the angel’s hand. | And the smoke of the incense, with the prayers of the saints, went up before God out of the angel’s hand. |
8:5 καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτὸν καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν, καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ ἀστραπαὶ καὶ σεισμός. | 5 καὶ εἴληφεν ὁ ἄγγελος τὸ λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός. |
Then the angel took the censer and filled it with the fire of the altar, and threw it upon the land; and there followed thunder and noises and lightnings and an earthquake. | Then the angel took the censer and filled it with the fire of the altar, and threw it upon the land; and there followed noises and thunder and lightnings and an earthquake. |
The Trumpets
8:6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὐτοὺς ἵνα σαλπίσωσιν. | 6 Καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ σάλπιγγας, ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι. |
And the seven angels who had the seven trumpets prepared themselves in order that they might sound them. | And the seven angels who had the seven trumpets prepared themselves in order that they might sound them. |
8:7 Καὶ ὁ πρῶτος ἐσάλπισεν· καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη. | 7 Καὶ ὁ πρῶτος ἄγγελος ἐσάλπισε, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη. |
The first sounded, and there came hail and fire, mixed with blood, and they were thrown to the ground; and a third of the ground was burned up, and a third of the trees were burned up, and all the green grass was burned up. | The first angel sounded, and there came hail and fire, mixed with blood, and they were thrown to the ground; and a third of the trees were burned up, and all the green grass was burned up. |
8:8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν· καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν, καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα | 8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισε, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα. |
The second angel sounded, and something like a great mountain burning with fire was thrown into the sea; and a third of the sea became blood, | The second angel sounded, and something like a great mountain burning with fire was thrown into the sea; and a third of the sea became blood, |
8:9 καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχὰς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν. | 9 καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχὰς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη. |
and a third of the creatures which were in the sea and had life, died; and a third of the ships were destroyed. | and a third of the creatures which were in the sea and had life, died; and a third of the ships were destroyed. |
8:10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπὰς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, | 10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων. |
The third angel sounded, and a great star fell from the sky, burning like a torch, and it fell on a third of the rivers and on the springs of waters. | The third angel sounded, and a great star fell from the sky, burning like a torch, and it fell on a third of the rivers and on the springs of waters. |
8:11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος, καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν. | 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται Ἄψινθος· καὶ γίνεται τὸ τρίτον εἰς ἄψινθον, καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν. |
The name of the star is called Wormwood; and a third of the waters became wormwood, and many men died from the waters, because they were made bitter. | The name of the star is called Wormwood; and a third became wormwood, and many men died from the waters, because they were made bitter. |
8:12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς καὶ ἡ νὺξ ὁμοίως. | 12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως. |
The fourth angel sounded, and a third of the sun and a third of the moon and a third of the stars were struck, so that a third of them would be darkened and the day would not shine for a third of it, and the night likewise. | The fourth angel sounded, and a third of the sun and a third of the moon and a third of the stars were struck, so that a third of them would be darkened and the day would not shine for a third of it, and the night likewise. |
8:13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ, Οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν. | 13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, Οὐαί, οὐαί, οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν. |
Then I looked, and I heard one eagle flying in mid-sky, saying with a loud voice, “Woe, woe, woe to those who dwell on the land, because of the remaining sounds of the trumpet of the three angels who are about to sound!” | Then I looked, and I heard one angel flying in mid-sky, saying with a loud voice, “Woe, woe, woe to those who dwell on the land, because of the remaining sounds of the trumpet of the three angels who are about to sound!” |