Chapter 6
Προσευχὴ Ἰωνᾶ. |
Prayer of Jonah (Jonah 2:3-10) |
3 Ἐβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου· ἤκουσας φωνῆς μου. | 3 - |
4 ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον. | 4 - |
5 κἀγὼ εἶπα ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου; | 5 - |
6 περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων. | 6 - |
7 κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, κύριε ὁ θεός μου. | 7 - |
8 ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾿ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου. | 8 - |
9 φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον, | 9 - |
10 ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοὶ· ὅσα ηὐξάμην, ἀποδώσω σοὶ εἰς σωτηρίαν μου τῷ κυρίῳ. | 10 - |