Προσευχὴ
Ἀζαρίου.
|
Prayer of Azariah (Dan 3:26-45)
|
26 Εὐλογητὸς
εἶ,
κύριε
ὁ
θεὸς
τῶν
πατέρων
ἡμῶν,
καὶ
αἰνετὸν
καὶ
δεδοξασμένον
τὸ
ὄνομά
σου
εἰς
τοὺς
αἰῶνας,
|
26 -
|
27 ὅτι
δίκαιος
εἶ
ἐπὶ
πᾶσιν,
οἷς
ἐποίησας
ἡμῖν,
καὶ
πάντα
τὰ
ἔργα
σου
ἀληθινά,
καὶ
εὐθεῖαι
αἱ
ὁδοί
σου,
καὶ
πᾶσαι
αἱ
κρίσεις
σου
ἀληθεῖς,
|
27 -
|
28 καὶ
κρίματα
ἀληθείας
ἐποίησας
κατὰ
πάντα,
ἃ
ἐπήγαγες
ἡμῖν,
καὶ
ἐπὶ
τὴν
πόλιν
τὴν
ἁγίαν
τὴν
τῶν
πατέρων
ἡμῶν
Ἱερουσαλήμ.
ὅτι
ἐν
ἀληθείᾳ
καὶ
κρίσει
ἐπήγαγες
ταῦτα
πάντα
διὰ
τὰς
ἁμαρτίας
ἡμῶν.
|
28 -
|
29 ὅτι
ἡμάρτομεν
καὶ
ἠνομήσαμεν
ἀποστῆναι
ἀπὸ
σοῦ
καὶ
ἐξημάρτομεν
ἐν
πᾶσιν
καὶ
τῶν
ἐντολῶν
σου
οὐκ
ἠκούσαμεν
|
29 -
|
30 οὐδὲ
συνετηρήσαμεν
οὐδὲ
ἐποιήσαμεν
καθὼς
ἐνετείλω
ἡμῖν,
ἵνα
εὖ
ἡμῖν
γένηται.
|
0
|
31 καὶ
πάντα,
ὅσα
ἐπήγαγες
ἡμῖν,
καὶ
πάντα,
ὅσα
ἐποίησας
ἡμῖν,
ἐν
ἀληθινῇ
κρίσει
ἐποίησας
|
31
|
32 καὶ
παρέδωκας
ἡμᾶς
εἰς
χεῖρας
ἐχθρῶν
ἀνόμων
ἐχθίστων
ἀποστατῶν
καὶ
βασιλεῖ
ἀδίκῳ
καὶ
πονηροτάτῳ
παρὰ
πᾶσαν
τὴν
γῆν.
|
32
|
33 καὶ
νῦν
οὐκ
ἔστιν
ἡμῖν
ἀνοῖξαι
τὸ
στόμα,
αἰσχύνη
καὶ
ὄνειδος
ἐγενήθη
τοῖς
δούλοις
σου
καὶ
τοῖς
σεβομένοις
σὲ.
|
33
|
34 μὴ
δὴ
παραδῷς
ἡμᾶς
εἰς
τέλος
διὰ
τὸ
ὄνομά
σου
καὶ
μὴ
διασκεδάσῃς
τὴν
διαθήκην
σου
|
34
|
35 καὶ
μὴ
ἀποστήσῃς
τὸ
ἔλεός
σου
ἀφ᾿
ἡμῶν
δι᾿
Ἁβραὰμ
τὸν
ἠγαπημένον
ὑπὸ
σοῦ
καὶ
διὰ
Ἰσαὰκ
τὸν
δοῦλόν
σου
καὶ
Ἰσραὴλ
τὸν
ἅγιόν
σου,
|
35
|
36 οἷς
ἐλάλησας
πρὸς
αὐτοὺς
λέγων
πληθῦναι
τὸ
σπέρμα
αὐτῶν
ὡς
τὰ
ἄστρα
τοῦ
οὐρανοῦ
καὶ
ὡς
τὴν
ἄμμον
τὴν
παρὰ
τὸ
χεῖλος
τῆς
θαλάσσης.
|
36
|
37 ὅτι,
δέσποτα,
ἐσμικρύνθημεν
παρὰ
πάντα
τὰ
ἔθνη
καί
ἐσμεν
ταπεινοὶ
ἐν
πάσῃ
τῇ
γῇ
σήμερον
διὰ
τὰς
ἁμαρτίας
ἡμῶν,
|
37
|
38 καὶ
οὐκ
ἔστιν
ἐν
τῷ
καιρῷ
τούτῳ
ἄρχων
καὶ
προφήτης
καὶ
ἡγούμενος
οὐδὲ
ὁλοκαύτωσις
οὐδὲ
θυσία
οὐδὲ
προσφορὰ
οὐδὲ
θυμίαμα,
οὐ
τόπος
τοῦ
καρπῶσαι
ἐνώπιόν
σου
καὶ
εὑρεῖν
ἔλεος.
|
38
|
39 ἀλλ᾿
ἐν
ψυχῇ
συντετριμμένῃ
καὶ
πνεύματι
ταπεινώσεως
προσδεχθείημεν
ὡς
ἐν
ὁλοκαυτώμασιν
κριῶν
καὶ
ταύρων
καὶ
ὡς
ἐν
μυριάσιν
ἀρνῶν
πιόνων·
|
39
|
40 οὕτως
γενέσθω
ἡ
θυσία
ἡμῶν
ἐνώπιόν
σου
σήμερον
καὶ
ἐκτελέσαι
ὄπισθέν
σου,
ὅτι
οὐκ
ἔστιν
αἰσχύνη
τοῖς
πεποιθόσιν
ἐπὶ
σοί.
|
40
|
41 καὶ
νῦν
ἐξακολουθοῦμεν
ἐν
ὅλῃ
καρδίᾳ
καὶ
φοβούμεθά
σὲ
καὶ
ζητοῦμεν
τὸ
πρόσωπόν
σου,
μὴ
καταισχύνῃς
ἡμᾶς,
|
41
|
42 ἀλλὰ
ποίησον
μεθ᾿
ἡμῶν
κατὰ
τὴν
ἐπιείκειάν
σου
καὶ
κατὰ
τὸ
πλῆθος
τοῦ
ἐλέου
σου
|
42
|
43 καὶ
ἐξελοῦ
ἡμᾶς
κατὰ
τὰ
θαυμάσιά
σου
καὶ
δὸς
δόξαν
τῷ
ὀνόματί
σου,
κύριε.
|
43
|
44 καὶ
ἐντραπείησαν
πάντες
οἱ
ἐνδεικνύμενοι
τοῖς
δούλοις
σου
κακὰ
καὶ
καταισχυνθείησαν
ἀπὸ
πάσης
δυνάμεως
καὶ
δυναστείας,
καὶ
ἡ
ἰσχὺς
αὐτῶν
συντριβείη,
|
44
|
45 καὶ
γνώτωσαν
ὅτι
σὺ
εἶ
κύριος
ὁ
θεὸς
μόνος
καὶ
ἔνδοξος
ἐφ᾿
ὅλην
τὴν
οἰκουμένην.
|
45
|