Chapter 11
1 Ἡμεῖς
οὖν
ἐν
καθαρᾷ
καρδίᾳ
δουλεύσωμεν
τῷ
θεῷ,
καὶ
ἐσόμεθα
δίκαιοι·
ἐὰν δὲ μὴ δουλεύσωμεν διὰ τὸ μὴ πιστεύειν ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεοῦ, ταλαίπωροι ἐσόμεθα. |
Let us therefore serve God with a pure heart, and we will be righteous;
but if we don’t serve Him, because we don’t believe the promise of God, we will be wretched. |
2 λέγει
γὰρ
καὶ
ὁ
προφητικὸς
λόγος·
Ταλαίπωροί εἰσιν οἱ δίψυχοι, οἱ διστάζοντες τῇ καρδίᾳ, οἱ λέγοντες· Ταῦτα πάλαι ἠκούσαμεν καὶ ἐπὶ τῶν πατέρων ἡμῶν, ἡμεῖς δὲ ἡμέραν ἐξ ἡμέρας προσδεχόμενοι οὐδὲν τούτων ἑωράκαμεν. |
For the prophetic word also says:
“The double-minded are wretched, who doubt in their heart and say, ‘We heard these things even in the days of our fathers, yet we have waited day after day and have seen none of them.’ |
3 ἀνόητοι,
συμβάλετε
ἑαυτοὺς
ξύλῳ·
λάβετε ἄμπελον· πρῶτον μὲν φυλλοροεῖ, εἶτα βλαστὸς γίνεται, μετὰ ταῦτα ὄμφαξ, εἶτα σταφυλὴ παρεστηκυῖα. |
Fools! compare yourselves to a tree;
take a vine. First it sheds leaves, then a shoot comes, after this a sour grape, then comes a bunch of ripe grapes. |
4 οὕτως
καὶ
ὁ
λαός
μου
ἀκαταστασίας
καὶ
θλίψεις
ἔσχεν·
ἔπειτα ἀπολήψεται τὰ ἀγαθά. |
So also My people had instability and afflictions: but afterward they will receive good things.” (unknown source) |
5 ὥστε, ἀδελφοί μου, μὴ διψυχῶμεν, ἀλλὰ ἐλπίσαντες ὑπομείνωμεν, ἵνα καὶ τὸν μισθὸν κομισώμεθα. | Therefore my brothers, let us not be double-minded but endure patiently in hope, in order that we may also receive the reward. |
6 πιστὸς γάρ ἐστιν ὁ ἐπαγγειλάμενος τὰς ἀντιμισθίας ἀποδιδόναι ἑκάστῳ τῶν ἔργων αὐτοῦ. | For He is faithful who promised to pay to each man the financial satisfaction for his works. |
7 ἐὰν οὖν ποιήσωμεν τὴν δικαιοσύνην ἐναντίον τοῦ θεοῦ, εἰσήξομεν εἰς τὴν βασιλείαν αὐτοῦ καὶ ληψόμεθα τὰς ἐπαγγελίας, ἃς οὖς οὐκ ἤκουσεν οὐδὲ ὀφθαλμὸς εἶδεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. | If therefore we should do righteousness in the sight of God, we will enter into His kingdom and will receive the promises that ear has not heard nor eye has seen, nor entered into the heart of man. |