Ὕμνος
τῷ
Σαλωμών.
|
ENG
|
1 Πιστὸς
κύριος
τοῖς
ἀγαπῶσιν
αὐτὸν
ἐν
ἀληθείᾳ,
τοῖς
ὑπομένουσιν
παιδείαν
αὐτοῦ,
|
ENG
|
2 τοῖς
πορευομένοις
ἐν
δικαιοσύνῃ
προσταγμάτων
αὐτοῦ,
ἐν
νόμῳ,
ᾧ
ἐνετείλατο
ἡμῖν
εἰς
ζωὴν
ἡμῶν.
|
ENG
|
3 ὅσιοι
κυρίου
ζήσονται
ἐν
αὐτῷ
εἰς
τὸν
αἰῶνα·
ὁ
παράδεισος
τοῦ
κυρίου,
τὰ
ξύλα
τῆς
ζωῆς,
ὅσιοι
αὐτοῦ.
|
ENG
|
4 ἡ
φυτεία
αὐτῶν
ἐρριζωμένη
εἰς
τὸν
αἰῶνα,
οὐκ
ἐκτιλήσονται
πάσας
τὰς
ἡμέρας
τοῦ
οὐρανοῦ·
|
ENG
|
5 ὅτι
ἡ
μερὶς
καὶ
κληρονομία
τοῦ
θεοῦ
ἐστιν
Ἰσραὴλ.
|
ENG
|
6 καὶ
οὐχ
οὕτως
οἱ
ἁμαρτωλοὶ
καὶ
παράνομοι,
οἳ
ἠγάπησαν
ἡμέραν
ἐν
μετοχῇ
ἁμαρτίας
αὐτῶν·
|
ENG
|
7 ἐν
μικρότητι
σαπρίας
ἡ
ἐπιθυμία
αὐτῶν,
καὶ
οὐκ
ἐμνήσθησαν
τοῦ
θεοῦ.
|
ENG
|
8 ὅτι
ὁδοὶ
ἀνθρώπων
γνωσταὶ
ἐνώπιον
αὐτοῦ
διὰ
παντός,
καὶ
ταμίεια
καρδίας
ἐπίσταται
πρὸ
τοῦ
γενέσθαι.
|
ENG
|
9 διὰ
τοῦτο
ἡ
κληρονομία
αὐτῶν
ᾅδης
καὶ
σκότος
καὶ
ἀπώλεια,
καὶ
οὐχ
εὑρεθήσονται
ἐν
ἡμέρᾳ
ἐλέους
δικαίων·
|
ENG
|
10 οἱ
δὲ
ὅσιοι
κυρίου
κληρονομήσουσιν
ζωὴν
ἐν
εὐφροσύνῃ.
|
ENG
|