Τῷ
Σαλωμών·
εἰς
ἔλεγχον.
|
ENG
|
1 Ἐν
τῷ
ἀπαχθῆναι
Ἰσραὴλ
ἐν
ἀποικεσίᾳ
εἰς
γῆν
ἀλλοτρίαν
ἐν
τῷ
ἀποστῆναι
αὐτοὺς
ἀπὸ
κυρίου
τοῦ
λυτρωσαμένου
αὐτοὺς
ἀπερρίφησαν
ἀπὸ
κληρονομίας,
ἧς
ἔδωκεν
αὐτοῖς
κύριος.
|
ENG
|
2 ἐν
παντὶ
ἔθνει
ἡ
διασπορὰ
τοῦ
Ἰσραὴλ
κατὰ
τὸ
ῥῆμα
τοῦ
θεοῦ,
ἵνα
δικαιωθῇς,
ὁ
θεός,
ἐν
τῇ
δικαιοσύνῃ
σου
ἐν
ταῖς
ἀνομίαις
ἡμῶν,
ὅτι
σὺ
κριτὴς
δίκαιος
ἐπὶ
πάντας
τοὺς
λαοὺς
τῆς
γῆς.
|
ENG
|
3 οὐ
γὰρ
κρυβήσεται
ἀπὸ
τῆς
γνώσεώς
σου
πᾶς
ποιῶν
ἄδικα,
καὶ
αἱ
δικαιοσύναι
τῶν
ὁσίων
σου
ἐνώπιόν
σου,
κύριε·
καὶ
ποῦ
κρυβήσεται
ἄνθρωπος
ἀπὸ
τῆς
γνώσεώς
σου,
ὁ
θεός;
|
ENG
|
4 τὰ
ἔργα
ἡμῶν
ἐν
ἐκλογῇ
καὶ
ἐξουσίᾳ
τῆς
ψυχῆς
ἡμῶν
τοῦ
ποιῆσαι
δικαιοσύνην
καὶ
ἀδικίαν
ἐν
ἔργοις
χειρῶν
ἡμῶν·
καὶ
ἐν
τῇ
δικαιοσύνῃ
σου
ἐπισκέπτῃ
υἱοὺς
ἀνθρώπων.
|
ENG
|
5 ὁ
ποιῶν
δικαιοσύνην
θησαυρίζει
ζωὴν
αὑτῷ
παρὰ
κυρίῳ,
καὶ
ὁ
ποιῶν
ἀδικίαν
αὐτὸς
αἴτιος
τῆς
ψυχῆς
ἐν
ἀπωλείᾳ·
τὰ
γὰρ
κρίματα
κυρίου
ἐν
δικαιοσύνῃ
κατ᾿
ἄνδρα
καὶ
οἶκον.
|
ENG
|
6 τίνι
χρηστεύσῃ,
ὁ
θεός,
εἰ
μὴ
τοῖς
ἐπικαλουμένοις
τὸν
κύριον;
καθαριεῖς
ἐν
ἁμαρτίαις
ψυχὴν
ἐν
ἐξομολογήσει,
ἐν
ἐξαγορίαις,
ὅτι
αἰσχύνη
ἡμῖν
καὶ
τοῖς
προσώποις
ἡμῶν
περὶ
ἁπάντων.
|
ENG
|
7 καὶ
τίνι
ἀφήσεις
ἁμαρτίας
εἰ
μὴ
τοῖς
ἡμαρτηκόσιν;
δικαίους
εὐλογήσεις
καὶ
οὐκ
εὐθυνεῖς
περὶ
ὧν
ἡμάρτοσαν,
καὶ
ἡ
χρηστότης
σου
ἐπὶ
ἁμαρτάνοντας
ἐν
μεταμελείᾳ.
|
ENG
|
8 καὶ
νῦν
σὺ
ὁ
θεός,
καὶ
ἡμεῖς
λαός,
ὃν
ἠγάπησας·
ἰδὲ
καὶ
οἰκτίρησον,
ὁ
θεὸς
Ἰσραὴλ,
ὅτι
σοί
ἐσμεν,
καὶ
μὴ
ἀποστήσῃς
ἔλεός
σου
ἀφ᾿
ἡμῶν,
ἵνα
μὴ
ἐπιθῶνται
ἡμῖν.
|
ENG
|
9 ὅτι
σὺ
ᾑρετίσω
τὸ
σπέρμα
Ἁβραὰμ
παρὰ
πάντα
τὰ
ἔθνη
καὶ
ἔθου
τὸ
ὄνομά
σου
ἐφ᾿
ἡμᾶς,
κύριε,
καὶ
οὐκ
ἀπώσῃ
εἰς
τὸν
αἰῶνα.
|
ENG
|
10 ἐν
διαθήκῃ
διέθου
τοῖς
πατράσιν
ἡμῶν
περὶ
ἡμῶν,
καὶ
ἡμεῖς
ἐλπιοῦμεν
ἐπὶ
σὲ
ἐν
ἐπιστροφῇ
ψυχῆς
ἡμῶν.
|
ENG
|
11 τοῦ
κυρίου
ἡ
ἐλεημοσύνη
ἐπὶ
οἶκον
Ἰσραὴλ
εἰς
τὸν
αἰῶνα
καὶ
ἔτι.
|
ENG
|