top Solomon Psalm 8

Psalm 8

Τῷ Σαλωμών· εἰς νεῖκος. ENG
1 Θλῖψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου, φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον· ENG
2 φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα, ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου. ENG
3 καὶ εἶπα ἐν τῇ καρδίᾳ μου ποῦ ἄρα κρινεῖ αὐτὸν θεός; ENG
4 φωνὴν ἤκουσα εἰς Ἱερουσαλὴμ πόλιν ἁγιάσματος· ENG
5 συνετρίβη ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου, ἐφοβήθη καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον. ENG
6 εἶπα κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ. ENG
7 ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γῆς, ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπ᾿ αἰῶνος. ENG
8 ἀνεκάλυψεν θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου, ἔγνω πᾶσα γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια. ENG
9 ἐν καταγαίοις κρυφίοις αἱ παρανομίαι αὐτῶν ἐν παροργισμῷ· υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο. ENG
10 ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, συνέθεντο αὑτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων. ENG
11 τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν ὡς μὴ ὄντος κληρονόμου λυτρουμένου. ENG
12 ἐπατοῦσαν τὸ θυσιαστήριον κυρίου ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας ὡς κρέα βέβηλα. ENG
13 οὐ παρέλιπον ἁμαρτίαν, ἣν οὐκ ἐποίησαν ὑπὲρ τὰ ἔθνη. ENG
14 διὰ τοῦτο ἐκέρασεν αὐτοῖς θεὸς πνεῦμα πλανήσεως, ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην. ENG
15 ἤγαγεν τὸν ἀπ᾿ ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς, ἔκρινεν τὸν πόλεμον ἐπὶ Ἱερουσαλὴμ καὶ τὴν γῆν αὐτῆς. ENG
16 ἀπήντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρᾶς, εἶπαν αὐτῷ ἐπευκτὴ ὁδός σου, δεῦτε εἰσέλθατε μετ᾿ εἰρήνης. ENG
17 ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ, ἤνοιξαν πύλας ἐπὶ Ἱερουσαλὴμ ἐστεφάνωσαν τείχη αὐτῆς. ENG
18 εἰσῆλθεν ὡς πατὴρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ᾿ εἰρήνης, ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς. ENG
19 κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ἱερουσαλὴμ, ὅτι θεὸς ἤγαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐν τῇ πλανήσει αὐτῶν. ENG
20 ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ, ἐξέχεεν τὸ αἷμα τῶν οἰκούντων Ἱερουσαλὴμ ὡς ὕδωρ ἀκαθαρσίας. ENG
21 ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν, ἐγέννησαν ἐν βεβηλώσει. ENG
22 ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν καθὼς οἱ πατέρες αὐτῶν, ἐμίαναν Ἱερουσαλὴμ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ. ENG
23 ἐδικαιώθη θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσιν τῆς γῆς, καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν. ENG
24 αἰνετὸς κύριος κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ. ENG
25 ἰδοὺ δή, θεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου, εἴδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου, θεός. ENG
26 ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας, ὅτι σὺ θεὸς τῆς δικαιοσύνης κρίνων τὸν Ἰσραὴλ ἐν παιδείᾳ. ENG
27 ἐπίστρεψον, θεός, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς καὶ οἰκτίρησον ἡμᾶς· ENG
28 συνάγαγε τὴν διασπορὰν Ἰσραὴλ μετὰ ἐλέους καὶ χρηστότητος, ὅτι πίστις σου μεθ᾿ ἡμῶν. ENG
29 καὶ ἡμεῖς ἐσκληρύναμεν τὸν τράχηλον ἡμῶν, καὶ σὺ παιδευτὴς ἡμῶν εἶ. ENG
30 μὴ ὑπερίδῃς ἡμᾶς, θεὸς ἡμῶν, ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη ὡς μὴ ὄντος λυτρουμένου. ENG
31 καὶ σὺ θεὸς ἡμῶν ἀπ᾿ ἀρχῆς, καὶ ἐπὶ σὲ ἐλπὶς ἡμῶν, κύριε· ENG
32 καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου, ὅτι χρηστὰ τὰ κρίματά σου ἐφ᾿ ἡμᾶς. ENG
33 ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εὐδοκία εἰς τὸν αἰῶνα· κύριε σωτὴρ ἡμῶν, οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον. ENG
34 αἰνετὸς κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν στόματι ὁσίων, καὶ εὐλογημένος Ἰσραὴλ ὑπὸ κυρίου εἰς τὸν αἰῶνα. ENG