Ὕμνος
τῷ
Σαλωμών·
εἰς
ἀντίληψιν
ὁσίοις.
|
ENG
|
1 Ἐν
τῷ
νυστάξαι
ψυχήν
μου
ἀπὸ
κυρίου
παρὰ
μικρὸν
ὠλίσθησα
ἐν
καταφορᾷ
ὑπνούντων
μακρὰν
ἀπὸ
θεοῦ,
|
ENG
|
2 παρ᾿
ὀλίγον
ἐξεχύθη
ἡ
ψυχή
μου
εἰς
θάνατον
σύνεγγυς
πυλῶν
ᾅδου
μετὰ
ἁμαρτωλοῦ
|
ENG
|
3 ἐν
τῷ
διενεχθῆναι
ψυχήν
μου
ἀπὸ
κυρίου
θεοῦ
Ἰσραὴλ,
εἰ
μὴ
ὁ
κύριος
ἀντελάβετό
μου
τῷ
ἐλέει
αὐτοῦ
εἰς
τὸν
αἰῶνα.
|
ENG
|
4 ἔνυξέν
με
ὡς
κέντρον
ἵππου
ἐπὶ
τὴν
γρηγόρησιν
αὐτοῦ,
ὁ
σωτὴρ
καὶ
ἀντιλήπτωρ
μου
ἐν
παντὶ
καιρῷ
ἔσωσέν
με.
|
ENG
|
5 ἐξομολογήσομαί
σοι,
ὁ
θεός,
ὅτι
ἀντελάβου
μου
εἰς
σωτηρίαν
καὶ
οὐκ
ἐλογίσω
με
μετὰ
τῶν
ἁμαρτωλῶν
εἰς
ἀπώλειαν.
|
ENG
|
6 μὴ
ἀποστήσῃς
τὸ
ἔλεός
σου
ἀπ᾿
ἐμοῦ,
ὁ
θεός,
μηδὲ
τὴν
μνήμην
σου
ἀπὸ
καρδίας
μου
ἕως
θανάτου.
|
ENG
|
7 ἐπικράτησόν
μου,
ὁ
θεός,
ἀπὸ
ἁμαρτίας
πονηρᾶς
καὶ
ἀπὸ
πάσης
γυναικὸς
πονηρᾶς
σκανδαλιζούσης
ἄφρονα.
|
ENG
|
8 καὶ
μὴ
ἀπατησάτω
με
κάλλος
γυναικὸς
παρανομούσης
καὶ
παντὸς
ὑποκειμένου
ἀπὸ
ἁμαρτίας
ἀνωφελοῦς.
|
ENG
|
9 τὰ
ἔργα
τῶν
χειρῶν
μου
κατεύθυνον
ἐν
τόπῳ
σου
καὶ
τὰ
διαβήματά
μου
ἐν
τῇ
μνήμῃ
σου
διαφύλαξον.
|
ENG
|
10 τὴν
γλῶσσάν
μου
καὶ
τὰ
χείλη
μου
ἐν
λόγοις
ἀληθείας
περίστειλον,
ὀργὴν
καὶ
θυμὸν
ἄλογον
μακρὰν
ποίησον
ἀπ᾿
ἐμοῦ.
|
ENG
|
11 γογγυσμὸν
καὶ
ὀλιγοψυχίαν
ἐν
θλίψει
μάκρυνον
ἀπ᾿
ἐμοῦ,
ἐὰν
ἁμαρτήσω
ἐν
τῷ
σὲ
παιδεύειν
εἰς
ἐπιστροφήν.
|
ENG
|
12 εὐδοκίᾳ
δὲ
μετὰ
ἱλαρότητος
στήρισον
τὴν
ψυχήν
μου·
ἐν
τῷ
ἐνισχῦσαί
σὲ
τὴν
ψυχήν
μου
ἀρκέσει
μοι
τὸ
δοθέν.
|
ENG
|
13 ὅτι
ἐὰν
μὴ
σὺ
ἐνισχύσῃς,
τίς
ὑφέξεται
παιδείαν
ἐν
πενίᾳ;
|
ENG
|
14 ἐν
τῷ
ἐλέγχεσθαι
ψυχὴν
ἐν
χειρὶ
σαπρίας
αὐτοῦ
ἡ
δοκιμασία
σου
ἐν
σαρκὶ
αὐτοῦ
καὶ
ἐν
θλίψει
πενίας·
|
ENG
|
15 ἐν
τῷ
ὑπομεῖναι
δίκαιον
ἐν
τούτοις
ἐλεηθήσεται
ὑπὸ
κυρίου.
|
ENG
|