ᾨδὴ
Μωυσέως
ἐν
τῇ
Ἐξόδῳ.
|
Song of Moses in the Exodus (15:1-19)
|
1 ᾌσωμεν
τῷ
κυρίῳ,
ἐνδόξως
γὰρ
δεδόξασται·
ἵππον
καὶ
ἀναβάτην
ἔρριψεν
εἰς
θάλασσαν.
|
1 -
|
2 βοηθὸς
καὶ
σκεπαστὴς
ἐγένετό
μοι
εἰς
σωτηρίαν·
οὗτός
μου
θεός,
καὶ
δοξάσω
αὐτόν,
θεὸς
τοῦ
πατρός
μου,
καὶ
ὑψώσω
αὐτόν.
|
2 -
|
3 κύριος
συντρίβων
πολέμους,
κύριος
ὄνομα
αὐτῷ.
|
3 -
|
4 ἅρματα
Φαραὼ
καὶ
τὴν
δύναμιν
αὐτοῦ
ἔρριψεν
εἰς
θάλασσαν,
ἐπιλέκτους
ἀναβάτας
τριστάτας
κατεπόντισεν
ἐν
ἐρυθρᾷ
θαλάσσῃ,
|
4 -
|
5 πόντῳ
ἐκάλυψεν
αὐτούς,
κατέδυσαν
εἰς
βυθὸν
ὡσεὶ
λίθος.
|
5 -
|
6 ἡ
δεξιά
σου,
κύριε,
δεδόξασται
ἐν
ἰσχύϊ·
ἡ
δεξιά
σου
χείρ,
κύριε,
ἔθραυσεν
ἐχθρούς.
|
6 -
|
7 καὶ
τῷ
πλήθει
τῆς
δόξης
σου
συνέτριψας
τοὺς
ὑπεναντίους·
ἀπέστειλας
τὴν
ὀργήν
σου,
καὶ
κατέφαγεν
αὐτοὺς
ὡς
καλάμην.
|
7 -
|
8 καὶ
διὰ
πνεύματος
τοῦ
θυμοῦ
σου
διέστη
τὸ
ὕδωρ·
ἐπάγη
ὡσεὶ
τεῖχος
τὰ
ὕδατα,
ἐπάγη
τὰ
κύματα
ἐν
μέσῳ
τῆς
θαλάσσης.
|
8 -
|
9 εἶπεν
ὁ
ἐχθρός
διώξας
καταλήμψομαι,
μεριῶ
σκῦλα,
ἐμπλήσω
ψυχήν
μου,
ἀνελῶ
τῇ
μαχαίρῃ
μου,
κυριεύσει
ἡ
χείρ
μου.
|
9 -
|
10 ἀπέστειλας
τὸ
πνεῦμά
σου,
ἐκάλυψεν
αὐτοὺς
θάλασσα·
ἔδυσαν
ὡσεὶ
μόλιβος
ἐν
ὕδατι
σφοδρῷ.
|
10 -
|
11 τίς
ὅμοιός
σοὶ
ἐν
θεοῖς,
κύριε;
τίς
ὅμοιός
σοὶ,
δεδοξασμένος
ἐν
ἁγίοις,
θαυμαστὸς
ἐν
δόξαις,
ποιῶν
τέρατα;
|
11 -
|
12 ἐξέτεινας
τὴν
δεξιάν
σου,
καὶ
κατέπιεν
αὐτοὺς
ἡ
γῆ.
|
12 -
|
13 ὡδήγησας
τῇ
δικαιοσύνῃ
σου
τὸν
λαόν
σου
τοῦτον,
ὃν
ἐλυτρώσω,
παρεκάλεσας
τῇ
ἰσχύϊ
σου
εἰς
κατάλυμα
ἅγιόν
σου.
|
13 -
|
14 ἤκουσαν
ἔθνη
καὶ
ὠργίσθησαν·
ὠδῖνες
ἔλαβον
κατοικοῦντας
Φυλιστιίμ.
|
14 -
|
15 τότε
ἔσπευσαν
ἡγεμόνες
Ἐδὼμ,
καὶ
ἄρχοντες
Μωαβιτῶν,
ἔλαβεν
αὐτοὺς
τρόμος,
ἐτάκησαν
πάντες
οἱ
κατοικοῦντες
Χαναάν.
|
15 -
|
16 ἐπιπέσοι
ἐπ᾿
αὐτοὺς
φόβος
καὶ
τρόμος,
μεγέθει
βραχίονός
σου
ἀπολιθωθήτωσαν,
ἕως
ἄν
παρέλθῃ
ὁ
λαός
σου,
κύριε,
ἕως
ἄν
παρέλθῃ
ὁ
λαός
σου
οὗτος,
ὃν
ἐκτήσω.
|
16 -
|
17 εἰσαγαγὼν
καταφύτευσον
αὐτοὺς
εἰς
ὄρος
κληρονομίας
σου,
εἰς
ἕτοιμον
κατοικητήριόν
σου,
ὃ
κατειργάσω,
κύριε,
ἁγίασμα,
κύριε
ὃ
ἡτοίμασαν
αἱ
χεῖρές
σου.
|
17 -
|
18 κύριος
βασιλεύων
τὸν
αἰῶνα
καὶ
ἐπ᾿
αἰῶνα
καὶ
ἔτι.
|
18 -
|
19 ὅτι
εἰσῆλθεν
ἵππος
Φαραὼ
σὺν
ἅρμασιν
καὶ
ἀναβάταις
εἰς
θάλασσαν,
καὶ
ἐπήγαγεν
ἐπ᾿
αὐτοὺς
κύριος
τὸ
ὕδωρ
τῆς
θαλάσσης·
οἱ
δὲ
υἱοὶ
Ἰσραὴλ
ἐπορεύθησαν
διὰ
ξηρᾶς
ἐν
μέσῳ
τῆς
θαλάσσης.
|
19 -
|