Chapter 15
Verses: [1] [2] [3] [4] [5] [6] [7] [8]NAS | TextRec |
---|
The Angels with the Last Plagues
15:1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ. | 1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτά, ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ. |
Then I saw another sign in heaven, great and marvellous, seven angels who had seven plagues, which are the last, because in them the wrath of God is finished. | Then I saw another sign in heaven, great and marvellous, seven angels who had seven plagues, which are the last, because in them the wrath of God is finished. |
15:2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρὶ καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ θεοῦ. | 2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ χαράγματος αὐτοῦ, ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ. |
And I saw something like a sea of glass mixed with fire, and those who had been victorious over the beast and his image and the number of his name, standing on the sea of glass, holding kitharas of God. | And I saw something like a sea of glass mixed with fire, and those who had been victorious over the beast and his image and over his mark and over the number of his name, standing on the sea of glass, holding kitharas of God. |
15:3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν· | 3 καὶ ᾄδουσι τὴν ᾠδὴν Μωσέως δούλου τοῦ θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου, λέγοντες, Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἁγίων. |
And they sang the song of Mōses, the servant of God, and the song of the Lamb, saying, “Great and marvellous are your works, Oh Lord God, the Almighty; righteous and true are your ways, Oh King of the nations! | And they sang the song of Mōses, the servant of God, and the song of the Lamb, saying, “Great and marvellous are your works, Oh Lord God, the Almighty; righteous and true are your ways, Oh King of the saints! |
15:4 τίς
οὐ
μὴ
φοβηθῇ,
κύριε,
καὶ
δοξάσει
τὸ
ὄνομά
σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. |
4 τίς
οὐ
μὴ
φοβηθῇ
σε,
κύριε,
καὶ
δοξάσῃ
τὸ
ὄνομά
σου; ὅτι μόνος ὅσιος· ὅτι πάντα τὰ ἔθνη ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου· ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν. |
“Who will not fear, Oh Lord, and glorify your name? Because you alone are holy; Because all the nations will come and worship before you, Because your righteous acts have been revealed.” |
“Who will not fear you, Oh Lord, and glorify your name? Because you alone are holy; Because all the nations will come and worship before you, Because your righteous acts have been revealed.” |
15:5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ, | 5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ· |
After these things I looked, and the temple of the tent of testimony in heaven was opened, | After these things I looked, and suddenly the temple of the tent of testimony in heaven was opened, |
15:6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι [οἱ] ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. | 6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγάς, ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν καὶ λαμπρόν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς. |
and the seven angels who had the seven plagues came out of the temple, clothed in linen, clean and bright, and girded around their chests with golden sashes. | and the seven angels who had the seven plagues came out of the temple, clothed in linen, clean and bright, and girded around their chests with golden sashes. |
15:7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | 7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκε τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Then one of the four living creatures gave to the seven angels seven golden bowls full of the wrath of God, who lives forever and ever. | Then one of the four living creatures gave to the seven angels seven golden bowls full of the wrath of God, who lives forever and ever. |
15:8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων. | 8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ· καὶ οὐδεὶς ἠδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων. |
And the temple was filled with smoke from the glory of God and from his power; and no one was able to enter the temple until the seven plagues of the seven angels were finished. | And the temple was filled with smoke from the glory of God and from his power; and no one was able to enter the temple until the seven plagues of the seven angels were finished. |