Chapter 14
Verses: [1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20]NAS | TextRec |
---|
The Song of the 144,000
14:1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιὼν καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. | 1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστηκὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾿ αὐτοῦ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. |
Then I looked, and behold, the Lamb was standing on Mount Ziōn, and with him 144,000, having his name and the name of his Father written on their foreheads. | Then I looked, and behold, the Lamb was standing on Mount Ziōn, and with him 144,000, having the name of his Father written on their foreheads. |
14:2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. | 2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ φωνὴν ἤκουσα κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν. |
And I heard a voice from heaven, like the sound of many waters and like the sound of loud thunder, and the voice which I heard was like the sound of kithara-players strumming on their kitharas. | And I heard a voice from heaven, like the sound of many waters and like the sound of loud thunder, and the voice which I heard was like the sound of kithara-players strumming on their kitharas. |
14:3 καὶ ᾄδουσιν [ὡς] ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. | 3 καὶ ᾄδουσιν ὡς ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζώων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἠδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς. |
And they sang a new song before the throne and before the four living creatures and the elders; and no one was able to learn the song except the 144,000 who had been purchased from the land. | And they sang a new song before the throne and before the four living creatures and the elders; and no one was able to learn the song except the 144,000 who had been purchased from the land. |
14:4 οὗτοί
εἰσιν
οἳ
μετὰ
γυναικῶν
οὐκ
ἐμολύνθησαν,
παρθένοι
γάρ
εἰσιν,
οὗτοι
οἱ
ἀκολουθοῦντες
τῷ
ἀρνίῳ
ὅπου
ἄν
ὑπάγει. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, |
4 οὗτοί
εἰσιν
οἳ
μετὰ
γυναικῶν
οὐκ
ἐμολύνθησαν·
παρθένοι
γάρ
εἰσιν. οὗτοί εἰσιν οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἄν ὑπάγῃ. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ. |
These are the ones who have not been defiled with women, for they are celebates. These are the ones who follow the Lamb wherever he goes. These have been purchased from among men as first fruits to God and to the Lamb. | These are the ones who have not been defiled with women, for they are celebates. These are the ones who follow the Lamb wherever he goes. These have been purchased from among men as first fruits to God and to the Lamb. |
14:5 καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος, ἄμωμοί εἰσιν. | 5 καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη δόλος· ἄμωμοι γάρ εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ. |
And no lie was found in their mouth; they are blameless. | And no deceit was found in their mouth; for they are blameless in the presence of the throne of God. |
The Messages of the Three Angels
14:6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, | 6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, εὐαγγελίσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, |
And I saw another angel flying in mid-sky, having an eternal gospel to preach to those who reside on the land, and to every nation and tribe and tongue and people; | And I saw another angel flying in mid-sky, having an eternal gospel to preach to those who reside on the land, and to every nation and tribe and tongue and people; |
14:7 λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων. | 7 λέγοντα ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν θεόν, καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ· καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων. |
and he said with a loud voice, “Fear God, and give him glory, because the hour of his judgment has come; worship him who made the sky and the land and sea and springs of waters.” | and he said with a loud voice, “Fear God, and give him glory, because the hour of his judgment has come; worship him who made the sky and the land and sea and springs of waters.” |
14:8 Καὶ ἄλλος ἄγγελος δεύτερος ἠκολούθησεν λέγων, Ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη. | 8 Καὶ ἄλλος ἄγγελος ἠκολούθησε, λέγων, Ἔπεσεν ἔπεσε Βαβυλὼν ἡ πόλις ἡ μεγάλη· ὅτε ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικε πάντα ἔθνη. |
And another angel, a second one, followed, saying, “Fallen, fallen is Babylōn the great, she who has made all the nations drink of the wine of the passion of her sexual immorality.” | And another angel followed, saying, “Fallen, fallen is Babylōn the great city, she who has made all the nations drink of the wine of the passion of her sexual immorality.” |
14:9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, | 9 Καὶ τρίτος ἄγγελος ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις τὸ θηρίον προσκυνεῖ καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, |
Then another angel, a third one, followed them, saying with a loud voice, “If anyone worships the beast and his image, and receives a mark on his forehead or on his hand, | Then the third angel followed them, saying with a loud voice, “If anyone worships the beast and his image, and receives a mark on his forehead or on his hand, |
14:10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. | 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον τῶν ἁγίων ἀγγέλων, καὶ ἐνώπιον τοῦ ἀρνίου· |
he also will drink of the wine of the wrath of God, which is poured out unmixed in the cup of his wrath; and he will be tormented with fire and sulphur in the presence of the holy angels and in the presence of the Lamb. | he also will drink of the wine of the wrath of God, which is poured out unmixed in the cup of his wrath; and he will be tormented with fire and sulphur in the presence of the holy angels and in the presence of the Lamb. |
14:11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. | 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν ἀναβαίνει εἰς αἰῶνας αἰώνων· καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. |
And the smoke of their torment goes up forever and ever; they don’t have rest day and night, those who worship the beast and his image, and whoever receives the mark of his name.” | And the smoke of their torment goes up forever and ever; they don’t have rest day and night, those who worship the beast and his image, and whoever receives the mark of his name.” |
14:12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. | 12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· ὧδε οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ. |
Here is the perseverance of the saints who keep the commandments of God and their faith of Jesus. | Here is the perseverance of the saints; here are the ones who keep the commandments of God and their faith of Jesus. |
14:13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης, Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ᾿ ἄρτι. ναί λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν. |
13 Καὶ
ἤκουσα
φωνῆς
ἐκ
τοῦ
οὐρανοῦ,
λεγούσης
μοι,
Γράψον,
Μακάριοι
οἱ
νεκροὶ
οἱ
ἐν
κυρίῳ
ἀποθνήσκοντες
ἀπάρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαύσωνται ἐκ τῶν κόπων αὐτῶν· τὰ δὲ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾿ αὐτῶν. |
And I heard a voice from heaven, saying, “Write, ‘Blessed are the dead who die in the Lord from now on!’” “Yes,” says the Spirit, “so that they may rest from their labours, for their deeds follow with them.” | And I heard a voice from heaven, saying to me, “Write, ‘Blessed are the dead who die in the Lord from now on!’” “Yes,” says the Spirit, “so that they may rest from their labours, for their deeds follow with them.” |
The Harvest of the Earth
14:14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. | 14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενος ὅμοιος υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. |
Then I looked, and behold, a white cloud, and sitting on the cloud was one like a son of man, having a golden victor’s wreath on his head and a sharp sickle in his hand. | Then I looked, and behold, a white cloud, and sitting on the cloud was one like a son of man, having a golden victor’s wreath on his head and a sharp sickle in his hand. |
14:15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. | 15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν μεγάλῃ φωνῇ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου, καὶ θέρισον, ὅτι ἦλθέ σοι ἡ ὥρα τοῦ θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς. |
And another angel came out of the temple, calling with a loud voice to him who sat on the cloud, “Put in your sickle and reap, because the hour to reap has come, because the harvest of the land is ripe.” | And another angel came out of the temple, calling with a loud voice to him who sat on the cloud, “Put in your sickle and reap, because the hour to reap has come, because the harvest of the land is ripe.” |
14:16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ ἐθερίσθη ἡ γῆ. | 16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τὴν νεφέλην τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ. |
Then he who sat on the cloud swung his sickle over the land, and the land was reaped. | Then he who sat on the cloud swung his sickle over the land, and the land was reaped. |
14:17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. | 17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ. |
And another angel came out of the temple which is in heaven, and he also had a sharp sickle. | And another angel came out of the temple which is in heaven, and he also had a sharp sickle. |
14:18 καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου [ὁ] ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. | 18 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ὁ ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε κραυγῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξύ, καὶ τρύγησον τοὺς βότρυας τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς. |
Then another angel, the one who has authority over fire, came out from the altar; and he called with a loud voice to him who had the sharp sickle, saying, “Put in your sharp sickle and gather the clusters from the vine of the land, because her grapes are ripe.” | Then another angel, the one who has authority over fire, came out from the altar; and he called with a loud voice to him who had the sharp sickle, saying, “Put in your sharp sickle and gather the clusters of the land, because her grapes are ripe.” |
14:19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν. | 19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησε τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὴν μεγάλην. |
So the angel swung his sickle to the earth and gathered the clusters from the vine of the land, and threw them into the great wine press of the wrath of God. | So the angel swung his sickle to the earth and gathered the clusters from the vine of the land, and threw them into the great wine press of the wrath of God. |
14:20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων. | 20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξω τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων. |
And the wine press was trodden outside the city, and blood came out from the wine press, up to the bridles of the horses, for a distance of 1600 stades.[1] | And the wine press was trodden outside the city, and blood came out from the wine press, up to the bridles of the horses, for a distance of 1600 stades.[1] |