Chapter 3
NAS | TextRec |
---|
Paul’s Ministry to the Gentiles
3:1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ [Ἰησοῦ] ὑπὲρ ὑμῶν τῶν ἐθνῶν— | 1 Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν· — |
For this reason I, Paul, the prisoner of Christ Jesus for the sake of you Gentiles – | For this reason I, Paul, the prisoner of Christ for the sake of you Gentiles, |
3:2 εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, | 2 εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, |
if indeed you have heard of the management of God’s grace which was given to me for you; | if indeed you have heard of the management of God’s grace which was given to me for you; |
3:3[ὅτι] κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, | 3 ὅτι κατὰ ἀποκάλυψιν ἐγνώρισέ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, |
that by a revelation it was made known to me the mystery, just as I wrote before in brief. | that by a revelation it was made known to me the mystery, just as I wrote before in brief. |
3:4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ. | 4 πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· |
By which, when reading you can understand my insight into the mystery of Christ, | By which, when reading you can understand my insight into the mystery of Christ, |
3:5 ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι, | 5 ὃ ἐν ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· |
which in other generations was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit; | which in other generations was not made known to the sons of men, as it has now been revealed to his holy apostles and prophets in the Spirit; |
3:6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου, | 6 εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας αὐτοῦ ἐν τῷ Χριστῷ, διὰ τοῦ εὐαγγελίου, |
which is, that the Gentiles are co-heirs and co-members of the body, and co-participants of the promise in Christ Jesus through the gospel, | which is, that the Gentiles are co-heirs and co-members of the body, and co-participants of his promise in Christ through the gospel, |
3:7 οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. | 7 οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ· |
of which I became a minister, according to the gift of God’s grace which was given to me according to the working of his power. | of which I became a minister, according to the gift of God’s grace which was given to me according to the working of his power. |
3:8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ | 8 ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, |
To me, to the least of all saints, this grace was given, to preach to the Gentiles the unfathomable riches of Christ, | To me, to the least of all saints, this grace was given, to preach to the Gentiles the unfathomable riches of Christ, |
3:9 καὶ φωτίσαι [πάντας] τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι, | 9 καὶ φωτίσαι πάντας τίς ἡ κοινωνία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ, |
and to enlighten all people regarding the management of the mystery which has been hidden for ages in God who created all things; | and to enlighten all people regarding the fellowship of the mystery which has been hidden for ages in God who created all things through Jesus Christ; |
3:10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, | 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, |
so that the manifold wisdom of God might now be made known through the church to the rulers and the authorities in the heavenly places, | so that the manifold wisdom of God might now be made known through the church to the rulers and the authorities in the heavenly places, |
3:11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, | 11 κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, |
according to the eternal purpose which was made in Christ Jesus our Lord, | according to the eternal purpose which was made in Christ Jesus our Lord, |
3:12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ | 12 ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. |
in whom we have boldness and confident access through faith in him. | in whom we have boldness and confident access through faith in him. |
3:13 διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. | 13 διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. |
Therefore I ask you not to be discouraged at my tribulations on your behalf, since they are your glory. | Therefore I ask you not to be discouraged at my tribulations on your behalf, since they are your glory. |
Knowing the Love of Christ
3:14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, | 14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, |
For this reason I bow my knees before the Father, | For this reason I bow my knees before the Father and our Lord Jesus Christ, |
3:15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, | 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, |
from whom every family in heaven and on earth is named, | from whom every family in heaven and on earth is named, |
3:16 ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, | 16 ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, |
so that he would grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, | so that he would grant you, according to the riches of his glory, to be strengthened with power through his Spirit in the inner man, |
3:17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, | 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι |
so that Christ may dwell in your hearts through faith; and that you, being rooted and grounded in love, | so that Christ may dwell in your hearts through faith; and that you, being rooted and grounded in love, |
3:18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος, | 18 ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, |
may be able to understand with all the saints what is the width and length and height and depth, | may be able to understand with all the saints what is the width and length and depth and height, |
3:19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. | 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. |
and to know the love of Christ which surpasses knowledge, so that you may be filled up to all the fullness of God. | and to know the love of Christ which surpasses knowledge, so that you may be filled up to all the fullness of God. |
3:20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, | 20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, |
Now to him who is able to do far more abundantly beyond all that we ask or think, according to the power that works in us, | Now to him who is able to do far more abundantly beyond all that we ask or think, according to the power that works in us, |
3:21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων, ἀμήν. |
21 αὐτῷ
ἡ
δόξα
ἐν
τῇ
ἐκκλησίᾳ
ἐν
Χριστῷ
Ἰησοῦ,
εἰς
πάσας
τὰς
γενεὰς
τοῦ
αἰῶνος
τῶν
αἰώνων. ἀμήν. |
to him be the glory in the church and in Christ Jesus to all generations forever and ever. Amēn. | to him be the glory in the church and in Christ Jesus to all generations forever and ever. Amēn. |