Chapter 17
Verses: [1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26]NAS | TextRec |
---|
17:1 Ταῦτα ἐλάλησεν Ἰησοῦς καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν, πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ, | 1 Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἐπῆρε τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε· |
Jesus spoke these things; and lifting up his eyes to the sky, he said, “Father, the hour has come; glorify your son, that the son may glorify you, | Jesus spoke these things; and lifting up his eyes to the sky, he said, “Father, the hour has come; glorify your son, that the son may also glorify you, |
17:2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. | 2 καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ, δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. |
just as you gave him authority over all flesh, that to all whom you have given him, he may give eternal life. | just as you gave him authority over all flesh, that to all whom you have given him, he may give eternal life. |
17:3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. | 3 αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. |
This is eternal life, that they may know you, the only true God, and Jesus Christ whom you have sent. | This is eternal life, that they may know you, the only true God, and Jesus Christ whom you have sent. |
17:4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω· | 4 ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· |
I glorified you on the earth, having accomplished the work that you have given me that I should do. | I glorified you on the earth, having accomplished the work that you have given me that I should do. |
17:5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ. | 5 καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ. |
Now, Father, glorify me together with yourself, with the glory which I had with you before the world was. | Now, Father, glorify me together with yourself, with the glory which I had with you before the world was. |
17:6 Ἐφανέρωσά
σου
τὸ
ὄνομα
τοῖς
ἀνθρώποις
οὓς
ἔδωκάς
μοι
ἐκ
τοῦ
κόσμου. σοί ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας καὶ τὸν λόγον σου τετήρηκαν. | 6 Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου· σοί ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ τὸν λόγον σου τετηρήκασι. |
I have revealed your name to the men whom you gave me from out of the world; they were yours and you gave them to me, and they have kept your word. | I have revealed your name to the men whom you gave me from out of the world; they were yours and you gave them to me, and they have kept your word. |
17:7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα ἔδωκάς μοι παρὰ σοῦ εἰσιν· | 7 νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι, παρὰ σοῦ ἐστιν· |
Now they have known that everything you have given me is from you; | Now they have known that everything you have given me is from you; |
17:8 ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. | 8 ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι, δέδωκα αὐτοῖς· καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς, ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. |
because the words which you gave me I have given to them; and they received them and truly knew that I came out from you, and they believed that you sent me. | because the words which you gave me I have given to them; and they received them and truly knew that I came out from you, and they believed that you sent me. |
17:9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ, οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοὶ εἰσιν, | 9 ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοὶ εἰσι, |
I ask concerning them; I don’t ask concerning the world, but concerning those whom you have given me; because they are yours; | I ask concerning them; I don’t ask concerning the world, but concerning those whom you have given me; because they are yours; |
17:10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. | 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς. |
and all things that are mine are yours, and yours are mine; and I have been glorified in them. | and all things that are mine are yours, and yours are mine; and I have been glorified in them. |
17:11 καὶ
οὐκέτι
εἰμὶ
ἐν
τῷ
κόσμῳ,
καὶ
αὐτοὶ
ἐν
τῷ
κόσμῳ
εἰσίν,
κἀγὼ
πρὸς
σὲ
ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. |
11 καὶ
οὐκ
ἔτι
εἰμὶ
ἐν
τῷ
κόσμῳ,
καὶ
οὗτοι
ἐν
τῷ
κόσμῳ
εἰσί,
καὶ
ἐγὼ
πρὸς
σε
ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὕς δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς. |
I am no longer in the world; and yet they are in the world, and I come to you. Holy Father, keep them in your name, the name which you have given me, that they may be one even as we are. | I am no longer in the world; and yet they are in the world, and I come to you. Holy Father, keep them in your name, the name which you have given me, that they may be one even as we are. |
17:12 ὅτε ἤμην μετ᾿ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. | 12 ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. |
While I was with them, I was keeping them in your name which you have given me; and I guarded them and not one of them perished but the son of perdition, so that the Scripture would be fulfilled.[1] | While I was with them in the world, I was keeping them in your name which you have given me; and I guarded them and not one of them perished but the son of perdition, so that the Scripture would be fulfilled.[1] |
17:13 νῦν δὲ πρὸς σὲ ἔρχομαι καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς. | 13 νῦν δὲ πρὸς σε ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς |
But now I come to you; and I speak these things in the world so that they may have my joy made full in themselves. | But now I come to you; and I speak these things in the world so that they may have my joy made full in themselves. |
17:14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. | 14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου, καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. |
I have given them your word; and the world has hated them, because they are not of the world, even as I am not of the world. | I have given them your word; and the world has hated them, because they are not of the world, even as I am not of the world. |
17:15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. | 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου, ἀλλ᾿ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. |
I don’t ask that you should take them out of the world, but that you should keep them from the evil one. | I don’t ask that you should take them out of the world, but that you should keep them from the evil one. |
17:16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. | 16 ἐκ τοῦ κόσμου οὐκ εἰσί, καθὼς ἐγὼ ἐκ τοῦ κόσμου οὐκ εἰμί. |
They are not of the world, even as I am not of the world. | They are not of the world, even as I am not of the world. |
17:17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. | 17 ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστι. |
Sanctify them in the truth; your word is truth. | Sanctify them in your truth; your word is truth. |
17:18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· | 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· |
Just as you sent me into the world, I also have sent them into the world. | Just as you sent me into the world, I also have sent them into the world. |
17:19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. | 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα καὶ αὐτοὶ ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. |
For their sakes I sanctify myself, that they themselves also may be sanctified in truth. | For their sakes I sanctify myself, that they themselves also may be sanctified in truth. |
17:20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, | 20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· |
I don’t ask on behalf of these alone, but also for those who believe in me through their word; | I don’t ask on behalf of these alone, but also for those who believe in me through their word; |
17:21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας. | 21 ἵνα πάντες ἓν ὦσι, καθὼς σύ, πάτερ, ἐν ἐμοί, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας. |
that they may all be one; even as you, Father, are in me and I in you, that they also may be in us, so that the world may believe that you sent me. | that they may all be one; even as you, Father, are in me and I in you, that they also may be in us, so that the world may believe that you sent me. |
17:22 κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· | 22 καὶ ἐγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν· |
The glory which you have given me I have given to them, that they may be one, just as we are one; | The glory which you have given me I have given to them, that they may be one, just as we are one; |
17:23 ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. | 23 ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας, καὶ ἠγάπησας αὐτούς, καθὼς ἐμὲ ἠγάπησας. |
I in them and you in me, that they may be completed in one, so that the world may know that you sent me, and loved them, even as you have loved me. | I in them and you in me, that they may be completed in one, so that the world may know that you sent me, and loved them, even as you have loved me. |
17:24 πάτερ, ὃ δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ᾿ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. | 24 πάτερ, οὕς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ᾿ ἐμοῦ· ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. |
Father, I want that they also, whom you have given me, may be with me where I am, so that they may see my glory which you have given me, because you loved me before the foundation of the world. | Father, I want that they also, whom you have given me, may be with me where I am, so that they may see my glory which you have given me, because you loved me before the foundation of the world. |
17:25 πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· | 25 πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας· |
Oh righteous Father, the world doesn’t know you, yet I have known you; and these have known that you sent me; | Oh righteous Father, the world doesn’t know you, yet I have known you; and these have known that you sent me; |
17:26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς. | 26 καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου, καὶ γνωρίσω· ἵνα ἡ ἀγάπη, ἣν ἠγάπησάς με, ἐν αὐτοῖς ᾖ, κἀγὼ ἐν αὐτοῖς. |
and I have made your name known to them, and will make it known, so that the love with which you loved me may be in them, and I in them.” | and I have made your name known to them, and will make it known, so that the love with which you loved me may be in them, and I in them.” |
[1] Possibly a reference to Ps 41:9 or Ps 109:4-13⇧