top 1 Clement ch 49

Chapter 49

Love bring unity

1  ἔχων ἀγάπην ἐν Χριστῷ ποιησάτω τὰ τοῦ Χριστοῦ παραγγέλματα. Let the one who has love in Christ perform the commandments of Christ.
2 τὸν δεσμὸν τῆς ἀγάπης τοῦ θεοῦ τίς δύναται ἐξηγήσασθαι; Who can describe the bond of the love of God?
3 τὸ μεγαλεῖον τῆς καλλονῆς αὐτοῦ τίς ἀρκετὸς ἐξειπεῖν; Who is able to explain the majesty of its beauty?
4 τὸ ὕψος, εἰς ἀνάγει ἀγάπη, ἀνεκδιήγητόν ἐστιν. The height into which love leads is unexpressible.
5 ἀγάπη κολλᾷ ἡμᾶς τῷ θεῷ, ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, ἀγάπη πάντα ἀνέχεται, πάντα μακροθυμεῖ· οὐδὲν βάναυσον ἐν ἀγάπῃ, οὐδὲν ὑπερήφανον· ἀγάπη σχίσμα οὐκ ἔχει, ἀγάπη οὐ στασιάζει, ἀγάπη πάντα ποιεῖ ἐν ὁμονοίᾳ· ἐν τῇ ἀγάπῃ ἐτελειώθησαν πάντες οἱ ἐκλεκτοὶ τοῦ θεοῦ, δίχα ἀγάπης οὐδὲν εὐάρεστόν ἐστιν τῷ θεῷ. Love unites us with God; love covers a multitude of sins; love endures all things, is patient in all things. There is nothing coarse in love, nothing arrogant. Love has no divisions, love makes no seditions, love does all things in harmony. In love all the elect of God were made mature; without love nothing is pleasing to God;
6 ἐν ἀγάπῃ προσελάβετο ἡμᾶς δεσπότης· διὰ τὴν ἀγάπην, ἣν ἔσχεν πρὸς ἡμᾶς, τὸ αἷμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς κύριος ἡμῶν ἐν θελήματι θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. in love the Master received us. Because of the love He had for us, Jesus Christ our Lord gave His blood for us by the will of God, and His flesh for our flesh and His life for our lives.