top 1 Clement ch 60

Chapter 60

Verses: [1] [2] [3] [4]

Prayer is continued

1 Σὺ γὰρ τὴν ἀέναον τοῦ κόσμου σύστασιν διὰ τῶν ἐνεργουμένων ἐφανεροποίησας·

σύ, κύριε, τὴν οἰκουμένην ἔκτισας, πιστὸς ἐν πάσαις ταῖς γενεαῖς, δίκαιος ἐν τοῖς κρίμασιν, θαυμαστὸς ἐν ἰσχύϊ καὶ μεγαλοπρεπείᾳ, σοφὸς ἐν τῷ κτίζειν καὶ συνετὸς ἐν τῷ τὰ γενόμενα ἑδράσαι, ἀγαθὸς ἐν τοῖς ὁρωμένοις καὶ χρηστὸς ἐν τοῖς πεποιθόσιν ἐπὶ σέ, ἐλεῆμον καὶ οἰκτίρμον,

ἄφες ἡμῖν τὰς ἀνομίας ἡμῶν καὶ τὰς ἀδικίας καὶ τὰ παραπτώματα καὶ πλημμελείας.
Through Your works, You have revealed the everlasting structure of the world.

You, Lord, created the earth.

You are faithful throughout all generations, righteous in Your judgments, marvelous in strength and majesty, wise in creating and prudent in establishing Your works, good in the things that are seen and faithful to those who trust You, merciful and compassionate.

Forgive our law-breaking acts, our unrighteousness, our transgressions, and our negligences.
2 μὴ λογίσῃ πᾶσαν ἁμαρτίαν δούλων σου καὶ παιδισκῶν, ἀλλὰ καθάρισον ἡμᾶς τὸν καθαρισμὸν τῆς σῆς ἀληθείας, καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν ἐν ὁσιότητι καρδίας πορεύεσθαι καὶ ποιεῖν τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιόν σου καὶ ἐνώπιον τῶν ἀρχόντων ἡμῶν. Don't take into account every sin of Your male servants and Your female servants, but cleanse us with the cleansing of Your truth, guide our steps to walk in godliness, righteousness, and purity of heart, and to do what is good and pleasing in Your sight and in the sight of our rulers.
3 ναί, δέσποτα, ἐπίφανον τὸ πρόσωπόν σου ἐφ᾿ ἡμᾶς εἰς ἀγαθὰ ἐν εἰρήνῃ, εἰς τὸ σκεπασθῆναι ἡμᾶς τῇ χειρί σου τῇ κραταιᾷ καὶ ῥυσθῆναι ἀπὸ πάσης ἁμαρτίας τῷ βραχίονί σου τῷ ὑψηλῷ, καὶ ῥῦσαι ἡμᾶς ἀπὸ τῶν μισούντων ἡμᾶς ἀδίκως. Yes, Master, let Your face shine upon us in peace for our good, so that we may be sheltered by Your mighty hand and delivered from every sin by Your uplifted arm. Deliver us from those who hate us unjustly.
4 δὸς ὁμόνοιαν καὶ εἰρήνην ἡμῖν τε καὶ πᾶσιν τοῖς κατοικοῦσιν τὴν γῆν, καθὼς ἔδωκας τοῖς πατράσιν ἡμῶν, ἐπικαλουμένων σε αὐτῶν ὁσίως ἐν πίστει καὶ ἀληθείᾳ, [ὥστε σῴζεσθαι ἡμᾶς] ὑπηκόους γινομένους τῷ παντοκράτορι καὶ ἐνδόξῳ ὀνόματί σου, τοῖς τε ἄρχουσιν καὶ ἡγουμένοις ἡμῶν ἐπὶ τῆς γῆς. Give harmony and peace to us and to all who live on the earth, as You gave to our fathers when they called on You in faith and truth with holiness, [that we may be saved,] while we are obedient to Your almighty and glorious name, and to our rulers and governors upon the earth.