top Hermas: Vision 1

Vision 1 Chapter 1

1  θρέψας με πέπρακέν με Ῥόδῃ τινὶ εἰς Ῥώμην. μετὰ πολλὰ ἔτη ταύτην ἀνεγνωρισάμην καὶ ἠρξάμην αὐτὴν ἀγαπᾶν ὡς ἀδελφήν. The master, who reared me, had sold me to one Rhoda in Rome. After many years, I met her again, and began to love her as a sister.
2 μετὰ χρόνον τινὰ λουομένην εἰς τὸν ποταμὸν τὸν Τίβεριν εἶδον καὶ ἐπέδωκα αὐτῇ τὴν χεῖρα καὶ ἐξήγαγον αὐτὴν ἐκ τοῦ ποταμοῦ. ταύτης οὖν ἰδὼν τὸ κάλλος διελογιζόμην ἐν τῇ καρδίᾳ μου λέγων· Μακάριος ἤμην, εἰ τοιαύτην γυναῖκα εἶχον καὶ τῷ κάλλει καὶ τῷ τρόπῳ. μόνον τοῦτο ἐβουλευσάμην, ἕτερον δὲ οὐδὲ ἕν. After a certain time I saw her bathing in the river Tiber; and I gave her my hand, and led her out of the river. So, seeing her beauty, I reasoned in my heart, saying, "Happy were I, if I had such an one to wife both in beauty and in character." I merely reflected on this and nothing more.
3 μετὰ χρόνον τινα πορευομένου μου εἰς Κώμας καὶ δοξάζοντος τὰς κτίσεις τοῦ θεοῦ, ὡς μεγάλαι καὶ ἐκπρεπεῖς καὶ δυναταί εἰσιν, περιπατῶν ἀφύπνωσα. καὶ πνεῦμά με ἔλαβεν καὶ ἀπήνεγκέ με δι᾿ ἀνοδίας τινός, δι᾿ ἧς ἄνθρωπος οὐκ ἐδύνατο ὁδεῦσαι· ἦν δὲ τόπος κρημνώδης καὶ ἀπερρηγὼς ἀπὸ τῶν ὑδάτων. διαβὰς οὖν τὸν ποταμὸν ἐκεῖνον ἦλθον εἰς τὰ ὁμαλὰ καὶ τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ ἐξομολογεῖσθαί μου τὰς ἁμαρτίας. After a certain time, as I was journeying to Cumae, and glorifying God's creatures for their greatness and splendor and power, as I walked I fell asleep. And a Spirit took me, and bore me away through a pathless tract, through which no man could pass: for the place was precipitous, and broken into clefts by reason of the waters. When then I had crossed the river, I came into the level country, and knelt down, and began to pray to the Lord and to confess my sins.
4 προσευχομένου δέ μου ἠνοίγη οὐρανός, καὶ βλέπω τὴν γυναῖκα ἐκείνην, ἣν ἐπεθύμησα, ἀσπαζομένην με ἐκ τοῦ οὐρανοῦ, λέγουσαν· Ἑρμᾶ χαῖρε. Now, while I prayed, the heaven was opened, and I see the lady, whom I had desired, greeting me from heaven, saying, "Good morrow, Hermas."
5 βλέψας δὲ εἰς αὐτὴν λέγω αὐτῇ· Κυρία, τί σὺ ὧδε ποιεῖς; δὲ ἀπεκρίθη μοι· Ἀνελήμφθην, ἵνα σοῦ τὰς ἁμαρτίας ἐλέγξω πρὸς τὸν κύριον. And, looking at her, I said to her, "Lady, what do you here?" Then she answered me, "I was taken up, that I might convict you of your sins before the Lord."
6 λέγω αὐτῇ· Νῦν σύ μου ἔλεγχος εἶ; Οὔ, φησίν, ἀλλὰ ἄκουσον τὰ ῥήματα, σοί μέλλω λέγειν. θεὸς ἐν τοῖς οὐρανοῖς κατοικῶν καὶ κτίσας ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα καὶ πληθύνας καὶ αὐξήσας ἕνεκεν τῆς ἁγίας ἐκκλησίας αὐτοῦ ὀργίζεταί σοι, ὅτι ἥμαρτες εἰς ἐμέ. I said to her, "Dost you now convict me?" "No, not so," said she, "but hear the words, that I shall say to you. God, Who dwells in the heavens, and created out of nothing the things which are, and increased and multiplied them for His holy Church's sake, is wroth with you, for that you did sin against me."
7 ἀποκριθεὶς αὐτῇ λέγω· Εἰς σὲ ἥμαρτον; ποίῳ τόπῳ πότε σοί αἰσχρὸν ῥῆμα ἐλάλησα; οὐ πάντοτέ σὲ ὡς θεὰν ἡγησάμην; οὐ πάντοτέ σὲ ἐνετράπην ὡς ἀδελφήν; τί μου καταψεύδῃ, γύναι, τὰ πονηρὰ ταῦτα καὶ ἀκάθαρτα; I answered her and said, "Sin against you? In what way? Did I ever speak an unseemly word unto you? Did I not always regard you as a goddess? Did I not always respect you as a sister? How couldst you falsely charge me, lady, with such villainy and uncleanness?
8 γελάσασά μοι λέγει· Ἐπὶ τὴν καρδίαν σου ἀνέβη ἐπιθυμία τῆς πονηρίας. οὐ δοκεῖ σοί ἀνδρὶ δικαίῳ πονηρὸν πρᾶγμα εἶναι, ἐὰν ἀναβῇ αὐτοῦ ἐπὶ τὴν καρδίαν πονηρὰ ἐπιθυμία; ἁμαρτία γέ ἐστιν, καὶ μεγάλη, φησίν. γὰρ δίκαιος ἀνὴρ δίκαια βουλεύεται. ἐν τῷ οὖν δίκαια βουλεύεσθαι αὐτὸν κατορθοῦται δόξα αὐτοῦ ἐν τοῖς οὐρανοῖς καὶ εὐκατάλλακτον ἔχει τὸν κύριον ἐν παντὶ πράγματι αὐτοῦ· οἱ δὲ πονηρὰ βουλευόμενοι ἐν ταῖς καρδίαις αὐτῶν θάνατον καὶ αἰχμαλωτισμὸν ἑαυτοῖς ἐπισπῶνται, μάλιστα οἱ τὸν αἰῶνα τοῦτον περιποιούμενοι καὶ γαυριῶντες ἐν τῷ πλούτῳ αὐτῶν καὶ μὴ ἀντεχόμενοι τῶν ἀγαθῶν τῶν μελλόντων. "Laughing she says unto me, "The desire after evil entered into your heart. No, don't you think that it is an evil deed for a righteous man, if the evil desire should enter into his heart? It is indeed a sin and a great one too," says she; "for the righteous man entertains righteous purposes. While then his purposes are righteous, his repute stands steadfast in the heavens, and he finds the Lord easily propitiated in all that he does. But they who entertain evil purposes in their hearts, bring upon themselves death an captivity, especially they who claim for themselves this present work and boast in its riches, and cling not to the good things that are to come.
9 μετανοήσουσιν αἱ ψυχαὶ αὐτῶν, οἵτινες οὐκ ἔχουσιν ἐλπίδα, ἀλλὰ ἑαυτοὺς ἀπεγνώκασιν καὶ τὴν ζωὴν αὐτῶν. ἀλλὰ σὺ προσεύχου πρὸς τὸν θεόν, καὶ ἰάσεται τὰ ἁμαρτήματά σου καὶ ὅλου τοῦ οἴκου σου καὶ πάντων τῶν ἁγίων. Their souls shall rue it, seeing that they have no hope, but have abandoned themselves and their life. But do you pray unto God and He shall heal your own sins, and those of your whole house, and of all the saints."

Vision 1 Chapter 2

1 Μετὰ τὸ λαλῆσαι αὐτὴν τὰ ῥήματα ταῦτα ἐκλείσθησαν οἱ οὐρανοί· κἀγὼ ὅλος ἤμην πεφρικὼς καὶ λυπούμενος. ἔλεγον δὲ ἐν ἐμαυτῷ· Εἰ αὕτη μοι ἁμαρτία ἀναγράφεται, πῶς δυνήσομαι σωθῆναι; πῶς ἐξιλάσομαι τὸν θεὸν περὶ τῶν ἁμαρτιῶν μου τῶν τελείων; ποίοις ῥήμασιν ἐρωτήσω τὸν κύριον, ἵνα ἱλατεύσηταί μοι; As soon as she had spoken these words the heavens were shut and I was given over to horror and grief Then I said within myself "If this sin is recorded against me, how can I be saved? Or how shall I propitiate God for my sins which are full-blown? Or with which words shall I entreat the Lord that He may be propitious unto me?
2 ταῦτά μου συμβουλευομένου καὶ διακρίνοντος ἐν τῇ κάρδίᾳ μου, βλέπω κατέναντί μου καθέδραν λευκὴν ἐξ ἐρίων χιονίνων γεγονυῖαν μεγάλην· καὶ ἦλθεν γυνὴ πρεσβῦτις ἐν ἱματισμῷ λαμπροτάτῳ, ἔχουσα βιβλίον εἰς τὰς χεῖρας, καὶ ἐκάθισεν μόνη καὶ ἀσπάζεταί με· Ἑρμᾶ, χαῖρε, κἀγὼ λυπούμενος καὶ κλαίων εἶπον· Κυρία, χαῖρε. While I was advising and discussing these matters in my heart, I see, before me a great white chair of snow-white wool; and there came an aged lady in glistening raiment, having a book in her hands, and she sat down alone, and she saluted me, "Good morrow, Hermas." Then I grieved and weeping, said, "Good morrow, lady."
3 καὶ εἶπέν μοι· Τί στυγνός, Ἑρμᾶ; μακρόθυμος καὶ ἀστομάχητος, πάντοτε γελῶν τί οὕτω κατηφὴς τῇ ἰδέᾳ καὶ οὐχ ἱλαρός; κἀγὼ εἶπον αὐτῇ· Ὑπὸ γυναικὸς ἀγαθωτάτης λεγούσης, ὅτι ἥμαρτον εἰς αὐτήν. And she said to me "Why so gloomy, Hermas, you that are patient and good-tempered and are always smiling? Why so downcast in your looks, and far from cheerful?" And I said to her, "Because of an excellent lady's saying that I had sinned against her."
4  δὲ ἔφη· Μηδαμῶς ἐπὶ τὸν δοῦλον τοῦ θεοῦ τὸ πρᾶγμα τοῦτο. ἀλλὰ πάντως ἐπὶ τὴν καρδίαν σου ἀνέβη περὶ αὐτῆς. ἔστιν μὲν τοῖς δούλοις τοῦ θεοῦ τοιαύτη βουλὴ ἁμαρτίαν ἐπιφέρουσα· πονηρὰ γὰρ βουλὴ καὶ ἔκπληκτος εἰς πάνσεμνον πνεῦμα καὶ ἤδη δεδοκιμασμένον, ἐὰν ἐπιθυμήσῃ πονηρὸν ἔργον, καὶ μάλιστα Ἑρμᾶς ἐγκρατής, ἀπεχόμενος πάσης ἐπιθυμίας πονηρᾶς καὶ πλήρης πάσης ἁπλότητος καὶ ἀκακίας μεγάλης. Then she said, "Far be this thing from the servant of God! Nevertheless the thought did enter into your heart concerning her. Now to the servants of God such a purpose brings sin. For it is an evil and mad purpose to overtake a devout spirit that has been already approved, that it should desire an evil deed, and especially if it be Hermas the temperate, who abstains from every evil desire, and is full of all simplicity and of great guilelessness.

Vision 1 Chapter 3

1 Ἀλλ᾿ οὐχ ἕνεκα τούτου ὀργίζεταί σοί θεός, ἀλλ᾿ ἵνα τὸν οἶκόν σου τὸν ἀνομήσαντα εἰς τὸν κύριον καὶ εἰς ὑμᾶς τοὺς γονεῖς αὐτῶν ἐπιστρέψῃς. ἀλλὰ φιλότεκνος ὢν οὐκ ἐνουθέτεις σου τὸν οἶκον, ἀλλὰ ἀφῆκες αὐτὸν καταφθαρῆναι, διὰ τοῦτό σοί ὀργίζεται κύριος· ἀλλὰ ἰάσεταί σου πάντα τὰ προγεγονότα πονηρὰ ἐν τῷ οἴκῳ σου· διὰ γὰρ τὰς ἐκείνων ἁμαρτίας καὶ ἀνομήματα σὺ κατεφθάρης ἀπὸ τῶν βιωτικῶν πράξεων. "Yet it is not for this that God is wroth with you, but that you may convert your family, that has done wrong against the Lord and against you their parents. But out of fondness for your children you did not admonish your family, but did suffer it to become fearfully corrupt. Therefore the Lord is wroth with you. But He will heal all your past sins, which have been committed in your family; for by reason of their sins and iniquities you had been corrupted by the affairs of this world.
2 ἀλλ᾿ πολυσπλαγχνία τοῦ κυρίου ἠλέησέν σὲ καὶ τὸν οἶκόν σου καὶ ἰσχυροποιήσει σὲ καὶ θεμελιώσει σὲ ἐν τῇ δόξῃ αὐτοῦ. σὺ μόνον μὴ ῥᾳθυμήσῃς, ἀλλὰ εὐψύχει καὶ ἰσχυροποίει σου τὸν οἶκον. ὡς γὰρ χαλκεὺς σφυροκοπῶν τὸ ἔργον αὐτοῦ περιγίνεται τοῦ πράγματος οὗ θέλει, οὕτω καὶ λόγος καθημερινὸς δίκαιος περιγίνεται πάσης πονηρίας. μὴ διαλίπῃς οὖν νουθετῶν σου τὰ τέκνα. οἶδα γάρ, ὅτι, ἐὰν μετανοήσουσιν ἐξ ὅλης καρδίας αὐτῶν, ἐγγραφήσονται εἰς τὰς βίβλους τῆς ζωῆς μετὰ τῶν ἁγίων. But the great mercy of the Lord had pity on you and your family, and will strengthen you, and establish you in His glory. Only be not you careless, but take courage, and strengthen your family. For as the smith hammering his work conquers the task which he wills, so also doth righteous discourse repeated daily conquer all evil. Cease not therefore to reprove your children; for I know that if they shall repent with all their heart, they shall be written in the books of life with the saints."
3 μετὰ τὸ παῆναι αὐτῆς τὰ ῥήματα ταῦτα λέγει μοι· Θέλεις ἀκοῦσαί μου ἀναγινωσκούσης; λέγω κἀγώ· Θέλω, κυρία. λέγει μοι· Γενοῦ ἀκροατὴς καὶ ἄκουε τὰς δόξας τοῦ θεοῦ. ἤκουσα μεγάλως καὶ θαυμαστῶς, οὐκ ἴσχυσα μνημονεῦσαι· πάντα γὰρ τὰ ῥήματα ἔκφρικτα, οὐ δύναται ἄνθρωπος βαστάσαι. τὰ οὖν ἔσχατα ῥήματα ἐμνημόνευσα· ἦν γὰρ ἡμῖν σύμφορα καὶ ἥμερα· After these words of hers had ceased, she says unto me, "Wilt you listen to me as I read?" Then say I, "Yes, lady." She says to me, "Be attentive, and hear the glories of God" I listened with attention and with wonder to that which I had no power to remember; for all the words were terrible, such as man cannot bear. The last words however I remembered, for they were suitable for us and gentle.
4 Ἰδού, θεὸς τῶν δυνάμεων, ὃν ἀγαπῶ, δυνάμει κραταιᾷ καὶ τῇ μεγάλῃ συνέσει αὐτοῦ κτίσας τὸν κόσμον καὶ τῇ ἐνδόξῳ βουλῇ περιθεὶς τὴν εὐπρέπειαν τῇ κτίσει αὐτοῦ καὶ τῷ ἰσχυρῷ ῥήματι πήξας τὸν οὐρανὸν καὶ θεμελιώσας τὴν γῆν ἐπὶ ὑδάτων καὶ τῇ ἰδίᾳ σοφίᾳ καὶ προνοίᾳ κτίσας τὴν ἁγίαν ἐκκλησίαν αὐτοῦ, ἣν καὶ ηὐλόγησεν, ἰδού, μεθιστάνει τοὺς οὐρανούς, καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς καὶ τὰς θαλάσσας, καὶ πάντα ὁμαλὰ γίνεται τοῖς ἐκλεκτοῖς αὐτοῦ, ἵνα ἀποδῷ αὐτοῖς τὴν ἐπαγγελίαν, ἣν ἐπηγγείλατο μετὰ πολλῆς δόξης καὶ χαρᾶς, ἐὰν τηρήσωσιν τὰ νόμιμα τοῦ θεοῦ, παρέλαβον ἐν μεγάλῃ πίστει. "Behold, the God of Hosts, Who by His invisible and mighty power and by His great wisdom created the world, and by His glorious purpose clothed His creation with comeliness, and by His strong word fixed the heaven, and founded the earth upon the waters, and by His own wisdom and providence formed His holy Church, which also He blessed-behold, He removes the heavens and the mountains and the hills and the seas, and all things are made level for His elect, that He may fulfill to them the promise which He promised with great glory and rejoicing, if so be that they shall keep the ordinances of God, which they received, with great faith."

Vision 1 Chapter 4

1 ὅτε οὖν ἐτέλεσεν ἀναγινώσκουσα καὶ ἠγέρθη ἀπὸ τῆς καθέδρας, ἦλθαν τέσσαρες νεανίαι καὶ ἦραν τὴν καθέδραν καὶ ἀπῆλθον πρὸς τὴν ἀνατολήν. When then she finished reading and arose from her chair, there came four young men, and they took away the chair, and departed toward the East.
2 προσκαλεῖται δέ με καὶ ἥψατο τοῦ στήθους μου καὶ λέγει μοι· Ἤρεσέν σοί ἀνάγνωσίς μου; καὶ λέγω αὐτῇ· Κυρία, ταῦτά μοι τὰ ἔσχατα ἀρέσκει, τὰ δὲ πρῶτα χαλεπὰ καὶ σκληρά. δὲ ἔφη μοι λέγουσα· Ταῦτα τὰ ἔσχατα τοῖς δικαίοις, τὰ δὲ πρῶτα τοῖς ἔθνεσιν καὶ τοῖς ἀποστάταις. Then she calls me unto her, and she touched my breast, and says to me, "Did my reading please you?" And I say unto her, "Lady, these last words please me, but the former were difficult and hard." Then she spoke to me, saying, "These last words are for the righteous, but the former are for the heathen and the rebellious."
3 λαλούσης αὐτῆς μετ᾿ ἐμοῦ δύο τινὲς ἄνδρες ἐφάνησαν καὶ ἦραν αὐτὴν τῶν ἀγκώνων καὶ ἀπῆλθαν, ὅπου καθέδρα, πρὸς τὴν ἀνατολήν. ἱλαρὰ δὲ ἀπῆλθεν καὶ ὑπάγουσα λέγει μοι· Ἀνδρίζου, Ἑρμᾶ. While she yet spoke with me, two men appeared, and took her by the arms, and they departed, whither the chair also had gone, toward the East. And she smiled as she departed and, as she was going, she says to me, "Play the man, Hermas."