top Hermas: Vision 3

Vision 3 Chapter 1

1 Ἣν εἶδον, ἀδελφοί, τοιαύτη. The third vision, which I saw, brothers, was as follows.
2 νηστεύσας πολλάκις καὶ δεηθεὶς τοῦ κυρίου, ἵνα μοι φανερώσῃ τὴν ἀποκάλυψιν, ἥν μοι ἐπηγγείλατο δεῖξαι διὰ τῆς πρεσβυτέρας ἐκείνης, αὐτῇ τῇ νυκτί μοι ὦπται πρεσβυτέρα καὶ εἶπέν μοι· Ἐπεὶ οὕτως ἐνδεὴς εἶ καὶ σπουδαῖος εἰς τὸ γνῶναι πάντα, ἐλθὲ εἰς τὸν ἀγρόν, ὅπου χονδρίζεις, καὶ περὶ ὥραν πέμπτην ἐμφανισθήσομαί σοί καὶ δείξω σοι, δεῖ σὲ ἰδεῖν. After fasting often, and entreating the Lord to declare unto me the revelation which He promised to show me by the mouth of the aged woman, that very night the aged woman was seen of me, and she said to me, "Seeing that you are so importunate and eager to know all things, come into the country where you abides, and about the fifth hour I will appear, and will show you what you oughtest to see."
3 ἠρώτησα αὐτὴν λέγων· Κυρία, εἰς ποῖον τόπον τοῦ ἀγροῦ; Ὅπου, φησίν, θέλεις. ἐξελεξάμην τόπον καλὸν ἀνακεχωρηκότα. πρὶν δὲ λαλῆσαι αὐτῇ καὶ εἰπεῖν τὸν τόπον, λέγει μοι· Ἥξω ἐκεῖ, ὅπου θέλεις, I asked her, saying, "Lady, to what part of the country?" "Where you wilt," says she. I selected a beautiful and retired spot; but before I spoke to her and named the spot, she says to me, "I will come, whither you willest."
4 ἐγενόμην οὖν, ἀδελφοί, εἰς τὸν ἀγρὸν καὶ συνεψήφισα τὰς ὥρας καὶ ἦλθον εἰς τὸν τόπον, ὅπου διεταξάμην αὐτῇ ἐλθεῖν, καὶ βλέπω συμψέλιον κείμενον ἐλεφάντινον, καὶ ἐπὶ τοῦ συμψελίου ἔκειτο κερβικάριον λινοῦν καὶ ἐπάνω λέντιον ἐξηπλωμένον λινοῦν καρπάσιον. I went then, brothers, into the country, and I counted up the hours, and came to the place where I appointed her to come, and I see an ivory couch placed there, and on the couch there lay a linen cushion, and on the cushion was spread a coverlet of fine linen of flax.
5 ἰδὼν ταῦτα κείμενα καὶ μηδένα ὄντα ἐν τῷ τόπῳ ἔκθαμβος ἐγενόμην, καὶ ὡσεὶ τρόμος με ἔλαβεν καὶ αἱ τρίχες μου ὀρθαί· καὶ ὡσεὶ φρίκη μοι προσῆλθεν μόνου μου ὄντος. ἐν ἐμαυτῷ οὖν γενόμενος καὶ μνησθεὶς τῆς δόξης τοῦ θεοῦ καὶ λαβὼν θάρσος, θεὶς τὰ γόνατα ἐξωμολογούμην τῷ κυρίῳ πάλιν τὰς ἁμαρτίας μου ὡς καὶ πρότερον. When I saw these things so ordered, and no one in the place, I was amazed, and a fit of trembling seized me, and my hair stood on end; and a fit of shuddering came upon me, because I was alone. When then I recovered myself, and remembered the glory of God, and took courage, I knelt down and confessed my sins to the Lord once more, as I had done on the former occasion.
6  δὲ ἦλθεν μετὰ νεανίσκων ἕξ, οὓς καὶ πρότερον ἑωράκειν, καὶ ἑστάθη μοι καὶ κατηκροᾶτο προσευχομένου καὶ ἐξομολογουμένου τῷ κυρίῳ τὰς ἁμαρτίας μου. καὶ ἁψαμένη μου λέγει· Ἑρμᾶ, παῦσαι περὶ τῶν ἁμαρτιῶν σου πάντα ἐρωτῶν· ἐρώτα καὶ περὶ δικαιοσύνης, ἵνα λάβῃς μέρος τι ἐξ αὐτῆς εἰς τὸν οἶκόν σου. Then she came with six young men, the same whom I had seen before, and she stood by me, and listened attentively to me, as I prayed and confessed my sins to the Lord. And she touched me, and said: "Hermas, make an end of constantly entreating for your sins; entreat also for righteousness, that you may take some part forthwith to your family."
7 καὶ ἐξεγείρει με τῆς χειρὸς καὶ ἄγει με πρὸς τὸ συμψέλιον καὶ λέγει τοῖς νεανίσκοις· Ὑπάγετε καὶ οἰκοδομεῖτε. Then she raises me by the hand, and leads me to the couch, and says to the young men, "Go you, and build."
8 καὶ μετὰ τὸ ἀναχωρῆσαι τοὺς νεανίσκους καὶ μόνων ἡμῶν γεγονότων λέγει μοι· Κάθισον ὧδε. λέγω αὐτῇ· Κυρία, ἄφες τοὺς πρεσβυτέρους πρῶτον καθίσαι. σοί λέγω, φησίν, κάθισον. And after the young men had retired and we were left alone, she says to me, "Sit down here." I say to her, "Lady, let the elders sit down first." "Do as I bid you," says she, "sit down."
9 θέλοντος οὖν μου καθίσαι εἰς τὰ δεξιὰ μέρη οὐκ εἴασέ με, ἀλλ᾿ ἐννεύει μοι τῇ χειρί, ἵνα εἰς τὰ ἀριστερὰ μέρη καθίσω. διαλογιζομένου μου οὖν καὶ λυπουμένου, ὅτι οὐκ εἴασέ με εἰς τὰ δεξιὰ μέρη καθίσαι, λέγει μοι· Λυπῇ, Ἑρμᾶ; εἰς τὰ δεξιὰ μέρη τόπος ἄλλων ἐστίν, τῶν ἤδη εὐαρεστηκότων τῷ θεῷ καὶ παθόντων εἵνεκα τοῦ ὀνόματος· σοί δὲ πολλὰ λείπει ἵνα μετ᾿ αὐτῶν καθίσῃς· ἀλλὰ ὡς μένεις τῇ ἁπλότητί σου, μεῖνον, καὶ καθιῇ μετ᾿ αὐτῶν καὶ ὅσοι ἐὰν ἐργάσωνται τὰ ἐκείνων ἔργα καὶ ὑπενέγκωσιν, καὶ ἐκεῖνοι ὑπήνεγκαν. When then I wanted to sit down on the right side, she would not allow me, but beckoned me with her hand that I should sit on the left side. As then I was musing thereon, and was sad because she would not permit me to sit on the right side, she says to me, "Art you sad, Hermas? The place on the right side is for others, even for those who have already been well-pleasing to God, and have suffered for the Name's sake. But you lackest much that you shouldest sit with them; but as you abides in your simplicity, even so, and you shall sit with them, you and as many as shall have done their deeds, and have suffered what they suffered."

Vision 3 Chapter 2

1 Τί, φημί, ὑπήνεγκαν; Ἄκουε, φησίν· μάστιγας, φυλακάς, θλίψεις μεγάλας, σταυρούς, θηρία εἵνεκεν τοῦ ὀνόματος· διὰ τοῦτο ἐκείνων ἐστὶν τὰ δεξιὰ μέρη τοῦ ἁγιάσματος καὶ ὃς ἐὰν πάθῃ διὰ τὸ ὄνομα· τῶν δὲ λοιπῶν τὰ ἀριστερὰ μέρη ἐστίν. ἀλλὰ ἀμφοτέρων, καὶ τῶν ἐκ δεξιῶν καὶ τῶν ἀριστερῶν καθημένων, τὰ αὐτὰ δῶρα καὶ αἱ αὐταὶ ἐπαγγελίαι· μόνον ἐκεῖνοι ἐκ δεξιῶν κάθηνται καὶ ἔχουσιν δόξαν τινά. "What did they suffer?" say I. "Listen," says she. "Stripes, imprisonments, great tribulations, crosses, wild beasts, for the Name's sake. Therefore to them belongs the right side of the Holiness–to them, and to all who shall suffer for the Name. But for the rest is the left side. However, to both, to them who sit on the right, and to them who sit on the left, are the same gifts, and the same promises, only they sit on the right and have a certain glory.
2 σὺ δὲ κατεπίθυμος εἶ καθίσαι ἐκ δεξιῶν μετ᾿ αὐτῶν, ἀλλὰ τὰ ὑστερήματά σου πολλά. καθαρισθήσῃ δὲ ἀπὸ τῶν ὑστερημάτων σου· καὶ πάντες οἱ μὴ διψυχοῦντες καθαρισθήσονται ἀπὸ πάντων τῶν ἁμαρτημάτων εἰς ταύτην τὴν ἡμέραν. You indeed are very desirous to sit on the right with them, but your shortcomings are many; yet you shall be purified from your shortcomings; yes, and all that are not double-minded shall be purified from all their sins unto this day."
3 ταῦτα εἴπασα ἤθελεν ἀπελθεῖν· πεσὼν δὲ αὐτῆς πρὸς τοὺς πόδας ἠρώτησα αὐτὴν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιδείξῃ ἐπηγγείλατο ὅραμα. When she had said this, she wished to depart; but, falling at her feet, I entreated her by the Lord that she would show me the vision which she promised.
4  δὲ πάλιν ἐπελάβετό μου τῆς χειρὸς καὶ ἐγείρει με καὶ καθίζει ἐπὶ τὸ συμψέλιον ἐξ εὐωνύμων· ἐκαθέζετο δὲ καὶ αὐτὴ ἐκ δεξιῶν. καὶ ἐπάρασα ῥάβδον τινὰ λαμπρὰν λέγει μοι· Βλέπεις μέγα πρᾶγμα; λέγω αὐτῇ· Κυρία οὐδὲν βλέπω. λέγει μοι· Σύ, ἰδού, οὐχ ὁρᾷς κατέναντί σου πύργον μέγαν οἰκοδομούμενον ἐπὶ ὑδάτων λίθοις τετραγώνοις λαμπροῖς; Then she again took me by the hand, and raises me, and seats me on the couch at the left hand, while she herself sat on the right. And lifting up a certain glistening rod, she says to me, "Seest you a great thing?" I say to her, "Lady, I see nothing." She says to me, "Look you; do you not see in front of you a great tower being builded upon the waters, of glistening square stones?"
5 ἐν τετραγώνῳ δὲ ᾠκοδομεῖτο πύργος ὑπὸ τῶν ἓξ νεανίσκων τῶν ἐληλυθότων μετ᾿ αὐτῆς· ἄλλαι δὲ μυριάδες ἀνδρῶν παρέφερον λίθους, οἱ μὲν ἐκ τοῦ βυθοῦ, οἱ δὲ ἐκ τῆς γῆς, καὶ ἐπεδίδουν τοῖς ἓξ νεανίσκοις· ἐκεῖνοι δὲ ἐλάμβανον καὶ ᾠκοδόμουν. Now the tower was being builded foursquare by the six young men that came with her. And countless other men were bringing stones, some of them from the deep, and others from the land, and were handing them to the six young men. And they took them and builded.
6 τοὺς μὲν ἐκ τοῦ βυθοῦ λίθους ἑλκομένους πάντας οὕτως ἐτίθεσαν εἰς τὴν οἰκοδομήν· ἡρμοσμένοι γὰρ ἦσαν καὶ συνεφώνουν τῇ ἁρμογῇ μετὰ τῶν ἑτέρων· καὶ οὕτως ἐκολλῶντο ἀλλήλοις, ὥστε τὴν ἁρμογὴν αὐτῶν μὴ φαίνεσθαι. ἐφαίνετο δὲ οἰκοδομὴ τοῦ πύργου ὡς ἐξ ἑνὸς λίθου ᾠκοδομημένη. The stones that were dragged from the deep they placed in every case, just as they were, into the building, for they had been shaped, and they fitted in their joining with the other stones; and they adhered so closely one with another that their joining could not possibly be detected; and the building of the tower appeared as if it were built of one stone.
7 τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπό τῆς ξηρᾶς τοὺς μὲν ἀπέβαλλον, τοὺς δὲ ἐτίθουν εἰς τὴν οἰκοδομήν· ἄλλους δὲ κατέκοπτον καὶ ἔρριπτον μακρὰν ἀπὸ τοῦ πύργου. But of the other stones which were brought from the dry land, some they threw away, and some they put into the building; and others they broke in pieces, and threw to a distance from the tower.
8 ἄλλοι δὲ λίθοι πολλοὶ κύκλῳ τοῦ πύργου ἔκειντο, καὶ οὐκ ἐχρῶντο αὐτοῖς ἐπὶ τὴν οἰκοδομήν· ἦσαν γάρ τινες ἐξ αὐτῶν ἐψωριακότες, ἕτεροι δὲ σχισμὰς ἔχοντες, ἄλλοι δὲ κεκολοβωμένοι, ἄλλοι δὲ λευκοὶ καὶ στρογγύλοι, μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν. Now many other stones were lying round the tower, and they did not use them for the building; for some of them were mildewed, and others had cracks in them, and others were too short, and others were white and round, and did not fit into the building.
9 ἔβλεπον δὲ ἑτέρους λίθους ῥιπτομένους μακρὰν ἀπὸ τοῦ πύργου καὶ ἐρχομένους εἰς τὴν ὁδὸν καὶ μὴ μένοντας ἐν τῇ ὁδῷ, ἀλλὰ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὴν ἀνοδίαν· ἑτέρους δὲ ἐπὶ πῦρ ἐμπίπτοντας καὶ καιομένους· ἑτέρους δὲ πίπτοντας ἐγγὺς ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ, καίπερ θελόντων κυλισθῆναι καὶ ἐλθεῖν εἰς τὸ ὕδωρ. And I saw other stones thrown to a distance from the tower, and coming to the way, and yet not staying in the way, but rolling to where there was no way; and others falling into the fire and burning there; and others falling near the waters, and yet not able to roll into the water, although they desired to roll and to come to the water.

Vision 3 Chapter 3

1 Δείξασά μοι ταῦτα ἤθελεν ἀποτρέχειν. λέγω αὐτῇ· Κυρία, τί μοι ὄφελος ταῦτα ἑωρακότι καὶ μὴ γινώσκοντι, τί ἐστιν τὰ πράγματα; ἀποκριθεῖσά μοι λέγει· Πανοῦργος εἶ ἄνθρωπος, θέλων γινώσκειν τὰ περὶ τὸν πύργον. Ναί, φημί, κυρία, ἵνα τοῖς ἀδελφοῖς ἀναγγείλω καὶ ἱλαρώτεροι γένωνται καὶ ταῦτα ἀκούσαντες γινώσκωσιν τὸν κύριον ἐν πολλῇ δόξῃ. When she had shown me these things, she wished to hurry away. I say to her, "Lady, what advantage is it to me to have seen these things, and yet not to know what the things mean? "She answered and said unto me, "You are an over-curious fellow, in desiring to know all that concerns the tower." "Yes, lady," I said, "that I may announce it to my brothers, and that they [may be the more gladdened and] when they hear [these things] they may know the Lord in great glory." Then said she,
2  δὲ ἔφη· Ἀκούσονται μὲν πολλοί· ἀκούσαντες δέ τινες ἐξ αὐτῶν χαρήσονται, τινὲς δὲ κλαύσονται· ἀλλὰ καὶ οὗτοι, ἐὰν ἀκούσωσιν καὶ μετανοήσωσιν, καὶ αὐτοὶ χαρήσονται. ἄκουε οὖν τὰς παραβολὰς τοῦ πύργου· ἀποκαλύψω γάρ σοί πάντα. καὶ μηκέτι μοι κόπους πάρεχε περὶ ἀποκαλύψεως· αἱ γὰρ ἀποκαλύψεις αὗται τέλος ἔχουσιν· πεπληρωμέναι γάρ εἰσιν. ἀλλ᾿ οὐ παύσῃ αἰτούμενος ἀποκαλύψεις· ἀναιδὴς γὰρ εἶ. "Many shall hear; but when they hear, some of them shall be glad, and others shall weep. Yet even these latter, if they hear and repent, shall likewise be glad. Hear you therefore the parables of the tower; for I will reveal all things unto you. And trouble me no more about revelation; for these revelations have an end, seeing that they have been completed. Nevertheless you wilt not cease asking for revelations; for you are shameless."
3  μὲν πύργος, ὃν βλέπεις οἰκοδομούμενον, ἐγώ εἰμι Ἐκκλησία, ὀφθεῖσα σοί καὶ νῦν καὶ τὸ πρότερον· ἄν οὖν θελήσῃς, ἐπερώτα περὶ τοῦ πύργου, καὶ ἀποκαλύψω σοι, ἵνα χαρῇς μετὰ τῶν ἁγίων. The tower, which you see building, is myself, the Church, which was seen of you both now and aforetime. Ask, therefore, what you willest concerning the tower, and I will reveal it unto you, that you may rejoice with the saints."
4 λέγω αὐτῇ· Κυρία, ἐπεὶ ἅπαξ ἄξιόν με ἡγήσω τοῦ πάντα μοι ἀποκαλύψαι, ἀποκάλυψον. δὲ λέγει μοι· ἐὰν ἐνδέχηταί σοί ἀποκαλυφθῆναι, ἀποκαλυφθήσεται. μόνον καρδία σου πρὸς τὸν θεὸν ἤτω καὶ μὴ διψυχήσεις, ἄν ἴδῃς. I say unto her, "Lady, since you did hold me worthy once for all, that you shouldest reveal all things to me, reveal them." Then she says to me, "Whatsoever is possible to be revealed to you, shall be revealed. Only let your heart be with God, and doubt not in your mind about that which you see."
5 ἐπηρώτησα αὐτήν· Διατί πύργος ἐπὶ ὑδάτων ᾠκοδόμηται, κυρία; Εἶπά σοι, φησίν, καὶ τὸ πρότερον, καὶ ἐκζητεῖς ἐπιμελῶς· ἐκζητῶν οὖν εὑρίσκεις τὴν ἀλήθειαν. διατί οὖν ἐπὶ ὑδάτων ᾠκοδόμηται πύργος, ἄκουε· ὅτι ζωὴ ὑμῶν διὰ ὕδατος ἐσώθη καὶ σωθήσεται. τεθεμελίωται δὲ πύργος τῷ ῥήματι τοῦ παντοκράτορος καὶ ἐνδόξου ὀνόματος, κρατεῖται δὲ ὑπὸ τῆς ἀοράτου δυνάμεως τοῦ δεσπότου. I asked her, "Why is the tower builded upon waters, lady?" "I told you so before," said she, "and indeed you do enquire diligently. So by your enquiry you discoverest the truth. Hear then why the tower is builded upon waters; it is because your life is saved and shall be saved by water. But the tower has been founded by the word of the Almighty and Glorious Name, and is strengthened by the unseen power of the Master."

Vision 3 Chapter 4

1 Ἀποκριθεὶς λέγω αὐτῇ· Κυρία, μεγάλως καὶ θαυμαστῶς ἔχει τὸ πρᾶγμα τοῦτο· οἱ δὲ νεανίσκοι οἱ ἓξ οἱ οἰκοδομοῦντες, τίνες εἰσίν, κυρία; Οὗτοί εἰσιν οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ οἱ πρῶτοι κτισθέντες, οἷς παρέδωκεν κύριος πᾶσαν τὴν κτίσιν αὐτοῦ αὔξειν καὶ οἰκοδομεῖν καὶ δεσπόζειν τῆς κτίσεως πάσης· διὰ τούτων οὖν τελεσθήσεται οἰκοδομὴ τοῦ πύργου. I answered and said unto her, "Lady, this thing is great and marvelous. But the six young men that build, who are they, lady?" "These are the holy angels of God, that were created first of all, unto whom the Lord delivered all His creation to increase and to build it, and to be masters of all creation. By their hands therefore the building of the tower will be accomplished."
2 Οἱ δὲ ἕτεροι οἱ παραφέροντες τοὺς λίθους, τίνες εἰσίν; Καὶ αὐτοὶ ἅγιοι ἄγγελοι τοῦ θεοῦ· οὗτοι δὲ οἱ ἓξ ὑπερέχοντες αὐτούς εἰσιν· συντελεσθήσεται οὖν οἰκοδομὴ τοῦ πύργου, καὶ πάντες ὁμοῦ εὐφρανθήσονται κύκλῳ τοῦ πύργου καὶ δοξάσουσιν τὸν θεόν, ὅτι ἐτελέσθη οἰκοδομὴ τοῦ πύργου. "And who are the others who are bringing the stones in?" "They also are holy angels of God; but these six are superior to them. The building of the tower then shall be accomplished, and all alike shall rejoice in the (completed) circle of the tower, and shall glorify God that the building of the tower was accomplished."
3 ἐπηρώτησα αὐτὴν λέγων· Κυρία, ἤθελον γνῶναι τῶν λίθων τὴν ἔξοδον καὶ τὴν δύναμιν αὐτῶν, ποταπή ἐστιν. ἀποκριθεῖσά μοι λέγει· Οὐχ ὅτι σὺ ἐκ πάντων ἀξιώτερος εἶ, ἵνα σοί ἀποκαλυφθῇ. ἄλλοι γάρ σου πρότεροί εἰσιν καὶ βελτίονές σου, οἷς ἔδει ἀποκαλυφθῆναι τὰ ὁράματα ταῦτα· ἀλλ᾿ ἵνα δοξασθῇ τὸ ὄνομα τοῦ θεοῦ, σοί ἀπεκαλύφθη καὶ ἀποκαλυφθήσεται διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστιν ταῦτα οὐκ ἔστιν. λέγε αὐτοῖς, ὅτι ταῦτα πάντα ἐστὶν ἀληθῆ καὶ οὐθὲν ἔξωθέν ἐστιν τῆς ἀληθείας, ἀλλὰ πάντα ἰσχυρὰ καὶ βέβαια καὶ τεθεμελιωμένα ἐστίν. I enquired of her, saying, "Lady, I could wish to know concerning the end of the stones, and their power, of what kind it is." She answered and said unto me, "It is not that you of all men are especially worthy that it should be revealed to you; for there are others before you, and better than you are, unto whom these visions ought to have been revealed. But that the name of God may be glorified, it has been revealed to you, all shall be revealed, for the sake of the doubtful-minded, who question in their hearts whether these things are so or not. Tell them who all these things are true, and that there is nothing beside the truth, but that all are steadfast, and valid, and established on a firm foundation.

Vision 3 Chapter 5

1 Ἄκουε νῦν περὶ τῶν λίθων τῶν ὑπαγόντων εἰς τὴν οἰκοδομήν. οἱ μὲν οὖν λίθοι οἱ τετράγωνοι καὶ λευκοὶ καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν, οὗτοί εἰσιν οἱ ἀπόστολοι καὶ ἐπίσκοποι καὶ διδάσκαλοι καὶ διάκονοι οἱ πορευθέντες κατὰ τὴν σεμνότητα τοῦ θεοῦ καὶ ἐπισκοπήσαντες καὶ διδάξαντες καὶ διακονήσαντες ἁγνῶς καὶ σεμνῶς τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, οἱ μὲν κεκοιμημένοι, οἱ δὲ ἔτι ὄντες· καὶ πάντοτε ἑαυτοῖς συνεφώνησαν καὶ ἐν ἑαυτοῖς εἰρήνην ἔσχον καὶ ἀλλήλων ἤκουον· διὰ τοῦτο ἐν τῇ οἰκοδομῇ τοῦ πύργου συμφωνοῦσιν αἱ ἁρμογαὶ αὐτῶν. "Hear now concerning the stones that go to the building The stones that are squared and white, and that fit together in their joints, these are the apostles and bishops and teachers and deacons, who walked after the holiness of God, and exercised their office of bishop and teacher and deacon in purity and sanctity for the elect of God, some of them already fallen on sleep, and others still living. And because they always agreed with one another, they both had peace among themselves and listened one to another. Therefore their joinings fit together in the building of the tower."
2 Οἱ δὲ ἐκ τοῦ βυθοῦ ἑλκόμενοι καὶ ἐπιτιθέμενοι εἰς τὴν οἰκοδομὴν καὶ συμφωνοῦντες ταῖς ἁρμογαῖς αὐτῶν μετὰ τῶν ἑτέρων λίθων τῶν ἤδη ᾠκοδομημένων, τίνες εἰσίν; Οὗτοί εἰσιν οἱ παθόντες ἕνεκεν τοῦ ὀνόματος τοῦ κυρίου. "But they who are dragged from the deep, and placed in the building, and that fit together in their joinings with the other stones that are already builded in, who are they?" "These are they who suffered for the name of the Lord."
3 Τοὺς δὲ ἑτέρους λίθους τοὺς φερομένους ἀπὸ τῆς ξηρᾶς θέλω γνῶναι, τίνες εἰσίν, κυρία. ἔφη· Τοὺς μὲν εἰς τὴν οἰκοδομὴν ὑπάγοντας καὶ μὴ λατομουμένους, τούτους κύριος ἐδοκίμασεν, ὅτι ἐπορεύθησαν ἐν τῇ εὐθύτητι τοῦ κυρίου καὶ κατωρθώσαντο τὰς ἐντολὰς αὐτοῦ. "But the other stones that are brought from the dry land, I would fain know who these are, lady." She said, "Those that go to the building, and yet are not hewn, these the Lord has approved because they walked in the uprightness of the Lord, and rightly performed His commandments."
4 Οἱ δὲ ἀγομένην καὶ τιθέμενοι εἰς τὴν οἰκοδομήν, τίνες εἰσίν; Νέοι εἰσὶν ἐν τῇ πίστει καὶ πιστοί. νουθετοῦνται δὲ ὑπὸ τῶν ἀγγέλων εἰς τὸ ἀγαθοποιεῖν, διότι εὑρέθη ἐν αὐτοῖς πονηρία. "But they who are brought and placed in the building, who are they?" "They are young in the faith, and faithful; but they are warned by the angels to do good, because wickedness was found in them."
5 Οὓς δὲ ἀπέβαλλον καὶ ἐρίπτουν, τίνες εἰσίν; Οὗτοί εἰσιν ἡμαρτηκότες καὶ θέλοντες μετανοῆσαι· διὰ τοῦτο μακρὰν οὐκ ἀπερίφησαν ἔξω τοῦ πύργου, ὅτι εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν, ἐὰν μετανοήσωσιν. οἱ οὖν μέλλοντες μετανοεῖν, ἐὰν μετανοήσωσιν, ἰσχυροὶ ἔσονται ἐν τῇ πίστει, ἐὰν νῦν μετανοήσωσιν, ἐν οἰκοδομεῖται πύργος. ἐὰν δὲ τελεσθῇ οἰκοδομή, οὐκέτι ἔχουσιν τόπον, ἀλλ᾿ ἔσονται ἔκβολοι. μόνον δὲ τοῦτο ἔχουσιν, παρὰ τῷ πύργῳ κεῖσθαι. "But those whom they rejected and threw away, who are they?" "These have sinned, and desire to repent, therefore they were not cast to a great distance from the tower, because they will be useful for the building, if they repent. They then that shall repent, if they repent, will be strong in the faith, if they repent now while the tower is building. But if the building shall be finished, they have no more any place, but shall be castaways. This privilege only they have, that they lie near the tower.

Vision 3 Chapter 6

1 Τοὺς δὲ κατακοπτομένους καὶ μακρὰν ῥιπτομένους ἀπὸ τοῦ πύργου θέλεις γνῶναι; οὗτοί εἰσιν οἱ υἱοὶ τῆς ἀνομίας· ἐπίστευσαν δὲ ἐν ὑποκρίσει, καὶ πᾶσα πονηρία οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν· διὰ τοῦτο οὐκ ἔχουσιν σωτηρίαν, ὅτι οὐκ εἰσὶν εὔχρηστοι εἰς οἰκοδομὴν διὰ τὰς πονηρίας αὐτῶν. διὰ τοῦτο συνεκόπησαν καὶ πόρρω ἀπερίφησαν διὰ τὴν ὀργὴν τοῦ κυρίου, ὅτι παρώργισαν αὐτόν. But wouldst you know about them who are broken in pieces, and cast away far from the tower? These are the sons of lawlessness. They received the faith in hypocrisy, and no wickedness was absent from them. Therefore they have not salvation, for they are not useful for building by reason of their wickednesses. Therefore they were broken up and thrown far away by reason of the wrath of the Lord, for they excited Him to wrath.
2 τοὺς δὲ ἑτέρους, οὓς ἑώρακας πολλοὺς κειμένους, μὴ ὑπάγοντας εἰς τὴν οἰκοδομήν, οὗτοι οἱ μὲν ἐψωριακότες εἰσίν, οἱ ἐγνωκότες τὴν ἀλήθειαν, μὴ ἐπιμένοντας δὲ ἐν αὐτῇ. But the rest whom you had seen lying in great numbers, not going to the building, of these they who are mildewed are they who knew the truth, but did not abide in it, nor cling to the saints. Therefore they are useless."
3 Οἱ δὲ τὰς σχισμὰς ἔχοντες, τίνες εἰσί; Οὗτοί εἰσιν οἱ κατ᾿ ἀλλήλων ἐν ταῖς καρδίαις ἔχοντες καὶ μὴ εἰρηνεύοντες ἐν ἑαυτοῖς, ἀλλὰ πρόσωπον εἰρήνης ἔχοντες, ὅταν δὲ ἀπ᾿ ἀλλήλων ἀποχωρήσωσιν, αἱ πονηρίαι αὐτῶν ἐν ταῖς καρδίαις ἐμμένουσιν· αὗται οὖν αἱ σχισμαί εἰσιν, ἃς ἔχουσιν οἱ λίθοι. "But they who have the cracks, who are they?" "These are they who have discord in their hearts against one another, and are not at peace among themselves; who have an appearance of peace, but when they depart from one another, their wickednesses abide in their hearts. These are the cracks which the stones have.
4 οἱ δὲ κεκολοβωμένοι, οὗτοί εἰσιν πεπιστευκότες μὲν καὶ τὸ πλεῖον μέρος ἔχουσιν ἐν τῇ δικαιοσύνῃ, τινὰ δὲ μέρη ἔχουσιν τῆς ἀνομίας· διὰ τοῦτο κολοβοὶ καὶ οὐχ ὁλοτελεῖς εἰσιν. But they who are broken off short, these have believed, and have their greater part in righteousness, but have some parts of lawlessness; therefore they are too short, and are not perfect."
5 Οἱ δὲ λευκοὶ καὶ στρογγύλοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομήν, τίνες εἰσιν, κυρία; ἀποκριθεῖσά μοι λέγει· Ἕως πότε μωρὸς εἶ καὶ ἀσύνετος, καὶ πάντα ἐπερωτᾷς καὶ οὐδὲν νοεῖς; οὗτοί εἰσιν ἔχοντες μὲν πίστιν, ἔχοντες δὲ καὶ πλοῦτον τοῦ αἰῶνος τούτου· ὅταν γένηται θλῖψις, διὰ τὸν πλοῦτον αὐτῶν καὶ διὰ τὰς πραγματείας ἀπαρνοῦνται τὸν κύριον αὐτῶν. "But the white and round stones, which did not fit into the building, who are they, lady?" She answered and said to me, "How long are you foolish and stupid, and enquirest everything, and understandest nothing? These are they who have faith, but have also riches of this world. When tribulation comes, they deny their Lord by reason of their riches and their business affairs."
6 καὶ ἀποκριθεὶς αὐτῇ λέγω· Κυρία, πότε οὖν εὔχρηστοι ἔσονται εἰς τὴν οἰκοδομήν; Ὅταν, φησίν, περικοπῇ αὐτῶν πλοῦτος ψυχαγωγῶν αὐτούς, τότε εὔχρηστοι ἔσονται τῷ θεῷ. ὥσπερ γὰρ λίθος στρογγύλος, ἐὰν μὴ περικοπῇ καὶ ἀποβάλῃ ἐξ αὐτοῦ τι, οὐ δύναται τετράγωνος γενέσθαι, οὕτω καὶ οἱ πλουτοῦντες ἐν τούτῳ τῷ αἰῶνι, ἐὰν μὴ περικοπῇ αὐτῶν πλοῦτος, οὐ δύνανται τῷ κυρίῳ εὔχρηστοι γενέσθαι. And I answered and said unto her, "When then, lady, will they be useful for the building?" "When," she replied, "their wealth, which leads their souls astray, shall be cut away, then will they be useful for God. For just as the round stone, unless it be cut away, and lose some portion of itself, cannot become square, so also they who are rich in this world, unless their riches be cut away, cannot become useful to the Lord.
7 ἀπὸ σεαυτοῦ πρῶτον γνῶθι· ὅτε ἐπλούτεις ἄχρηστος ἦς, νῦν δὲ εὔχρηστος εἶ καὶ ὠφέλιμος τῇ ζωῇ. εὔχρηστοι γίνεσθε τῷ θεῷ· καὶ γὰρ σὺ αὐτὸς χρᾶσαι ἐκ τῶν αὐτῶν λίθων. Learn first from yourself When you had riches, you wast useless; but now you are useful and profitable unto life. Be you useful unto God, for you yourself also are taken from the same stones.

Vision 3 Chapter 7

1 Τοὺς δὲ ἑτέρους λίθους, οὓς εἶδες μακρὰν ἀπὸ τοῦ πύργου ῥιπτομένους καὶ πίπτοντας εἰς τὴν ὁδὸν καὶ κυλιομένους ἐκ τῆς ὁδοῦ εἰς τὰς ἀνοδίας· οὗτοί εἰσιν οἱ πεπιστευκότες μέν, ἀπὸ δὲ τῆς διψυχίας αὐτῶν ἀφίουσιν τὴν ὁδὸν αὐτῶν τὴν ἀληθινήν· δοκοῦντες οὖν βελτίονα ὁδὸν δύνασθαι εὑρεῖν, πλανῶνται καὶ ταλαιπωροῦσιν περιπατοῦντες ἐν ταῖς ἀνοδίαις. "But the other stones which you saw cast far away from the tower and falling into the way and rolling out of the way into the regions where there is no way, these are they who have believed, but by reason of their double heart they abandon their true way. Thus thinking that they can find a better way, they go astray and are sore distressed, as they walk about in the regions where there is no way.
2 οἱ δὲ πίπτοντες εἰς τὸ πῦρ καὶ καιόμενοι, οὗτοί εἰσιν οἱ εἰς τέλος ἀποστάντες τοῦ θεοῦ τοῦ ζῶντος, καὶ οὐκέτι αὐτοῖς ἀνέβη ἐπὶ τὴν καρδίαν τοῦ μετανοῆσαι διὰ τὰς ἐπιθυμίας τῆς ἀσελγείας αὐτῶν καὶ τῶν πονηριῶν ὧν εἰργάσαντο. But they who fall into the fire and are burned, these are they who finally rebelled from the living God, and it no more entered into their hearts to repent by reason of the lusts of their wantonness and of the wickednesses which they wrought.
3 τοὺς δὲ ἑτέρους τοὺς πίπτοντας ἐγγὺς τῶν ὑδάτων καὶ μὴ δυναμένους κυλισθῆναι εἰς τὸ ὕδωρ θέλεις γνῶναι, τίνες εἰσίν; οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες καὶ θέλοντες βαπτισθῆναι εἰς τὸ ὄνομα τοῦ κυρίου· εἶτα ὅταν αὐτοῖς ἔλθῃ εἰς μνείαν ἁγνότης τῆς ἀληθείας, μετανοοῦσιν καὶ πορεύονται πάλιν ὀπίσω τῶν ἐπιθυμιῶν αὐτῶν τῶν πονηρῶν. But the others, which are near the waters and yet cannot roll into the water, wouldest you know who are they? These are they who heard the word, and would be baptized unto the name of the Lord. Then, when they call to their remembrance the purity of the truth, they change their minds, and go back again after their evil desires."
4 ἐτέλεσεν οὖν τὴν ἐξήγησιν τοῦ πύργου. So she finished the explanation of the tower.
5 ἀναιδευσάμενος ἔτι αὐτὴν ἐπηρώτησα, εἰ ἄρα πάντες οἱ λίθοι οὗτοι οἱ ἀποβεβλημένοι καὶ μὴ ἁρμόζοντες εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, εἰ ἔστιν αὐτοῖς μετάνοια καὶ ἔχουσιν τόπον εἰς τὸν πύργον τοῦτον. Ἔχουσιν, φησίν, μετάνοιαν, ἀλλὰ εἰς τοῦτον τὸν πύργον οὐ δύνανται ἁρμόσαι· Still importunate, I asked her further, whether for all these stones that were rejected and would not fit into the building of the tower that was repentance, and they had a place in this tower. "They can repent," she said, "but they cannot be fitted into this tower.
6 ἑτέρῳ δὲ τόπῳ ἁρμόσουσιν πολὺ ἐλάττονι, καὶ τοῦτο ὅταν βασανισθῶσιν καὶ ἐκπληρώσωσιν τὰς ἡμέρας τῶν ἁμαρτιῶν αὐτῶν. καὶ διὰ τοῦτο μετατεθήσονται, ὅτι μετέλαβον τοῦ ῥήματος τοῦ δικαίου. καὶ τότε αὐτοῖς συμβήσεται μετατεθῆναι ἐκ τῶν βασάνων αὐτῶν, διὰ τὰ ἔργα εἰργάσαντο πονηρά. ἐὰν δὲ μὴ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτῶν, οὐ σώζονται διὰ τὴν σκληροκαρδίαν αὐτῶν. Yet they shall be fitted into another place much more humble, but not until they have undergone torments, and have fulfilled the days of their sins. And they shall be changed for this reason, because they participated in the Righteous Word; and then shall it befall them to be relieved from their torments, if the evil deeds, that they have done, come into their heart; but if these come not into their heart, they are not saved by reason of the hardness of their hearts."

Vision 3 Chapter 8

1 ὅτε οὖν ἐπαυσάμην ἐρωτῶν αὐτὴν περὶ πάντων τούτων, λέγει μοι· Θέλεις ἄλλο ἰδεῖν; κατεπίθυμος ὢν τοῦ θεάσασθαι περιχαρὴς ἐγενόμην τοῦ ἰδεῖν. When then I ceased asking her concerning all these things, she says to me; "Would you see something else?" Being very desirous of beholding, I was greatly rejoiced that I should see it.
2 ἐμβλέψασά μοι ὑπεμειδίασεν καὶ λέγει μοι· Βλέπεις ἑπτὰ γυναῖκας κύκλῳ τοῦ πύργου; Βλέπω, φημί, κυρία. πύργος οὗτος ὑπὸ τούτων βαστάζεται κατ᾿ ἐπιταγὴν τοῦ κυρίου. She looked upon me, and smiled, and she says to me, "Seest you seven women round the tower?" "I see them, lady," say I. "This tower is supported by them by commandment of the Lord.
3 ἄκουε νῦν τὰς ἐνεργείας αὐτῶν. μὲν πρώτη αὐτῶν, κρατοῦσα τὰς χεῖρας, Πίστις καλεῖται· διὰ ταύτης σώζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ. Hear now their employments. The first of them, the woman with the strong hands, is called Faith; through her are saved the elect of God.
4  δὲ ἑτέρα, περιεζωσμένη καὶ ἀνδριζομένη, Ἐγκράτεια καλεῖται· αὕτη θυγάτηρ ἐστὶν τῆς Πίστεως. ὃς ἄν οὖν ἀκολουθήσῃ αὐτῇ, μακάριος γίνεται ἐν τῇ ζωῇ αὐτοῦ, ὅτι πάντων τῶν πονηρῶν ἔργων ἀφέξεται, πιστεύων ὅτι, ἐὰν ἀφέξηται πάσης ἐπιθυμίας πονηρᾶς, κληρονομήσει ζωὴν αἰώνιον. And the second, that is girded about and looks like a man, is called Continence; she is the daughter of Faith. Whosoever then shall follow her, becomes happy in his life, for he shall refrain from all evil deeds, believing that, if he refrain from every evil desire, he shall inherit eternal life."
5 αἱ δὲ ἕτεραι, κυρία, τίνες εἰσίν; Θυγατέρες ἀλλήλων εἰσίν καλοῦνται δὲ μὲν Ἁπλότης, δὲ Ἐπιστήμη, δὲ Ἀκακία, δὲ Σεμνότης, δὲ ἀγάπη. ὅταν οὖν τὰ ἔργα τῆς μητρὸς αὐτῶν πάντα ποιήσῃς, δύνασαι ζῆσαι. "And the others, lady, who be they?" "They are daughters one of the other. The name of the one is Simplicity, of the next, Knowledge, of the next, Guilelessness, of the next, Reverence, of the next, Love. When then you shall do all the works of their mother, you can live."
6 Ἤθελον, φημί, γνῶναι, κυρία, τίς τίνα δύναμιν ἔχει αὐτῶν. Ἄκουε, φησίν, τὰς δυνάμεις, ἃς ἔχουσιν. "I would fain know, lady," I say, "what power each of them possesses." "Listen then," says she, "to the powers which they have.
7 κρατοῦνται δὲ ὑπ᾿ ἀλλήλων αἱ δυνάμεις αὐτῶν καὶ ἀκολουθοῦσιν ἀλλήλαις, καθὼς καὶ γεγεννημέναι εἰσίν. ἐκ τῆς Πίστεως γεννᾶται Ἐγκράτεια, ἐκ τῆς Ἐγκρατείας Ἁπλότης, ἐκ τῆς Ἁπλότητος Ἀκακία, ἐκ τῆς Ἀκακίας Σεμνότης, ἐκ τῆς Σεμνότητος Ἐπιστήμη, ἐκ τῆς Ἐπιστήμης ἀγάπη. τούτων οὖν τὰ ἔργα ἁγνὰ καὶ σεμνὰ καὶ θεῖά ἐστιν. Their powers are mastered each by the other, and they follow each other, in the order in which they were born. From Faith is born Continence, from Continence Simplicity, from Simplicity Guilelessness, from Guilelessness Reverence, from Reverence Knowledge, from Knowledge Love. Their works then are pure and reverent and divine.
8 ὃς ἄν οὖν δουλεύσῃ ταύταις καὶ ἰσχύσῃ κρατῆσαι τῶν ἔργων αὐτῶν, ἐν τῷ πύργῳ ἕξει τὴν κατοίκησιν μετὰ τῶν ἁγίων τοῦ θεοῦ. Whosoever therefore shall serve these women, and shall have strength to master their works, shall have his dwelling in the tower with the saints of God."
9 ἐπηρώτων δὲ αὐτὴν περὶ τῶν καιρῶν, εἰ ἤδη συντέλειά ἐστιν. δὲ ἀνέκραγε φωνῇ μεγάλῃ λέγουσα· Ἀσύνετε ἄνθρωπε, οὐχ ὁρᾷς τὸν πύργον ἔτι οἰκοδομούμενον; ὡς ἐὰν οὖν συντελεσθῇ πύργος οἰκοδομούμενος, ἔχει τέλος. ἀλλὰ ταχὺ ἐποικοδομηθήσεται. μηκέτι με ἐπερώτα μηδέν· ἀρκετή σοί ὑπόμνησις αὕτη καὶ τοῖς ἁγίοις καὶ ἀνακαίνωσις τῶν πνευμάτων ὑμῶν. Then I asked her concerning the seasons, whether the consummation is even now. But she cried aloud, saying, "Foolish man, see you not that the tower is still a-building? Whenever therefore the tower shall be finished building, the end comes; but it shall be built up quickly. Ask me no more questions: this reminder is sufficient for you and for the saints, and is the renewal of your spirits.
10 ἀλλ᾿ οὐ σοί μόνῳ ταῦτα ἀπεκαλύφθη, ἀλλ᾿ ἵνα πᾶσιν δηλώσῃς αὐτά, But it was not revealed to yourself alone, but in order that you mightest show these things unto all. After three days–
11 μετὰ τρεῖς ἡμέρας, νοῆσαί σὲ γὰρ δεῖ πρῶτον. ἐντέλλομαι δέ σοί πρῶτον, Ἑρμᾶ, τὰ ῥήματα ταῦτα, σοί μέλλω λέγειν, λαλῆσαι αὐτὰ πάντα εἰς τὰ ὦτα τῶν ἁγίων, ἵνα ἀκούσαντες αὐτὰ καὶ ποιήσαντες καθαρισθῶσιν ἀπὸ τῶν πονηριῶν αὐτῶν καὶ σὺ δὲ μετ᾿ αὐτῶν. for you must understand first, and I charge you, Hermas, first with these words, which I am about to speak to you–(I charge you to) tell all these things into the ears of the saints, that hearing them and doing them they may be purified from their wickednesses, and yourself also with them."

Vision 3 Chapter 9

1 Ἀκούσατέ μου, τέκνα· ἐγὼ ὑμᾶς ἐξέθρεψα ἐν πολλῇ ἁπλότητι καὶ ἀκακίᾳ καὶ σεμνότητι διὰ τὸ ἔλεος τοῦ κυρίου τοῦ ἐφ᾿ ὑμᾶς στάξαντος τὴν δικαιοσύνην, ἵνα δικαιωθῆτε καὶ ἁγιασθῆτε ἀπὸ πάσης πονηρίας καὶ ἀπὸ πάσης σκολιότητος· ὑμεῖς δὲ οὐ θέλετε παῆναι ἀπὸ τῆς πονηρίας ὑμῶν. "Hear me, my children. I brought you up in much simplicity and guilelessness and reverence, through the mercy of the Lord, Who instilled righteousness into you, that you might be justified and sanctified from all wickedness and all crookedness. But you will not to cease from your wickedness.
2 νῦν οὖν ἀκούσατέ μου καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ ἐπισκέπτεσθε ἀλλήλους καί ἀντιλαμβάνεσθε ἀλλήλων, καὶ μὴ μόνοι τὰ κτίσματα τοῦ θεοῦ μεταλαμβάνετε ἐκ καταχύματος, ἀλλὰ μεταδίδοτε καὶ τοῖς ὑστερουμένοις· Now then hear me and be at peace among yourselves, and have regard one to another, and assist one another, and do not partake of the creatures of God alone in abundance, but share them also with those that are in want.
3 οἱ μὲν γὰρ ἀπὸ τῶν πολλῶν ἐδεσμάτων ἀσθένειαν τῇ σαρκὶ αὐτῶν ἐπισπῶνται καὶ λυμαίνονται τὴν σάρκα αὐτῶν· τῶν δὲ μὴ ἐχόντων ἐδέσματα λυμαίνεται σὰρξ αὐτῶν διὰ τὸ μὴ ἔχειν τὸ ἀρκετὸν τῆς τροφῆς, καὶ διαφθείρεται τὸ σῶμα αὐτῶν. For some men through their much eating bring weakness on the flesh, and injure their flesh: whereas the flesh of those who have nought to eat is injured by their not having sufficient nourishment, and their body is ruined.
4 αὕτη οὖν ἀσυνκρασία βλαβερὰ ὑμῖν τοῖς ἔχουσι καὶ μὴ μεταδιδοῦσιν τοῖς ὑστερουμένοις. This exclusiveness therefore is hurtful to you that have and do not share with them who are in want.
5 βλέπετε τὴν κρίσιν τὴν ἐπερχομένην. οἱ ὑπερέχοντες οὖν ἐκζητεῖτε τοὺς πεινῶντας, ἕως οὔπω πύργος ἐτελέσθη· μετὰ γὰρ τὸ τελεσθῆναι τὸν πύργον θελήσετε ἀγαθοποιεῖν, καὶ οὐχ ἕξετε τόπον. Look you to the judgment that comes. You then that have more than enough, seek out them who are hungry, while the tower is still unfinished; for after the tower is finished, you will desire to do good, and will find no place for it.
6 βλέπετε οὖν ὑμεῖς οἱ γαυρούμενοι ἐν τῷ πλούτῳ ὑμῶν, μήποτε στενάξουσιν οἱ ὑστερούμενοι καὶ στεναγμὸς αὐτῶν ἀναβήσεται πρὸς τὸν κύριον καὶ ἐκκλεισθήσεσθε μετὰ τῶν ἀγαθῶν ὑμῶν ἔξω τῆς θύρας τοῦ πύργου. Look you therefore, you that exult in your wealth, lest they who are in want shall moan, and their moaning shall go up unto the Lord, and you with your [abundance of good things be shut outside the door of the tower.
7 νῦν οὖν ὑμῖν λέγω τοῖς προηγουμένοις τῆς ἐκκλησίας καὶ τοῖς πρωτοκαθεδρίταις· μὴ γίνεσθε ὅμοιοι τοῖς φαρμακοῖς. οἱ φαρμακοὶ μὲν οὖν τὰ φάρμακα ἑαυτῶν εἰς τὰς πυξίδας βαστάζουσιν, ὑμεῖς δὲ τὸ φάρμακον ὑμῶν καὶ τὸν ἰὸν εἰς τὴν καρδίαν. Now therefore I say unto you that are rulers of the Church, and that occupy the chief seats; be not you like unto the sorcerers. The sorcerers indeed carry their drugs in boxes, but you carry your drug and your poison in your heart.
8 ἐνεσκιρωμένοι ἐστὲ καὶ οὐ θέλετε καθαρίσαι τὰς καρδίας ὑμῶν καὶ συγκεράσαι ὑμῶν τὴν φρόνησιν ἐπὶ τὸ αὐτὸ ἐν καθαρᾷ καρδίᾳ, ἵνα σχῆτε ἔλεος παρὰ τοῦ βασιλέως τοῦ μεγάλου. You are case-hardened, and you will not cleanse your hearts and mix your wisdom together in a clean heart, that you may obtain mercy from the Great King.
9 βλέπετε οὖν, τέκνα, μήποτε αὗται αἱ διχοστασίαι ἀποστερήσουσιν τὴν ζωὴν ὑμῶν. Look you therefore, children, lest these divisions of yours deprive you of your life.
10 πῶς ὑμεῖς παιδεύειν θέλετε τοὺς ἐκλεκτοὺς κυρίου, αὐτοὶ μὴ ἔχοντες παιδείαν; παιδεύετε οὖν ἀλλήλους καὶ εἰρηνεύετε ἐν αὑτοῖς ἵνα κἀγὼ κατέναντι τοῦ πατρὸς ἱλαρὰ σταθεῖσα λόγον ἀποδῶ ὑπὲρ ὑμῶν πάντων τῷ κυρίῳ. How is it that you wish to instruct the elect of the Lord, while you yourselves have no instruction? Instruct one another therefore, and have peace among yourselves, that I also may stand gladsome before the Father, and give an account concerning you all to your Lord."

Vision 3 Chapter 10

1 ὅτε οὖν ἐπαύσατο μετ᾿ ἐμοῦ λαλοῦσα, ἦλθον οἱ ἓξ νεανίσκοι οἱ οἰκοδομοῦντες καὶ ἀπήνεγκαν αὐτὴν πρὸς τὸν πύργον, καὶ ἄλλοι τέσσαρες ἦραν τὸ συμψέλιον καὶ ἀπήνεγκαν καὶ αὐτὸ πρὸς τὸν πύργον. τούτων τὸ πρόσωπον οὐκ εἶδον, ὅτι ἀπεστραμμένοι ἦσαν. When then she ceased speaking with me, the six young men, who were building, came, and took her away to the tower, and other four lifted the couch, and took it also away to the tower. I saw not the face of these, for they were turned away.
2 ὑπάγουσαν δὲ αὐτὴν ἠρώτων, ἵνα μοι ἀποκαλύψῃ περὶ τῶν τριῶν μορφῶν, ἐν αἷς μοι ἐνεφανίσθη. ἀποκριθεῖσά μοι λέγει· Περὶ τούτων ἕτερον δεῖ σὲ ἐπερωτῆσαι, ἵνα σοί ἀποκαλυφθῇ. And, as she went, I asked her to reveal to me concerning the three forms, in which she had appeared to me. She answered and said to me; "As concerning these things you must ask another, that they may be revealed to you."
3 ὤφθη δέ μοι, ἀδελφοί, τῇ μὲν πρώτῃ ὁράσει τῇ περυσινῇ λίαν πρεσβυτέρα καὶ ἐν καθέδρᾳ καθημένη. Now she was seen of me, brothers, in my first vision of last year, as a very aged woman and seated on a chair.
4 τῇ δὲ ἑτέρᾳ ὁράσει τὴν μὲν ὄψιν νεωτέραν εἶχεν, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας, καὶ ἑστηκυῖά μοι ἐλάλει· ἱλαρωτέρα δὲ ἦν τὸ πρότερον. In the second vision her face was youthful, but her flesh and her hair were aged, and she spoke to me standing; and she was more gladsome than before.
5 τῇ δὲ τρίτῃ ὁράσει ὅλη νεωτέρα καὶ κάλλει ἐκπρεπεστάτη, μόνας δὲ τὰς τρίχας πρεσβυτέρας εἶχεν· ἱλαρὰ δὲ εἰς τέλος ἦν καὶ ἐπὶ συμψελίου καθημένη. But in the third vision she was altogether youthful and of exceeding great beauty, and her hair alone was aged; and she was gladsome exceedingly and seated on a couch. Touching these things I was very greatly anxious to learn this revelation.
6 περὶ τούτων περίλυπος ἤμην λίαν τοῦ γνῶναί με τὴν ἀποκάλυψιν ταύτην, καὶ βλέπω τὴν πρεσβυτέραν ἐν ὁράματι τῆς νυκτὸς λέγουσάν μοι. Πᾶσα ἐρώτησις ταπεινοφροσύνης χρῄζει. νήστευσον οὖν, καὶ λήμψῃ αἰτεῖς παρὰ τοῦ κυρίου. And I see the aged woman in a vision of the night, saying to me, "Every enquiry needs humility. Fast therefore, and you shall receive what you askest from the Lord."
7 ἐνήστευσα οὖν μίαν ἡμέραν, καὶ αὐτῇ τῇ νυκτί μοι ὤφθη νεανίσκος καὶ λέγει μοι· Τί σὺ ὑπὸ χεῖρα αἰτεῖς ἀποκαλύψεις ἐν δεήσει; βλέπε, μήποτε πολλὰ αἰτούμενος βλάψῃς σου τὴν σάρκα. So I fasted one day; and that very night there appeared unto me a young man, and he says to me, "Seeing that you askest me revelations offhand with entreaty, take heed lest by your much asking you injure your flesh.
8 ἀρκοῦσίν σοί αἱ ἀποκαλύψεις αὗται. μήτι δύνῃ ἰσχυροτέρας ἀποκαλύψεις ὧν ἑώρακας ἰδεῖν; Sufficient for you are these revelations. Canst you see mightier revelations than those you had seen?"
9 ἀποκριθείς αὐτῷ λέγω· Κύριε, τοῦτο μόνον αἰτοῦμαι, περὶ τῶν τριῶν μορφῶν τῆς πρεσβυτέρας ἵνα ἀποκάλυψις ὁλοτελὴς γένηται. ἀποκριθείς μοι λέγει· Μέχρι τίνος ἀσύνετοί ἐστε; ἀλλ᾿ αἱ διψυχίαι ὑμῶν ἀσυνέτους ὑμᾶς ποιοῦσιν καὶ τὸ μὴ ἔχειν τὴν καρδίαν ὑμῶν πρὸς τὸν κύριον. I say unto him in reply, "Sir, this one thing alone I ask, concerning the three forms of the aged woman, that a complete revelation may be vouchsafed me." He says to me in answer, How long are you without understanding? It is your double-mindedness that makes you of no understanding, and because your heart is not set toward the Lord."
10 ἀποκριθεὶς αὐτῷ πάλιν εἶπον· Ἀλλ᾿ ἀπὸ σοῦ, κύριε, ἀκριβέστερον αὐτὰ γνωσόμεθα. I answered and said unto him again, "From you, Sir, we shall learn the matters more accurately."

Vision 3 Chapter 11

1 Ἄκουε, φησίν, περὶ τῶν μορφῶν ὧν ἐπιζητεῖς. Listen," says he, "concerning the three forms, of which you enquirest.
2 τῇ μὲν πρώτῃ ὁράσει διατί πρεσβυτέρα ὤφθη σοί καὶ ἐπὶ καθέδραν καθημένη; ὅτι τὸ πνεῦμα ὑμῶν πρεσβύτερον καὶ ἤδη μεμαραμμένον καὶ μὴ ἔχον δύναμιν ἀπὸ τῶν μαλακιῶν ὑμῶν καὶ διψυχιῶν· In the first vision why did she appear to you an aged woman and seated on a chair? Because your spirit was aged, and already decayed, and had no power by reason of your infirmities and acts of double-mindedness.
3 ὥσπερ γὰρ οἱ πρεσβύτεροι, μηκέτι ἔχοντες ἐλπίδα τοῦ ἀνανεῶσαι, οὐδὲν ἄλλο προσδοκῶσιν εἰ μὴ τὴν κοίμησιν αὐτῶν, οὕτως καὶ ὑμεῖς μαλακισθέντες ἀπὸ τῶν βιωτικῶν πραγμάτων παρεδώκατε ἑαυτοὺς εἰς τὰς ἀκηδίας καὶ οὐκ ἐπερίψατε ἑαυτῶν τὰς μερίμνας ἐπὶ τὸν κύριον· ἀλλὰ ἐθραύσθη ὑμῶν διάνοια καὶ ἐπαλαιώθητε ταῖς λύπαις ὑμῶν. For as aged people, having no longer hope of renewing their youth, expect nothing else but to fall asleep, so you also, being weakened with the affairs of this world gave yourselves over to repining, and cast not your cares on the Lord; but your spirit was broken, and you were aged by your sorrows."
4 Διατί οὖν ἐν καθέδρᾳ ἐκάθητο, ἤθελον γνῶναι, κύριε. Ὅτι πᾶς ἀσθενὴς εἰς καθέδραν καθέζεται διὰ τὴν ἀσθένειαν αὐτοῦ, ἵνα συγκρατηθῇ ἀσθένεια τοῦ σώματος αὐτοῦ. ἔχεις τὸν τύπον τῆς πρώτης ὁράσεως. "Why then she was seated on a chair, I would fain know, Sir." "Because every weak person sits on a chair by reason of his weakness, that the weakness of his body may be supported. So you had the symbolism of the first vision."

Vision 3 Chapter 12

1 Τῇ δὲ δευτέρᾳ ὁράσει εἶδες αὐτὴν ἑστηκυῖαν καὶ τὴν ὄψιν νεωτέραν ἔχουσαν καὶ ἱλαρωτέραν παρὰ τὸ πρότερον, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας. ἄκουε, φησίν, καὶ ταύτην τὴν παραβολήν· "But in the second vision you saw her standing, and with her countenance more youthful and more gladsome than before; but her flesh and her hair aged. Listen to this parable also," says he.
2 ὅταν πρεσβύτερός τις, ἤδη ἀφηλπικὼς ἑαυτὸν διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ τὴν πτωχότητα, οὐδὲν ἕτερον προσδέχεται εἰ μὴ τὴν ἐσχάτην ἡμέραν τῆς ζωῆς αὐτοῦ· εἶτα ἐξαίφνης κατελείφθη αὐτῷ κληρονομία, ἀκούσας δὲ ἐξηγέρθη καὶ περιχαρὴς γενόμενος ἐνεδύσατο τὴν ἰσχύν· καὶ οὐκέτι ἀνακεῖται, ἀλλὰ ἕστηκεν, καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα τὸ ἤδη ἐφθαρμένον ἀπὸ τῶν προτέρων αὐτοῦ πράξεων, καὶ οὐκέτι κάθηται, ἀλλὰ ἀνδρίζεται· οὕτως καὶ ὑμεῖς, ἀκούσαντες τὴν ἀποκάλυψιν, ἣν ὑμῖν κύριος ἀπεκάλυψεν, "Imagine an old man, who has now lost all hope of himself by reason of his weakness and his poverty, and expects nothing else except the last day of his life. Suddenly an inheritance is left him. He hears the news, rises up and full of joy clothes himself with strength, and no longer lies down, but stands up, and his spirit, which was now broken by reason of his former circumstances, is renewed again, and he no longer sits, but takes courage; so also was it with you, when you heard the revelation which the Lord revealed unto you.
3 ὅτι ἐσπλαγχνίσθη ἐφ᾿ ὑμᾶς, καὶ ἀνενεώσατο τὰ πνεύματα ὑμῶν καὶ ἀπέθεσθε τὰς μαλακίας ὑμῶν, καὶ προσῆλθεν ὑμῖν ἰσχυρότης καὶ ἐνεδυναμώθητε ἐν τῇ πίστει, καὶ ἰδὼν κύριος τὴν ἰσχυροποίησιν ὑμῶν ἐχάρη· καὶ διὰ τοῦτο ἐδήλωσεν ὑμῖν τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἕτερα δηλώσει, ἐὰν ἐξ ὅλης καρδίας εἰρηνεύετε ἐν ἑαυτοῖς. For He had compassion on you, and renewed your spirits, and you laid aside your maladies, and strength came to you, and you were made powerful in the faith, and the Lord rejoiced to see you put on your strength. And therefore He showed you the building of the tower; yes, and other things also shall He show you, if with your whole heart you be at peace among yourselves.

Vision 3 Chapter 13

1 Τῇ δὲ τρίτῃ ὁράσει εἶδες αὐτὴν νεωτέραν καὶ καλὴν καὶ ἱλαρὰν καὶ καλὴν τὴν μορφὴν αὐτῆς· But in the third vision you saw her younger and fair and gladsome, and her form fair.
2 ὡς ἐὰν γάρ τινι λυπουμένῳ ἔλθῃ ἀγγελία ἀγαθή τις, εὐθὺς ἐπελάθετο τῶν προτέρων λυπῶν καὶ οὐδὲν ἄλλο προσδέχεται εἰ μὴ τὴν ἀγγελίαν, ἣν ἤκουσεν, καὶ ἰσχυροποιεῖται λοιπὸν εἰς τὸ ἀγαθὸν καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα διὰ τὴν χαράν, ἣν ἔλαβεν· οὕτως καὶ ὑμεῖς ἀνανέωσιν εἰλήφατε τῶν πνευμάτων ὑμῶν ἰδόντες ταῦτα τὰ ἀγαθά. For just as when to some mourner comes some piece of good tidings, immediately he forgets his former sorrows, and admits nothing but the tidings which he has heard, and is strengthened thenceforth unto that which is good, and his spirit is renewed by reason of the joy which he has received; so also you have received a renewal of your spirits by seeing these good things.
3 καὶ ὅτι ἐπὶ συμψελίου εἶδες καθημένην, ἰσχυρὰ θέσις, ὅτι τέσσαρας πόδας ἔχει τὸ συμψέλιον καὶ ἰσχυρῶς ἕστηκεν· καὶ γὰρ κόσμος διὰ τεσσάρων στοιχείων κρατεῖται. And whereas you saw her seated on a couch, the position is a firm on; for the couch has four feet and stands firmly; for the world too Is upheld by means of four elements.
4 οἱ οὖν μετανοήσαντες ὁλοτελῶς νέοι ἔσονται καὶ τεθεμελιωμένοι, οἱ ἐξ ὅλης καρδίας μετανοήσαντες. ἀπέχεις ὁλοτελῆ τὴν ἀποκάλυψιν· μηκέτι μηδὲν αἰτήσῃς περὶ ἀποκαλύψεως, ἐάν τι δὲ δέῃ, ἀποκαλυφθήσεταί σοι. They then that have fully repented shall be young again, and founded firmly, seeing that they have repented with their whole heart. There you had the revelation entire and complete. You shall ask nothing more as touching revelation– but if anything be lacking still, it shall be revealed unto you."