top Hermas: Vision 2

Vision 2 Chapter 1

1 Πορευομένου μου εἰς Κώμας κατὰ τὸν καιρόν, ὃν καὶ πέρυσι, περιπατῶν ἀνεμνήσθην τῆς περυσινῆς ὁράσεως, καὶ πάλιν με αἴρει πνεῦμα καὶ ἀποφέρει εἰς τὸν αὐτὸν τόπον, ὅπου καὶ πέρυσι. I was on the way to Cumae, at the same season as last year, and called to mind my last year's vision as I walked; and again a Spirit takes me, and carries me away to the same place as last year.
2 ἐλθὼν οὖν εἰς τὸν τόπον τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ δοξάζειν αὐτοῦ τὸ ὄνομα, ὅτι με ἄξιον ἡγήσατο καὶ ἐγνώρισέν μοι τὰς ἁμαρτίας μου τὰς πρότερον. When then I arrived at the place, I fell upon my knees, and began to pray to the Lord, and to glorify His name, for that he counted me worthy, and made known unto me my former sins.
3 μετὰ δὲ τὸ ἐγερθῆναί με ἀπὸ τῆς προσευχῆς βλέπω ἀπέναντί μου τὴν πρεσβυτέραν, ἣν καὶ πέρυσιν ἑωράκειν, περιπατοῦσαν καὶ ἀναγινώσκουσαν βιβλαρίδιον, καὶ λέγει μοι· Δύνῃ ταῦτα τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ ἀναγγεῖλαι; λέγω αὐτῇ· Κυρία, τοσαῦτα μνημονεῦσαι οὐ δύναμαι· δὸς δέ μοι τὸ βιβλίδιον, ἵνα μεταγράψωμαι αὐτό. Λάβε, φησίν, καὶ ἀποδώσεις μοι. But after I had risen up from prayer, I behold before me the aged lady, whom also I had seen last year, walking and reading a little book. And she says to me, "Canst you report these things to the elect of God?" I say unto her, "Lady, I cannot recollect so much; but give me the little book, that I may copy it." "Take it," says she, "and be sure and return it to me."
4 ἔλαβον ἐγώ, καὶ εἴς τινα τόπον τοῦ ἀγροῦ ἀναχωρήσας μετεγραψάμην πάντα πρὸς γράμμα· οὐχ ηὕρισκον γὰρ τὰς συλλαβάς. τελέσαντος οὖν τὰ γράμματα τοῦ βιβλιδίου ἐξαίφνης ἡρπάγη μου ἐκ τῆς χειρὸς τὸ βιβλίδιον· ὑπὸ τίνος δὲ οὐκ εἶδον. I took it, and retiring to a certain spot in the country I copied it letter for letter: for I could not make out the syllables. When then I had finished the letters of the book, suddenly the book was snatched out of my hand; but by whom I did not see.

Vision 2 Chapter 2

1 Μετὰ δὲ δέκα καὶ πέντε ἡμέρας νηστεύσαντός μου καὶ πολλὰ ἐρωτήσαντος τὸν κύριον ἀπεκαλύφθη μοι γνῶσις τῆς γραφῆς. ἦν δὲ γεγραμμένα ταῦτα· Now after fifteen days, when I had fasted and entreated the Lord earnestly, the knowledge of the writing was revealed to me. And this is what was written:–
2 τὸ σπέρμα σου, Ἑρμᾶ, ἠθέτησαν εἰς τὸν θεὸν καὶ ἐβλασφήμησαν εἰς τὸν κύριον καὶ προέδωκαν τοὺς γονεῖς αὐτῶν ἐν πονηρίᾳ μεγάλῃ καὶ ἤκουσαν προδόται γονέων καὶ προδόντες οὐκ ὠφελήθησαν, ἀλλὰ ἔτι προσέθηκαν ταῖς ἁμαρτίαις αὐτῶν τὰς ἀσελγείας καὶ συμφυρμοὺς πονηρίας, καὶ οὕτως ἐπλήσθησαν αἱ ἀνομίαι αὐτῶν. "Your seed, Hermas, have sinned against God, and have blasphemed the Lord, and have betrayed their parents through great wickedness, yes, they have got the name of betrayers of parents, and yet they did not profit by their betrayal; and they still further added to their sins wanton deeds and reckless wickedness; and so the measure of their transgressions was filled up.
3 ἀλλὰ γνώρισον ταῦτα τὰ ῥήματα τοῖς τέκνοις σου πᾶσιν καὶ τῇ συμβίῳ σου τῇ μελλούσῃ ἀδελφῇ· καὶ γὰρ αὕτη οὐκ ἀπέχεται τῆς γλώσσης, ἐν πονηρεύεται· ἀλλὰ ἀκούσασα τὰ ῥήματα ταῦτα ἀφέξεται καὶ ἕξει ἔλεος. But make these words known to all your children, and to your wife who shall be as your sister; for she too refrains not from using her tongue, with which she does evil. But, when she hears these words, she will refrain, and will find mercy.
4 μετὰ τὸ γνωρίσαι σὲ ταῦτα τὰ ῥήματα αὐτοῖς, ἐνετείλατό μοι δεσπότης ἵνα σοί ἀποκαλυφθῇ, τότε ἀφίενται αὐτοῖς αἱ ἁμαρτίαι πᾶσαι, ἃς πρότερον ἥμαρτον, καὶ πᾶσιν τοῖς ἁγίοις τοῖς ἁμαρτήσασιν μέχρι ταύτης τῆς ἡμέρας, ἐὰν ἐξ ὅλης τῆς καρδίας μετανοήσωσιν καὶ ἄρωσιν ἀπὸ τῆς καρδίας αὐτῶν τὰς διψυχίας. After that you had made known unto them all these words, which the Master commanded me that they should be revealed unto you, then all their sins which they sinned aforetime are forgiven to them; yes, and to all the saints that have sinned unto this day, if they repent with their whole heart, and remove double-mindedness from their heart.
5 ὤμοσεν γὰρ δεσπότης κατὰ τῆς δόξης αὐτοῦ ἐπὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ· ἐὰν ὡρισμένης τῆς ἡμέρας ταύτης ἔτι ἁμάρτησις γένηται, μὴ ἔχειν αὐτοὺς σωτηρίαν· γὰρ μετάνοια τοῖς δικαίοις ἔχει τέλος· πεπλήρωνται αἱ ἡμέραι μετανοίας πᾶσιν τοῖς ἁγίοις· καὶ τοῖς δὲ ἔθνεσιν μετάνοιά ἐστιν ἕως ἐσχάτης ἡμέρας. For the Master sware by His own glory, as concerning His elect; that if, now that this day has been set as a limit, sin shall hereafter be committed, they shall not find salvation; for repentance for the righteous has an end; the days of repentance are accomplished for all the saints; whereas for the Gentiles there is repentance until the last day.
6 ἐρεῖς οὖν τοῖς προηγουμένοις τῆς ἐκκλησίας, ἵνα κατορθώσωνται τὰς ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ, ἵνα ἀπολάβωσιν ἐκ πλήρους τὰς ἐπαγγελίας μετὰ πολλῆς δόξης. You shall therefore say unto the elders of the Church, that they direct their paths in righteousness, that they may receive in full the promises with abundant glory.
7 ἐμμείνατε οὖν οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην καὶ μὴ διψυχήσητε, ἵνα γένηται ὑμῶν πάροδος μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. μακάριοι ὑμεῖς, ὅσοι ὑπομένετε τὴν θλῖψιν τὴν ἐρχομένην τὴν μεγάλην καὶ ὅσοι οὐκ ἀρνήσονται τὴν ζωὴν αὐτῶν. You therefore that work righteousness be steadfast, and be not double-minded, that you may have admission with the holy angels. Blessed are you, as many as endure patiently the great tribulation that comes, and as many as shall not deny their life.
8 ὤμοσεν γὰρ κύριος κατὰ τοῦ υἱοῦ αὐτοῦ, τοὺς ἀρνησαμένους τὸν Χριστὸν αὐτῶν ἀπεγνωρίσθαι ἀπὸ τῆς ζωῆς αὐτῶν, τοὺς νῦν μέλλοντας ἀρνεῖσθαι ταῖς ἐρχομέναις ἡμέραις· τοῖς δὲ πρότερον ἀρνησαμένοις, διὰ τὴν πολυσπλαγχνίαν ἵλεως ἐγένετο αὐτοῖς. For the Lord swear concerning His Son, that those who denied their Lord should be rejected from their life, even they who are now about to deny Him in the coming days; but to those who denied Him aforetime, to them mercy was given of His great loving kindness.

Vision 2 Chapter 3

1 Σὺ δέ, Ἑρμᾶ, μηκέτι μνησικακήσῃς τοῖς τέκνοις σου μηδὲ τὴν ἀδελφήν σου ἐάσῃς, ἵνα καθαρισθῶσιν ἀπὸ τῶν προτέρων ἁμαρτιῶν αὐτῶν. παιδευθήσονται γὰρ παιδείᾳ δικαίᾳ, ἐὰν σὺ μὴ μνησικακήσῃς αὐτοῖς. μνησικακία θάνατον κατεργάζεται. σὺ δέ, Ἑρμᾶ, μεγάλας θλίψεις ἔσχες ἰδιωτικὰς διὰ τὰς παραβάσεις τοῦ οἴκου σου, ὅτι οὐκ ἐμέλησέν σοί περὶ αὐτῶν· ἀλλὰ παρενεθυμήθης καὶ ταῖς πραγματείαις σου συνανεφύρης ταῖς πονηραῖς· "But do you, Hermas, no longer bear a grudge against your children, neither suffer your sister to have her way, so that they may be purified from their former sins. For they shall be chastised with a righteous chastisement, unless you bear a grudge against them yourself. The bearing of a grudge works death. But you, Hermas, had had great tribulations of your own, by reason of the transgressions of your family, because you had no care for them. For you wast neglectful of them, and wast mixed up with your evil transactions.
2 ἀλλὰ σώζει σὲ τὸ μὴ ἀποστῆναί σὲ ἀπὸ θεοῦ ζῶντος καὶ ἁπλότης σου καὶ πολλὴ ἐγκράτεια· ταῦτα σέσωκέν σε, ἐὰν ἐμμείνῃς, καὶ πάντας σώζει τοὺς τὰ τοιαῦτα ἐργαζομένους καὶ πορευομένους ἐν ἀκακίᾳ καὶ ἁπλότητι. οὗτοι κατισχύσουσιν πάσης πονηρίας καὶ παραμενοῦσιν εἰς ζωὴν αἰώνιον. But herein is your salvation, in that you did not depart from the living God, and in your simplicity and your great continence. These have saved you, if you abides therein; and they save all who do such things, and walk in guilelessness and simplicity. These men prevail over all wickedness, and continue unto life eternal.
3 μακάριοι πάντες οἱ ἐργαζόμενοι τὴν δικαιοσύνην. οὐ διαφθαρήσονται ἕως αἰῶνος. Blessed are all they who work righteousness. They shall never be destroyed.
4 ἐρεῖς δὲ Μαξίμῳ· Ἰδοὺ θλῖψις ἔρχεται· ἐάν σοι φανῇ, πάλιν ἄρνησαι. ἐγγὺς κύριος τοῖς ἐπιστρεφομένοις, ὡς γέγραπται ἐν τῷ Ἐλδὰδ καὶ Μωδάτ, τοῖς προφητεύσασιν ἐν τῇ ἐρήμῳ τῷ λαῷ. But you shall say to Maximus, "Behold tribulation comes (upon you), if you think fit to deny a second time. The Lord is nigh unto them who turn unto him, as it is written in Eldad and Modat, who prophesied to the people in the wilderness."

Vision 2 Chapter 4

1 Ἀπεκαλύφθη δέ μοι, ἀδελφοί, κοιμωμένῳ ὑπὸ νεανίσκου εὐειδεστάτου λέγοντός μοι· τὴν πρεσβυτέραν, παρ᾿ ἧς ἔλαβες τὸ βιβλίδιον, τίνα δοκεῖς εἶναι; ἐγώ φημι· Τὴν Σίβυλλαν. Πλανᾶσαι, φησίν, οὐκ ἔστιν. Τίς οὖν ἐστιν; φημί. Ἐκκλησία, φησίν. εἶπον αὐτῷ· Διατί οὖν πρεσβυτέρα; Ὅτι, φησίν, πάντων πρώτη ἐκτίσθη· διὰ τοῦτο πρεσβυτέρα· καὶ διὰ ταύτην κόσμος κατηρτίσθη. Now, brothers, a revelation was made unto me in my sleep by a youth of exceeding fair form, who said to me, "Whom thinkest you the aged woman, from whom you receivedst the book, to be?" I say, "The Sibyl" "You are wrong," says he, "she is not." "Who then is she?" I say. "The Church," says he. I said unto him, "Why then is she aged?" "Because," says he, "she was created before all things; therefore is she aged; and for her sake the world was framed."
2 μετέπειτα δὲ ὅρασιν εἶδον ἐν τῷ οἴκῳ μου. ἦλθεν πρεσβυτέρα καὶ ἠρώτησέν με, εἰ ἤδη τὸ βιβλίον δέδωκα τοῖς πρεσβυτέροις. ἠρνησάμην δεδωκέναι. Καλῶς, φησίν, πεποίηκας· ἔχω γὰρ ῥήματα προσθεῖναι. ὅταν οὖν ἀποτελέσω τὰ ῥήματα πάντα, διὰ σοῦ γνωρισθήσεται τοῖς ἐκλεκτοῖς πᾶσιν. And afterwards I saw a vision in my house. The aged woman came, and asked me, if I had already given the book to the elders. I said that I had not given it. "You had done well," she said, "for I have words to add. When then I shall have finished all the words, it shall be made known by your means to all the elect.
3 γράψεις οὖν δύο βιβλαρίδια καὶ πέμψεις ἓν Κλήμεντι καὶ ἓν Γραπτῇ. πέμψει οὖν Κλήμης εἰς τὰς ἔξω πόλεις, ἐκείνῳ γὰρ ἐπιτέτραπται· Γραπτὴ δὲ νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς. σὺ δὲ ἀναγνώσῃ εἰς ταύτην τὴν πόλιν μετὰ τῶν πρεσβυτέρων τῶν προϊσταμένων τῆς ἐκκλησίας. You shall therefore write two little books, and shall send one to Clement, and one to Grapte. So Clement shall send to the foreign cities, for this is his duty; while Grapte shall instruct the widows and the orphans. But you shall read (the book) to this city along with the elders that preside over the Church.