1:1 Ἐπειδὴ
ὁρῶ,
κράτιστε
Διόγνητε,
ὑπερεσπουδακότα
σε
τὴν
θεοσέβειαν
τῶν
Χριστιανῶν
μαθεῖν
καὶ
πάνυ
σαφῶς
καὶ
ἐπιμελῶς
πυνθανόμενον
περὶ
αὐτῶν,
τίνι
τε
θεῷ
πεποιθότες
καὶ
πῶς
θρησκεύοντες
αὐτὸν
τόν
τε
κόσμον
ὑπερορῶσι
πάντες
καὶ
θανάτου
καταφρονοῦσι
καὶ
οὔτε
τοὺς
νομιζομένους
ὑπὸ
τῶν
Ἑλλήνων
θεοὺς
λογίζονται
οὔτε
τὴν
Ἰουδαίων
δεισιδαιμονίαν
φυλάσσουσι,
καὶ
τίνα
τὴν
φιλοστοργίαν
ἔχουσι
πρὸς
ἀλλήλους,
καὶ
τί
δή
ποτε
καινὸν
τοῦτο
γένος
ἢ
ἐπιτήδευμα
εἰσῆλθεν
εἰς
τὸν
βίον
νῦν
καὶ
οὐ
πρότερον·
|
Since I see, most excellent Diognetus, that you are exceedingly anxious to understand the religion of the Christians, and that your enquiries respecting them are distinctly and carefully made, as to what God they trust and how they worship Him, that they all disregard the world and despise death, and take no account of those who are regarded as gods by the Greeks, neither observe the superstition of the Jews, and as to the nature of the affection which they entertain one to another, and of this new development or interest, which has entered into men's lives now and not before:
|
1:2 ἀποδέχομαί
γε
τῆς
προθυμίας
σὲ
ταύτης
καὶ
παρὰ
τοῦ
θεοῦ,
τοῦ
καὶ
τὸ
λέγειν
καὶ
τὸ
ἀκούειν
ἡμῖν
χορηγοῦντος,
αἰτοῦμαι
δοθῆναι
ἐμοὶ
μὲν
εἰπεῖν
οὕτως,
ὡς
μάλιστα
ἄν
ἀκούσαντά
σὲ
βελτίω
γενέσθαι,
Σοὶ
τε
οὕτως
ἀκοῦσαι,
ὡς
μὴ
λυπηθῆναι
τὸν
εἰπόντα.
|
I gladly welcome this zeal in you, and I ask of God, Who supplies both the speaking and the hearing to us, that it may be granted to myself to speak in such a way that you may be made better by the hearing, and to you that you may so listen that I the speaker may not be disappointed.
|
2:1 Ἄγε
δή,
καθάρας
σεαυτὸν
ἀπὸ
πάντων
τῶν
προκατεχόντων
σου
τὴν
διάνοιαν
λογισμῶν
καὶ
τὴν
ἀπατῶσάν
σε
συνήθειαν
ἀποσκευασάμενος
καὶ
γενόμενος
ὥσπερ
ἐξ
ἀρχῆς
καινὸς
ἄνθρωπος,
ὡς
ἂν
καὶ
λόγον
καινοῦ,
καθάπερ
καὶ
αὐτὸς
ὡμολόγησας,
ἀκροατὴς
ἐσόμενος·
ἴδε
μὴ
μόνον
τοῖς
ὀφθαλμοῖς,
ἀλλὰ
καὶ
τῇ
φρονήσει,
τίνος
ὑποστάσεως
ἢ
τίνος
εἴδους
τυγχάνουσιν,
οὓς
ἐρεῖτε
καὶ
νομίζετε
θεούς.
|
Come then, clear yourself of all the prepossessions which occupy your mind, and throw off the habit which leads you astray, and become a new man, as it were, from the beginning, as one who would listen to a new story, even as you yourself did confess. See not only with your eyes, but with your intellect also, of what substance or of what form they chance to be whom you call and regard as gods.
|
2:2 οὐχ
ὁ
μέν
τις
λίθος
ἐστίν,
ὅμοιος
τῷ
πατουμένῳ,
ὁ
δ᾿
ἐστὶ
χαλκός,
οὐ
κρείσσων
τῶν
εἰς
τὴν
χρῆσιν
ἡμῖν
κεχαλκευμένων
σκευῶν,
ὁ
δὲ
ξύλον,
ἤδη
καὶ
σεσηπός,
ὁ
δὲ
ἄργυρος,
χρῄζων
ἀνθρώπου
τοῦ
φυλάξαντος,
ἵνα
μὴ
κλαπῇ,
ὁ
δὲ
σίδηρος,
ὑπὸ
ἰοῦ
διεφθαρμένος,
ὁ
δὲ
ὄστρακον,
οὐδὲν
τοῦ
κατεσκευασμένου
πρὸς
τὴν
ἀτιμοτάτην
ὑπηρεσίαν
εὐπρεπέστερον;
|
Is not one of them stone, like that which we tread under foot, and another bronze, no better than the vessels which are forged for our use, and another wood, which has already become rotten, and another silver, which needs a man to guard it lest it be stolen, and another iron, which is corroded with rust, and another earthenware, not a whit more comely than that which is supplied for the most dishonourable service?
|
2:3 οὐ
φθαρτῆς
ὕλης
ταῦτα
πάντα;
οὐχ
ὑπὸ
σιδήρου
καὶ
πυρὸς
κεχαλκευμένα;
οὐχ
ὃ
μὲν
αὐτῶν
λιθοξόος,
ὃ
δὲ
χαλκεύς,
ὃ
δὲ
ἀργυροκόπος,
ὃ
δὲ
κεραμεὺς
ἔπλασεν;
οὐ
πρὶν
ἢ
ταῖς
τέχναις
τούτων
εἰς
τὴν
μορφὴν
τούτων
ἐκτυπωθῆναι,
ἦν
ἕκαστον
αὐτῶν
ἑκάστῳ,
ἔτι
καὶ
νῦν,
μεταμεμορφωμένον;
οὐ
τὰ
νῦν
ἐκ
τῆς
αὐτῆς
ὕλης
ὄντα
σκεύη
γένοιτ᾿
ἄν,
εἰ
τύχοι
τῶν
αὐτῶν
τεχνιτῶν,
ὅμοια
τοιούτοις;
|
Are not all these of perishable matter? Are they not forged by iron and fire? Did not the sculptor make one, and the brass-founder another, and the silversmith another, and the potter another? Before they were moulded into this shape by the crafts of these several artificers, was it not possible for each one of them to have been changed in form and made to resemble these several utensils? Might not the vessels which are now made out of the same material, if they met with the same artificers, be made like unto such as these?
|
2:4 οὐ
ταῦτα
πάλιν,
τὰ
νῦν
ὑφ᾿
ὑμῶν
προσκυνούμενα,
δύναιτ᾿
ἂν
ὑπὸ
ἀνθρώπων
σκεύη
ὅμοια
γενέσθαι
τοῖς
λοιποῖς;
οὐ
κωφὰ
πάντα;
οὐ
τυφλά;
οὐκ
ἄψυχα;
οὐκ
ἀναίσθητα;
οὐκ
ἀκίνητα;
οὐ
πάντα
σηπόμενα;
οὐ
πάντα
φθειρόμενα;
|
Could not these things which are now worshipped by you, by human hands again be made vessels like the rest? Are not they all deaf and blind, are they not soul-less, senseless, motionless? Do they not all rot and decay?
|
2:5 ταῦτα
θεοὺς
καλεῖτε;
τούτοις
δουλεύετε;
τούτοις
προσκυνεῖτε,
τέλεον
δ᾿
αὐτοῖς
ἐξομοιοῦσθε.
|
These things you call gods, to these you are slaves, these you worship; and you end by becoming altogether like unto them.
|
2:6 διὰ
τοῦτο
μισεῖτε
Χριστιανούς,
ὅτι
τούτους
οὐχ
ἡγοῦνται
θεούς;
|
Therefore you hate the Christians, because they do not consider these to be gods.
|
2:7 ὑμεῖς
γὰρ
αἰνεῖν
νομίζοντες
καὶ
οἰόμενοι,
οὐ
πολὺ
πλέον
αὐτῶν
καταφρονεῖτε;
οὐ
πολὺ
μᾶλλον
αὐτοὺς
χλευάζετε
καὶ
ὑβρίζετε,
τοὺς
μὲν
λιθίνους
καὶ
ὀστρακίνους
σέβοντες
ἀφυλάκτους,
τοὺς
δὲ
ἀργυρέους
καὶ
χρυσοῦς
ἐγκλείοντες
ταῖς
νυξί,
καὶ
ταῖς
ἡμέραις
φύλακας
παρακαθιστάντες,
ἵνα
μὴ
κλαπῶσιν;
|
For do not you yourselves, who now regard and worship them, much more despise them? Do you not much rather mock and insult them, worshipping those who are of stone and earthenware unguarded, but shutting up those who are of silver and gold by night, and setting guards over them by day, to prevent their being stolen?
|
2:8 αἷς
δὲ
δοκεῖτε
τιμαῖς
προσφέρειν,
εἰ
μὲν
αἰσθάνονται,
κολάζετε
μᾶλλον
αὐτούς·
εἰ
δὲ
ἀναισθητοῦσιν,
ἐλέγχοντες
αἵματι
καὶ
κνίσαις
αὐτοὺς
θρησκεύετε.
|
And as for the honours which you think to offer to them, if they are sensible of them, you rather punish them thereby, whereas, if they are insensible, you reproach them by propitiating them with the blood and fat of victims.
|
2:9 ταῦθ᾿
ὑμῶν
τις
ὑπομεινάτω,
ταῦτα
ἀνασχέσθω
τις
ἑαυτῷ
γενέσθαι.
ἀλλὰ
ἄνθρωπος
μὲν
οὐδὲ
εἷς
ταύτης
τῆς
κολάσεως
ἑκὼν
ἀνέξεται,
αἴσθησιν
γὰρ
ἔχει
καὶ
λογισμόν·
ὁ
δὲ
λίθος
ἀνέχεται,
ἀναισθητεῖ
γάρ.
οὐκ
οὖν
τὴν
αἴσθησιν
αὐτοῦ
ἐλέγχετε;
|
Let one of yourselves undergo this treatment, let him submit to these things being done to him. No, not so much as a single individual will willingly submit to such punishment, for he has sensibility and reason; but a stone submits, because it is insensible. Therefore you convict his sensibility.
|
2:10 περὶ
μὲν
οὖν
τοῦ
μὴ
δεδουλῶσθαι
Χριστιανοὺς
τοιούτοις
θεοῖς
πολλὰ
μὲν
ἂν
καὶ
ἄλλα
εἰπεῖν
ἔχοιμι·
εἰ
δέ
τινι
μὴ
δοκοίη
κἂν
ταῦτα
ἱκανά,
περισσὸν
ἡγοῦμαι
καὶ
τὸ
πλείω
λέγειν.
|
Well, I could say much besides concerning the Christians not being enslaved to such gods as these; but if any one should think what has been said insufficient, I hold it superfluous to say more.
|
3:1 Ἑξῆς
δὲ
περὶ
τοῦ
μὴ
κατὰ
τὰ
αὐτὰ
Ἰουδαίοις
θεοσεβεῖν
αὐτοὺς
οἶμαί
σε
μάλιστα
ποθεῖν
ἀκοῦσαι.
|
In the next place, I fancy that you are chiefly anxious to hear about their not practising their religion in the same way as the Jews.
|
3:2 Ἰουδαῖοι
τοίνυν,
εἰ
μὲν
ἀπέχονται
ταύτης
τῆς
προειρημένης
λατρείας,
καλῶς
θεὸν
ἕνα
τῶν
πάντων
σέβειν
καὶ
δεσπότην
ἀξιοῦσι
φρονεῖν·
εἰ
δὲ
τοῖς
προειρημένοις
ὁμοιοτρόπως
τὴν
θρησκείαν
προσάγουσιν
αὐτῷ
ταύτην,
διαμαρτάνουσιν.
|
The Jews then, so far as they abstain from the mode of worship described above, do well in claiming to reverence one God of the universe and to regard Him as Master; but so far as they offer Him this worship in methods similar to those already mentioned, they are altogether at fault.
|
3:3 ἃ
γὰρ
τοῖς
ἀναισθήτοις
καὶ
κωφοῖς
προσφέροντες
οἱ
Ἕλληνες
ἀφροσύνης
δεῖγμα
παρέχουσι,
ταῦθ᾿
οὗτοι
καθάπερ
προσδεομένῳ
τῷ
θεῷ
λογιζόμενοι
παρέχειν
μωρίαν
εἰκὸς
μᾶλλον
ἡγοῖντ᾿
ἄν,
οὐ
θεοσέβειαν.
|
For whereas the Greeks, by offering these things to senseless and deaf images, make an exhibition of stupidity, the Jews considering that they are presenting them to God, as if He were in need of them, ought in all reason to count it folly and not religious worship.
|
3:4 ὁ
γὰρ
ποιήσας
τὸν
οὐρανὸν
καὶ
τὴν
γῆν
καὶ
πάντα
τὰ
ἐν
αὐτοῖς
καὶ
πᾶσιν
ἡμῖν
χορηγῶν,
ὧν
προσδεόμεθα,
οὐδενὸς
ἂν
αὐτὸς
προσδέοιτο
τούτων
ὧν
τοῖς
οἰομένοις
διδόναι
παρέχει
αὐτός.
|
For He that made the heaven and the earth and all things that are therein, and furnishes us all with what we need, cannot Himself need any of these things which He Himself supplies to them who imagine they are giving them to Him.
|
5 οἱ
δέ
γε
θυσίας
395">5 οἱ
δέ
γε
θυσίας
δι᾿
αἵματος
καὶ
κνίσης
καὶ
ὁλοκαυτωμάτων
ἐπιτελεῖν
οἰόμενοι
καὶ
ταύταις
ταῖς
τιμαῖς
αὐτὸν
γεραίρειν,
οὐδέν
μοι
δοκοῦσι
διαφέρειν
τῶν
εἰς
τὰ
κωφὰ
τὴν
αὐτὴν
ἐνδεικνυμένων
φιλοτιμίαν·
τῶν
μὲν
μὴ
δυναμένοις
τῆς
τιμῆς
μεταλαμβάνειν,
τῶν
δὲ
δοκούντων
παρέχειν
τῷ
μηδενὸς
προσδεομένῳ.
|
But those who think to perform sacrifices to Him with blood and fat and whole burnt offerings, and to honour Him with such honours, seem to me in no way different from those who show the same respect toward deaf images; for the one class think fit to make offerings to things unable to participate in the honour, the other class to One Who is in need of nothing.
|
4:1 Ἀλλὰ
μὴν
τό
γε
περὶ
τὰς
βρώσεις
αὐτῶν
ψοφοδεὲς
καὶ
τὴν
περὶ
τὰ
σάββατα
δεισιδαιμονίαν
καὶ
τὴν
τῆς
περιτομῆς
ἀλαζονείαν
καὶ
τὴν
τῆς
νηστείας
καὶ
νουμηνίας
εἰρωνείαν,
καταγέλαστα
καὶ
οὐδενὸς
ἄξια
λόγου,
οὐ
νομίζω
σε
χρῄζειν
παρ᾿
ἐμοῦ
μαθεῖν.
|
But again their scruples concerning meats, and their superstition relating to the sabbath and the vanity of their circumcision and the dissimulation of their fasting and new moons, I do [not] suppose you need to learn from me, are ridiculous and unworthy of any consideration.
|
4:2 τὸ
τε
γὰρ
τῶν
ὑπὸ
τοῦ
θεοῦ
κτισθέντων
εἰς
χρῆσιν
ἀνθρώπων
ἃ
μὲν
ὡς
καλῶς
κτισθέντα
παραδέχεσθαι,
ἃ
δ᾿
ὡς
ἄχρηστα
καὶ
περισσὰ
παραιτεῖσθαι,
πῶς
οὐκ
ἀθέμιστον;
|
For of the things created by God for the use of man to receive some as created well, but to decline others as useless and superfluous, is not this impious?
|
4:3 τὸ
δὲ
καταψεύδεσθαι
θεοῦ
ὡς
κωλύοντος
ἐν
τῇ
τῶν
σαββάτων
ἡμέρᾳ
καλόν
τι
ποιεῖν,
πῶς
οὐκ
ἀσεβές;
|
And again to lie against God, as if He forbad us to do any good thing on the sabbath day, is not this profane?
|
4:4 τὸ
δὲ
καὶ
τὴν
μείωσιν
τῆς
σαρκὸς
μαρτύριον
ἐκλογῆς
ἀλαζονεύεσθαι
ὡς
διὰ
τοῦτο
ἐξαιρέτως
ἠγαπημένους
ὑπὸ
θεοῦ,
πῶς
οὐ
χλεύης
ἄξιον;
|
Again, to vaunt the mutilation of the flesh as a token of election as though for this reason they were particularly beloved by God, is not this ridiculous?
|
4:5 τὸ
δὲ
παρεδρεύοντας
αὐτοὺς
ἄστροις
καὶ
σελήνῃ
τὴν
παρατήρησιν
τῶν
μηνῶν
καὶ
τῶν
ἡμερῶν
ποιεῖσθαι
καὶ
τὰς
οἰκονομίας
θεοῦ
καὶ
τὰς
τῶν
καιρῶν
ἀλλαγὰς
καταδιαιρεῖν
πρὸς
τὰς
αὐτῶν
ὁρμάς,
ἃς
μὲν
εἰς
ἑορτάς,
ἃς
δὲ
εἰς
πένθη·
τίς
ἂν
θεοσεβείας
καὶ
οὐκ
ἀφροσύνης
πολὺ
πλέον
ἡγήσαιτο
δεῖγμα;
|
And to watch the stars and the moon and to keep the observance of months and of days, and to distinguish the arrangements of God and the changes of the seasons according to their own impulses, making some into festivals and others into times of mourning, who would regard this as an exhibition of godliness and not much more of folly?
|
4:6 τῆς
μὲν
οὖν
κοινῆς
εἰκαιότητος
καὶ
ἀπάτης
καὶ
τῆς
Ἰουδαίων
πολυπραγμοσύνης
καὶ
ἀλαζονείας
ὡς
ὀρθῶς
ἀπέχονται
Χριστιανοί,
ἀρκούντως
σε
νομίζω
μεμαθηκέναι·
τὸ
δὲ
τῆς
ἰδίας
αὐτῶν
θεοσεβείας
μυστήριον
μὴ
προσδοκήσῃς
δύνασθαι
παρὰ
ἀνθρώπου
μαθεῖν.
|
That the Christians are right therefore in holding aloof from the common silliness and error of the Jews and from their excessive fussiness and pride, I consider that you had been sufficiently instructed; but as regards the mystery of their own religion, expect not that you can be instructed by man.
|
5:1 Χριστιανοὶ
γὰρ
οὔτε
γῇ
οὔτε
φωνῇ
οὔτε
ἔθεσι
διακεκριμένοι
τῶν
λοιπῶν
εἰσιν
ἀνθρώπων.
|
For Christians are not distinguished from the rest of mankind either in locality or in speech or in customs.
|
5:2 οὔτε
γάρ
που
πόλεις
ἰδίας
κατοικοῦσιν
οὔτε
διαλέκτῳ
τινὶ
παρηλλαγμένῃ
χρῶνται
οὔτε
βίον
παράσημον
ἀσκοῦσιν.
|
For they dwell not somewhere in cities of their own, neither do they use some different language, nor practise an extraordinary kind of life.
|
5:3 οὐ
μὴν
ἐπινοίᾳ
τινὶ
καὶ
φροντίδι
πολυπραγμόνων
ἀνθρώπων
μάθημα
τοῦτ᾿
αὐτοῖς
ἐστιν
εὑρημένον,
οὐδὲ
δόγματος
ἀνθρωπίνου
προεστᾶσιν,
ὥσπερ
ἔνιοι.
|
Nor again do they possess any invention discovered by any intelligence or study of ingenious men, nor are they masters of any human dogma as some are.
|
5:4 κατοικοῦντες
δὲ
πόλεις
Ἑλληνίδας
τε
καὶ
βαρβάρους,
ὡς
ἕκαστος
ἐκληρώθη,
καὶ
τοῖς
ἐγχωρίοις
ἔθεσιν
ἀκολουθοῦντες
ἔν
τε
ἐσθῆτι
καὶ
διαίτῃ
καὶ
τῷ
λοιπῷ
βίῳ
θαυμαστὴν
καὶ
ὁμολογουμένως
παράδοξον
ἐνδείκνυνται
τὴν
κατάστασιν
τῆς
ἑαυτῶν
πολιτείας.
|
But while they dwell in cities of Greeks and barbarians as the lot of each is cast, and follow the native customs in dress and food and the other arrangements of life, yet the constitution of their own citizenship, which they set forth, is marvellous, and confessedly contradicts expectation.
|
5:5 πατρίδας
οἰκοῦσιν
ἰδίας,
ἀλλ᾿
ὡς
πάροικοι·
μετέχουσι
πάντων
ὡς
πολῖται,
καὶ
πάνθ᾿
ὑπομένουσιν
ὡς
ξένοι·
πᾶσα
ξένη
πατρίς
ἐστιν
αὐτῶν,
καὶ
πᾶσα
πατρὶς
ξένη.
|
They dwell in their own countries, but only as sojourners; they bear their share in all things as citizens, and they endure all hardships as strangers. Every foreign country is a fatherland to them, and every fatherland is foreign.
|
5:6 γαμοῦσιν
ὡς
πάντες,
τεκνογονοῦσιν·
ἀλλ᾿
οὐ
ῥίπτουσι
τὰ
γεννώμενα.
|
They marry like all other men and they beget children; but they do not cast away their offspring.
|
5:7 τράπεζαν
κοινὴν
παρατίθενται,
ἀλλ᾿
οὐ
κοίτην.
|
They have their meals in common, but not their wives.
|
5:8 ἐν
σαρκὶ
τυγχάνουσιν,
ἀλλ᾿
οὐ
κατὰ
σάρκα
ζῶσιν.
|
They find themselves in the flesh, and yet they live not after the flesh.
|
5:9 ἐπὶ
γῆς
διατρίβουσιν,
ἀλλ᾿
ἐν
οὐρανῷ
πολιτεύονται.
|
Their existence is on earth, but their citizenship is in heaven.
|
5:10 πείθονται
τοῖς
ὡρισμένοις
νόμοις,
καὶ
τοῖς
ἀνδράσιν,
βίοις
νικῶσι
τοὺς
νόμους.
|
They obey the established laws, and they surpass the laws in their own lives.
|
5:11 ἀγαπῶσι
πάντας,
καὶ
ὑπὸ
πάντων
διώκονται.
|
They love all men, and they are persecuted by all.
|
5:12 ἀγνοοῦνται,
καὶ
κατακρίνονται·
θανατοῦνται,
καὶ
ζωοποιοῦνται.
|
They are ignored, and yet they are condemned. They are put to death, and yet they are endued with life.
|
5:13 πτωχεύουσι,
καὶ
πλουτίζουσι
πολλούς·
πάντων
ὑστεροῦνται,
καὶ
ἐν
πᾶσι
περισσεύουσιν.
|
They are in beggary, and yet they make many rich. They are in want of all things, and yet they abound in all things.
|
5:14 ἀτιμοῦνται,
καὶ
ἐν
ταῖς
ἀτιμίαις
δοξάζονται.
βλασφημοῦνται,
καὶ
δικαιοῦνται.
|
They are dishonoured, and yet they are glorified in their dishonour. They are evil spoken of, and yet they are vindicated.
|
5:15 λοιδοροῦνται,
καὶ
εὐλογοῦσιν·
ὑβρίζονται,
καὶ
τιμῶσιν.
|
They are reviled, and they bless; they are insulted, and they respect.
|
5:16 ἀγαθοποιοῦντες
ὡς
κακοὶ
κολάζονται·
κολαζόμενοι
χαίρουσιν
ὡς
ζωοποιούμενοι.
|
Doing good they are punished as evil-doers; being punished they rejoice, as if they were thereby quickened by life.
|
5:17 ὑπὸ
Ἰουδαίων
ὡς
ἀλλόφυλοι
πολεμοῦνται
καὶ
ὑπὸ
Ἑλλήνων
διώκονται·
καὶ
τὴν
αἰτίαν
τῆς
ἔχθρας
εἰπεῖν
οἱ
μισοῦντες
οὐκ
ἔχουσιν.
|
War is waged against them as aliens by the Jews, and persecution is carried on against them by the Greeks, and yet those who hate them cannot tell the reason of their hostility.
|
6:1 Ἁπλῶς
δ᾿
εἰπεῖν,
ὅπερ
ἐστὶν
σώματι
ψυχή,
τοῦτ᾿
εἰσὶν
ἐν
κόσμῳ
Χριστιανοί.
|
In a word, what the soul is in a body, this the Christians are in the world.
|
6:2 ἔσπαρται
κατὰ
πάντων
τῶν
τοῦ
σώματος
μελῶν
ἡ
ψυχή,
καὶ
Χριστιανοὶ
κατὰ
τὰς
τοῦ
κόσμου
πόλεις.
|
The soul is spread through all the members of the body, and Christians through the divers cities of the world.
|
6:3 οἰκεῖ
μὲν
ἐν
τῷ
σώματι
ψυχή,
οὐκ
ἔστι
δὲ
ἐκ
τοῦ
σώματος·
καὶ
Χριστιανοὶ
ἐν
κόσμῳ
οἰκοῦσιν,
οὐκ
εἰσὶ
δὲ
ἐκ
τοῦ
κόσμου.
|
The soul has its abode in the body, and yet it is not of the body. So Christians have their abode in the world, and yet they are not of the world.
|
6:4 ἀόρατος
ἡ
ψυχὴ
ἐν
ὁρατῷ
φρουρεῖται
τῷ
σώματι·
καὶ
Χριστιανοὶ
γινώσκονται
μὲν
ὄντες
ἐν
τῷ
κόσμῳ,
ἀόρατος
δὲ
αὐτῶν
ἡ
θεοσέβεια
μένει.
|
The soul which is invisible is guarded in the body which is visible: so Christians are recognised as being in the world, and yet their religion remains invisible.
|
6:5 μισεῖ
τὴν
ψυχὴν
ἡ
σὰρξ
καὶ
πολεμεῖ
μηδὲν
ἀδικουμένη,
διότι
ταῖς
ἡδοναῖς
κωλύεται
χρῆσθαι·
μισεῖ
καὶ
Χριστιανοὺς
ὁ
κόσμος
μηδὲν
ἀδικούμενος,
ὅτι
ταῖς
ἡδοναῖς
ἀντιτάσσονται.
|
The flesh hates the soul and wages war with it, though it receives no wrong, because it is forbidden to indulge in pleasures; so the world hates Christians, though it receives no wrong from them, because they set themselves against its pleasures.
|
6:6 ἡ
ψυχὴ
τὴν
μισοῦσαν
ἀγαπᾷ
σάρκα
καὶ
τὰ
μέλη·
καὶ
Χριστιανοὶ
τοὺς
μισοῦντας
ἀγαπῶσιν.
|
The soul loves the flesh which hates it, and the members: so Christians love those who hate them.
|
6:7 ἐγκέκλεισται
μὲν
ἡ
ψυχὴ
τῷ
σώματι,
συνέχει
δὲ
αὐτὴ
τὸ
σῶμα·
καὶ
Χριστιανοὶ
κατέχονται
μὲν
ὡς
ἐν
φρουρᾷ
τῷ
κόσμῳ,
αὐτοὶ
δὲ
συνέχουσι
τὸν
κόσμον.
|
The soul is enclosed in the body, and yet itself holds the body together; so Christians are kept in the world as in a prison-house, and yet they themselves hold the world together.
|
6:8 ἀθάνατος
ἡ
ψυχὴ
ἐν
θνητῷ
σκηνώματι
κατοικεῖ·
καὶ
Χριστιανοὶ
παροικοῦσιν
ἐν
φθαρτοῖς,
τὴν
ἐν
οὐρανοῖς
ἀφθαρσίαν
προσδεχόμενοι.
|
The soul though itself immortal dwells in a mortal tabernacle; so Christians sojourn amidst perishable things, while they look for the imperishability which is in the heavens.
|
6:9 κακουργουμένη
σιτίοις
καὶ
ποτοῖς
ἡ
ψυχὴ
βελτιοῦται·
καὶ
Χριστιανοὶ
κολαζόμενοι
καθ᾿
ἡμέραν
πλεονάζουσι
μᾶλλον.
|
The soul when hardly treated in the matter of meats and drinks is improved; and so Christians when punished increase more and more daily.
|
6:10 εἰς
τοσαύτην
αὐτοὺς
τάξιν
ἔθετο
ὁ
θεός,
ἣν
οὐ
θεμιτὸν
αὐτοῖς
παραιτήσασθαι.
|
So great is the office for which God has appointed them, and which it is not lawful for them to decline.
|
7:1 Οὐ
γὰρ
ἐπίγειον,
ὡς
ἔφην,
εὕρημα
τοῦτ᾿
αὐτοῖς
παρεδόθη,
οὐδὲ
θνητὴν
ἐπίνοιαν
φυλάσσειν
οὕτως
ἀξιοῦσιν
ἐπιμελῶς,
οὐδὲ
ἀνθρωπίνων
οἰκονομίαν
μυστηρίων
πεπίστευνται.
|
For it is no earthly discovery, as I said, which was committed to them, neither do they care to guard so carefully any mortal invention, nor have they entrusted to them the dispensation of human mysteries.
|
7:2 ἀλλ᾿
αὐτὸς
ἀληθῶς
ὁ
παντοκράτωρ
καὶ
παντοκτίστης
καὶ
ἀόρατος
θεός,
αὐτὸς
ἀπ᾿
οὐρανῶν
τὴν
ἀλήθειαν
καὶ
τὸν
λόγον
τὸν
ἅγιον
καὶ
ἀπερινόητον
ἀνθρώποις
ἐνίδρυσε
καὶ
ἐγκατεστήριξε
ταῖς
καρδίαις
αὐτῶν·
οὐ,
καθάπερ
ἄν
τις
εἰκάσειεν,
ἀνθρώποις
ὑπηρέτην
τινὰ
πέμψας
ἢ
ἄγγελον
ἢ
ἄρχοντα
ἤ
τινα
τῶν
διεπόντων
τὰ
ἐπίγεια
ἤ
τινα
τῶν
πεπιστευμένων
τὰς
ἐν
οὐρανοῖς
διοικήσεις,
ἀλλ᾿
αὐτὸν
τὸν
τεχνίτην
καὶ
δημιουργὸν
τῶν
ὅλων,
ᾧ
τοὺς
οὐρανοὺς
ἔκτισεν,
ᾧ
τὴν
θάλασσαν
ἀνδράσιν,
ἐνέκλεισεν,
οὗ
τὰ
μυστήρια
πιστῶς
πάντα
φυλάσσει
τὰ
στοιχεῖα,
παρ᾿
οὗ
τὰ
μέτρα
τῶν
τῆς
ἡμέρας
δρόμων
ὁ
ἥλιος
εἴληφε
φυλάσσειν,
ᾧ
πειθαρχεῖ
σελήνη
νυκτὶ
φαίνειν
κελεύοντι,
ᾧ
πειθαρχεῖ
τὰ
ἄστρα
τῷ
τῆς
σελήνης
ἀκολουθοῦντα
δρόμῳ·
ᾧ
πάντα
διατέτακται
καὶ
διώρισται
καὶ
ὑποτέτακται,
οὐρανοὶ
καὶ
τὰ
ἐν
οὐρανοῖς,
γῆ
καὶ
τὰ
ἐν
τῇ
γῇ,
θάλασσα
καὶ
τὰ
ἐν
τῇ
θαλάσσῃ,
πῦρ,
ἀήρ,
ἄβυσσος,
τὰ
ἐν
ὕψεσι,
τὰ
ἐν
βάθεσι,
τὰ
ἐν
τῷ
μεταξύ·
τοῦτον
πρὸς
αὐτοὺς
ἀπέστειλεν.
|
But truly the Almighty Creator of the Universe, the Invisible God Himself from heaven planted among men the truth and the holy teaching which surpasses the wit of man, and fixed it firmly in their hearts, not as any man might imagine, by sending (to mankind) a subaltern, or angel, or ruler, or one of those who direct the affairs of earth, or one of those who have been entrusted with the dispensations in heaven, but the very Artificer and Creator of the Universe Himself, by Whom He made the heavens, by Whom He enclosed the sea in its proper bounds, Whose mysteries all the elements faithfully observe, from Whom [the sun] has received even the measure of the courses of the day to keep them, Whom the moon obeys as He bids her shine by night, Whom the stars obey as they follow the course of the moon, by Whom all things are ordered and bounded and placed in subjection, the heavens and the things that are in the heavens, the earth and the things that are in the earth, the sea and the things that are in the sea, fire, air, abyss, the things that are in the heights, the things that are in the depths, the things that are between the two. Him He sent unto them.
|
7:3 ἆρά
γε,
ὡς
ἀνθρώπων
ἄν
τις
λογίσαιτο,
ἐπὶ
τυραννίδι
καὶ
φόβῳ
καὶ
καταπλήξει;
|
Was He sent, think you, as any man might suppose, to establish a sovereignty, to inspire fear and terror?
|
7:4 οὐ
μὲν
οὖν·
ἀλλ᾿
ἐν
ἐπιεικείᾳ
καὶ
πραΰτητι
ὡς
βασιλεὺς
πέμπων
υἱὸν
βασιλέα
ἔπεμψεν,
ὡς
θεὸν
ἔπεμψεν,
ὡς
ἄνθρωπον
πρὸς
ἀνθρώπους
ἔπεμψεν,
ὡς
σῴζων
ἔπεμψεν,
ὡς
πείθων,
οὐ
βιαζόμενος·
βία
γὰρ
οὐ
πρόσεστι
τῷ
θεῷ.
|
Not so. But in gentleness [and] meekness has He sent Him, as a king might send his son who is a king. He sent Him, as sending God; He sent Him, as [a man] unto men; He sent Him, as Saviour, as using persuasion, not force: for force is no attribute of God.
|
7:5 ἔπεμψεν
ὡς
καλῶν,
οὐ
διώκων·
ἔπεμψεν
ὡς
ἀγαπῶν,
οὐ
κρίνων.
|
He sent Him, as summoning, not as persecuting; He sent Him, as loving, not as judging.
|
7:6 πέμψει
γὰρ
αὐτὸν
κρίνοντα,
καὶ
τίς
αὐτοῦ
τὴν
παρουσίαν
ὑποστήσεται; . ..
|
For He will send Him in judgment, and who shall endure His presence? ...
|
7:7 [οὐχ
ὁρᾷς]. . .[1]
παραβαλλομένους
θηρίοις,
ἵνα
ἀρνήσωνται
τὸν
κύριον,
καὶ
μὴ
νικωμένους;
|
[Don't you see] them thrown to wild beasts that so they may deny the Lord, and yet not overcome?
|
7:8 οὐχ
ὁρᾷς,
ὅσῳ
πλείονες
κολάζονται,
τοσούτῳ
πλεονάζοντας
ἄλλους;
|
Don't you see that the more of them are punished, just so many others abound?
|
7:9 ταῦτα
ἀνθρώπου
οὐ
δοκεῖ
τὰ
ἔργα,
ταῦτα
δύναμίς
ἐστι
θεοῦ·
ταῦτα
τῆς
παρουσίας
αὐτοῦ
δείγματα.
|
These look not like the works of a man; they are the power of God; they are proofs of His presence.
|
8:1 Τίς
γὰρ
ὅλως
ἀνθρώπων
ἠπίστατο,
τί
ποτ᾿
ἐστὶ
θεὸς
πρὶν
αὐτὸν
ἐλθεῖν;
|
For what man at all had any knowledge what God was, before He came?
|
8:2 ἢ
τοὺς
κενοὺς
καὶ
ληρώδεις
ἐκείνων
λόγους
ἀποδέχῃ
τῶν
ἀξιοπίστων
φιλοσόφων,
ὧν
οἱ
μέν
τινες
πῦρ
ἔφασαν
εἶναι
τὸν
θεὸν
(οὗ
μέλλουσι
χωρήσειν
αὐτοί,
τοῦτο
καλοῦσι
θεόν),
οἱ
δὲ
ὕδωρ,
οἱ
δ᾿
ἄλλο
τι
τῶν
στοιχείων
τῶν
ἐκτισμένων
ὑπὸ
θεοῦ;
|
Or do you accept the empty and nonsensical statements of those pretentious philosophers: of whom some said that God was fire (they call that God, whereunto they themselves shall go), and others water, and others some other of the elements which were created by God?
|
8:3 καίτοι
γε,
εἴ
τις
τούτων
τῶν
λόγων
ἀποδεκτός
ἐστι,
δύναιτ᾿
ἂν
καὶ
τῶν
λοιπῶν
κτισμάτων
ἓν
ἕκαστον
ὁμοίως
ἀποφαίνεσθαι
θεόν.
|
And yet if any of these statements is worthy of acceptance, any one other created thing might just as well be made out to be God.
|
8:4 ἀλλὰ
ταῦτα
μὲν
τερατεία
καὶ
πλάνη
τῶν
γοήτων
ἐστίν·
|
No, all this is the quackery and deceit of the magicians;
|
8:5 ἀνθρώπων
δὲ
οὐδεὶς
οὔτε
εἶδεν
οὔτε
ἐγνώρισεν,
αὐτὸς
δὲ
ἑαυτὸν
ἐπέδειξεν.
|
and no man has either seen or recognised Him, but He revealed Himself.
|
8:6 ἐπέδειξε
δὲ
διὰ
πίστεως,
ᾗ
μόνῃ
θεὸν
ἰδεῖν
συγκεχώρηται.
|
And He revealed (Himself) by faith, whereby alone it is given to see God.
|
8:7 ὁ
γὰρ
δεσπότης
καὶ
δημιουργὸς
τῶν
ὅλων
θεός,
ὁ
ποιήσας
τὰ
πάντα
καὶ
κατὰ
τάξιν
διακρίνας,
οὐ
μόνον
φιλάνθρωπος
ἐγένετο,
ἀλλὰ
καὶ
μακρόθυμος.
|
For God, the Master and Creator of the Universe, Who made all things and arranged them in order, was found to be not only friendly to men, but also long- suffering.
|
8:8 ἀλλ᾿
οὗτος
ἦν
μὲν
ἀεὶ
τοιοῦτος
καὶ
ἔστι
καὶ
ἔσται,
χρηστὸς
καὶ
ἀγαθὸς
καὶ
ἀόργητος
καὶ
ἀληθής,
καὶ
μόνος
ἀγαθός
ἐστιν·
|
And such indeed He was always, and is, and will be, kindly and good and dispassionate and true, and He alone is good.
|
8:9 ἐννοήσας
δὲ
μεγάλην
καὶ
ἄφραστον
ἔννοιαν
ἀνεκοινώσατο
μόνῳ
τῷ
παιδί.
|
And having conceived a great and unutterable scheme He communicated it to His Son alone.
|
8:10 ἐν
ὅσῳ
μὲν
οὖν
κατεῖχεν
ἐν
μυστηρίῳ
καὶ
διετήρει
τὴν
σοφὴν
αὐτοῦ
βουλήν,
ἀμελεῖν
ἡμῶν
καὶ
ἀφροντιστεῖν
ἐδόκει·
|
For so long as He kept and guarded His wise design as a mystery, He seemed to neglect us and to be careless about us.
|
8:11 ἐπεὶ
δὲ
ἀπεκάλυψε
διὰ
τοῦ
ἀγαπητοῦ
παιδὸς
καὶ
ἐφανέρωσε
τὰ
ἐξ
ἀρχῆς
ἡτοιμασμένα,
πάνθ᾿
ἅμα
παρέσχεν
ἡμῖν
καὶ
μετασχεῖν
τῶν
εὐεργεσιῶν
αὐτοῦ
καὶ
ἰδεῖν
καὶ
νοῆσαι,
ἃ
τίς
ἂν
πώποτε
προσεδόκησεν
ἡμῶν;
|
But when He revealed it through His beloved Son, and manifested the purpose which He had prepared from the beginning, He gave us all these gifts at once, participation in His benefits, and sight and understanding of (mysteries) which none of us ever would have expected.
|
9:1 Πάντ᾿
οὖν
ἤδη
παρ᾿
ἑαυτῷ
σὺν
τῷ
παιδὶ
οἰκονομηκώς,
μέχρι
μὲν
τοῦ
πρόσθεν
χρόνου
εἴασεν
ἡμᾶς,
ὡς
ἐβουλόμεθα,
ἀτάκτοις
φοραῖς
φέρεσθαι,
ἡδοναῖς
καὶ
ἐπιθυμίαις
ἀπαγομένους.
οὐ
πάντως
ἐφηδόμενος
τοῖς
ἁμαρτήμασιν
ἡμῶν,
ἀλλ᾿
ἀνεχόμενος,
οὐδὲ
τῷ
τότε
τῆς
ἀδικίας
καιρῷ
συνευδοκῶν,
ἀλλὰ
τὸν
νῦν
τῆς
δικαιοσύνης
δημιουργῶν,
ἵνα
ἐν
τῷ
τότε
χρόνῳ
ἐλεγχθέντες
ἐκ
τῶν
ἰδίων
ἔργων
ἀνάξιοι
ζωῆς
νῦν
ὑπὸ
τῆς
τοῦ
θεοῦ
χρηστότητος
ἀξιωθῶμεν,
καὶ
τὸ
καθ᾿
ἑαυτοὺς
φανερώσαντες
ἀδύνατον
εἰσελθεῖν
εἰς
τὴν
βασιλείαν
τοῦ
θεοῦ
τῇ
δυνάμει
τοῦ
θεοῦ
δυνατοὶ
γενηθῶμεν.
|
Having thus planned everything already in His mind with His Son, He permitted us during the former time to be borne along by disorderly impulses as we desired, led astray by pleasures and lusts, not at all because He took delight in our sins, but because He bore with us, not because He approved of the past season of iniquity, but because He was creating the present season of righteousness, that, being convicted in the past time by our own deeds as unworthy of life, we might now be made deserving by the goodness of God, and having made clear our inability to enter into the kingdom of God of ourselves, might be enabled by the ability of God.
|
9:2 ἐπεὶ
δὲ
πεπλήρωτο
μὲν
ἡ
ἡμετέρα
ἀδικία
καὶ
τελείως
πεφανέρωτο,
ὅτι
ὁ
μισθὸς
αὐτῆς
κόλασις
καὶ
θάνατος
προσεδοκᾶτο,
ἦλθε
δὲ
ὁ
καιρός,
ὃν
θεὸς
προέθετο
λοιπὸν
φανερῶσαι
τὴν
ἑαυτοῦ
χρηστότητα
καὶ
δύναμιν
(ὢ
τῆς
ὑπερβαλλούσης
φιλανθρωπίας
καὶ
ἀγάπης
τοῦ
θεοῦ),
οὐκ
ἐμίσησεν
ἡμᾶς
οὐδὲ
ἀπώσατο
οὐδὲ
ἐμνησικάκησεν,
ἀλλὰ
ἐμακροθύμησεν,
ἠνέσχετο,
ἐλεῶν
αὐτὸς
τὰς
ἡμετέρας
ἁμαρτίας
ἀνεδέξατο,
αὐτὸς
τὸν
ἴδιον
υἱὸν
ἀπέδοτο
λύτρον
ὑπὲρ
ἡμῶν,
τὸν
ἅγιον
ὑπέρ
ἀνόμων,
τὸν
ἄκακον
ὑπὲρ
τῶν
κακῶν,
τὸν
δίκαιον
ὑπὲρ
τῶν
ἀδίκων,
τὸν
ἄφθαρτον
ὑπὲρ
τῶν
φθαρτῶν,
τὸν
ἀθάνατον
ὑπὲρ
τῶν
θνητῶν.
|
And when our iniquity had been fully accomplished, and it had been made perfectly manifest that punishment and death were expected as its recompense, and the season came which God had ordained, when henceforth He should manifest His goodness and power (O the exceeding great kindness and love of God), He hated us not, neither rejected us, nor bore us malice, but was long-suffering and patient, and in pity for us took upon Himself our sins, and Himself parted with His own Son as a ransom for us, the holy for the lawless, the guileless for the evil, the just for the unjust, the incorruptible for the corruptible, the immortal for the mortal.
|
9:3 τί
γὰρ
ἄλλο
τὰς
ἁμαρτίας
ἡμῶν
ἠδυνήθη
καλύψαι
ἢ
ἐκείνου
δικαιοσύνη;
|
For what else but His righteousness would have covered our sins?
|
9:4 ἐν
τίνι
δικαιωθῆναι
δυνατὸν
τοὺς
ἀνόμους
ἡμᾶς
καὶ
ἀσεβεῖς
ἢ
ἐν
μόνῳ
τῷ
υἱῷ
τοῦ
θεοῦ;
|
In whom was it possible for us lawless and ungodly men to have been justified, except only in the Son of God?
|
9:5 ὢ
τῆς
γλυκείας
ἀνταλλαγῆς,
ὢ
τῆς
ἀνεξιχνιάστου
δημιουργίας,
ὢ
τῶν
ἀπροσδοκήτων
εὐεργεσιῶν·
ἵνα
ἀνομία
μὲν
πολλῶν
ἐν
δικαίῳ
ἑνὶ
κρυβῇ,
δικαιοσύνη
δὲ
ἑνὸς
πολλοὺς
ἀνόμους
δικαιώσῃ.
|
O the sweet exchange, O the inscrutable creation, O the unexpected benefits; that the iniquity of many should be concealed in One Righteous Man, and the righteousness of One should justify many that are iniquitous!
|
9:6 ἐλέγξας
οὖν
ἐν
μὲν
τῷ
πρόσθεν
χρόνῳ
τὸ
ἀδύνατον
τῆς
ἡμετέρας
ἡμετέρας
φύσεως
εἰς
τὸ
τυχεῖν
ζωῆς,
νῦν
δὲ
τὸν
σωτῆρα
δείξας
δυνατὸν
σῴζειν
καὶ
τὰ
ἀδύνατα,
ἐξ
ἀμφοτέρων
ἐβουλήθη
πιστεύειν
ἡμᾶς
τῇ
χρηστότητι
αὐτοῦ,
αὐτὸν
ἡγεῖσθαι
τροφέα,
πατέρα,
διδάσκαλον,
σύμβουλον,
ἰατρόν,
νοῦν,
φῶς,
τιμήν,
δόξαν,
ἰσχύν,
ζωήν,
περὶ
ἐνδύσεως
καὶ
τροφῆς
μὴ
μεριμνᾶν.
|
Having then in the former time demonstrated the inability of our nature to obtain life, and having now revealed a Saviour able to save even creatures which have no ability, He willed that for both reasons we should believe in His goodness and should regard Him as nurse, father, teacher, counsellor, physician, mind, light, honour, glory, strength and life.
|
10:1 Ταύτην
καὶ
σὺ
τὴν
πίστιν
ἐὰν
ποθήσῃς,
καὶ
λάβῃς
πρῶτον
μὲν
ἐπίγνωσιν
πατρός.
|
This faith if you also desirest, apprehend first full knowledge of the Father.
|
10:2 ὁ
γὰρ
θεὸς
τοὺς
ἀνθρώπους
ἠγάπησε,
δι᾿
οὓς
ἐποίησε
τὸν
κόσμον,
οἷς
ὑπέταξε
πάντα
τὰ
ἐν
τῇ
γῇ,
οἷς
λόγον
ἔδωκεν,
οἷς
νοῦν,
οἷς
μόνοις
ἄνω
πρὸς
αὐτὸν
ὁρᾶν
ἐπέτρεψεν,
οὓς
ἐκ
τῆς
ἰδίας
εἰκόνος
ἔπλασε,
πρὸς
οὓς
ἀπέστειλε
τὸν
υἱὸν
αὐτοῦ
τὸν
μονογενῆ,
οἷς
τὴν
ἐν
οὐρανῷ
βασιλείαν
ἐπηγγείλατο,
καὶ
δώσει
τοῖς
ἀγαπήσασιν
αὐτόν.
|
For God loved men for whose sake He made the world, to whom He subjected all things that are in the earth, to whom He gave reason and mind, whom alone He permitted to look up to heaven, whom He created after His own image, to whom He sent His only begotten Son, to whom He promised the kingdom which is in heaven, and will give it to those who have loved Him.
|
10:3 ἐπιγνοὺς
δὲ
τίνος
οἴει
πληρωθήσεσθαι
χαρᾶς;
ἢ
πῶς
ἀγαπήσεις
τὸν
οὕτως
προαγαπήσαντά
σε;
|
And when you had attained to this full knowledge, with what joy thinkest you that you wilt be filled, or how wilt you love Him that so loved you before?
|
10:4 ἀγαπήσας
δὲ
μιμητὴς
ἔσῃ
αὐτοῦ
τῆς
χρηστότητος.
καὶ
μὴ
θαυμάσῃς,
εἰ
δύναται
μιμητὴς
ἄνθρωπος
γενέσθαι
θεοῦ
δύναται
θέλοντος
αὐτοῦ.
|
And loving Him you wilt be an imitator of His goodness. And marvel not that a man can be an imitator of God. He can, if God wills it.
|
10:5 οὐ
γὰρ
τὸ
καταδυναστεύειν
τῶν
πλησίον
οὐδὲ
τὸ
πλέον
ἔχειν
βούλεσθαι
τῶν
ἀσθενεστέρων
οὐδὲ
τὸ
πλουτεῖν
καὶ
βιάζεσθαι
τοὺς
ὑποδεεστέρους
εὐδαιμονεῖν
ἐστιν,
οὐδὲ
ἐν
τούτοις
δύναταί
τις
μιμήσασθαι
θεόν,
ἀλλὰ
ταῦτα
ἐκτὸς
τῆς
ἐκείνου
μεγαλειότητος.
|
For happiness consists not in lordship over one's neighbours, nor in desiring to have more than weaker men, nor in possessing wealth and using force to inferiors; neither can any one imitate God in these matters; nay, these lie outside His greatness.
|
10:6 ἀλλ᾿
ὅστις
τὸ
τοῦ
πλησίον
ἀναδέχεται
βάρος,
ὃς
ἐν
ᾧ
κρείσσων
ἐστὶν
ἕτερον
τὸν
ἐλαττούμενον
εὐεργετεῖν
ἐθέλει,
ὃς
ἃ
παρὰ
τοῦ
θεοῦ
λαβὼν
ἔχει,
ταῦτα
τοῖς
ἐπιδεομένοις
χορηγῶν
θεὸς
γίνεται
τῶν
λαμβανόντων,
οὗτος
μιμητής
ἐστι
θεοῦ.
|
But whosoever takes upon himself the burden of his neighbour, whosoever desires to benefit one that is worse off in that in which he himself is superior, whosoever by supplying to those who are in want possessions which he received from God becomes a God to those who receive them from him, he is an imitator of God.
|
10:7 τότε
θεάσῃ
τυγχάνων
ἐπὶ
γῆς,
ὅτι
θεὸς
ἐν
οὐρανοῖς
πολιτεύεται,
τότε
μυστήρια
θεοῦ
λαλεῖν
ἄρξῃ,
τότε
τοὺς
κολαζομένους
ἐπὶ
τῷ
μὴ
θέλειν
ἀρνήσασθαι
θεὸν
καὶ
ἀγαπήσεις
καὶ
θαυμάσεις·
τότε
τῆς
ἀπάτης
τοῦ
κόσμου
καὶ
τῆς
πλάνης
καταγνώσῃ,
ὅταν
τὸ
ἀληθῶς
ἐν
οὐρανῷ
ζῆν
ἐπιγνῷς,
ὅταν
τοῦ
δοκοῦντος
ἐνθάδε
θανάτου
καταφρονήσῃς,
ὅταν
τὸν
ὄντως
θάνατον
φοβηθῇς,
ὃς
φυλάσσεται
τοῖς
κατακριθησομένοις
εἰς
τὸ
πῦρ
τὸ
αἰώνιον,
ὃ
τοὺς
παραδοθέντας
αὐτῷ
μέχρι
τέλους
κολάσει.
|
Then, though you are placed on earth, you shall behold that God lives in heaven; then shall you begin to declare the mysteries of God; then shall you both love and admire those who are punished because they will not deny God; then shall you condemn the deceit and error of the world; when you shall perceive the true life which is in heaven, when you shall despise the apparent death which is here on earth, when you shall fear the real death, which is reserved for those who shall be condemned to the eternal fire that shall punish those delivered over to it unto the end.
|
10:8 τότε
τοὺς
ὑπομένοντας
ὑπὲρ
δικαιοσύνης
θαυμάσεις
τὸ
πῦρ
τὸ
πρόσκαιρον
καὶ
μακαρίσεις,
ὅταν
ἐκεῖνο
τὸ
πῦρ
ἐπιγνῷς …[2]
|
Then shall you admire those who endure for righteousness' sake the fire that is for a season, and shall count them blessed when you perceive that fire ... * * * * * *
|
11:1 Οὐ
ξένα
ὁμιλῶ
οὐδὲ
παραλόγως
ζητῶ,
ἀλλὰ
ἀποστόλων
γενόμενος
μαθητὴς
γίνομαι
διδάσκαλος
ἐθνῶν·
τὰ
παραδοθέντα
ἀξίως
ὑπηρετῶ
γινομένοις
ἀληθείας
μαθηταῖς.
|
Mine are no strange discourses nor perverse questionings, but having been a disciple of Apostles I come forward as a teacher of the Gentiles, ministering worthily to them, as they present themselves disciples of the truth, the lessons which have been handed down.
|
11:2 τίς
γὰρ
ὀρθῶς
διδαχθεὶς
καὶ
λόγῳ
προσφιλὴς
γενηθεὶς
οὐκ
ἐπιζητεῖ
σαφῶς
μαθεῖν
τὰ
διὰ
λόγου
δειχθέντα
φανερῶς
μαθηταῖς,
οἷς
ἐφανέρωσεν
ὁ
λόγος
φανείς,
παρρησίᾳ
λαλῶν,
ὑπὸ
ἀπίστων
μὴ
νοούμενος,
μαθηταῖς
δὲ
διηγούμενος,
οἳ
πιστοὶ
λογισθέντες
ὑπ᾿
αὐτοῦ
ἔγνωσαν
πατρὸς
μυστήρια;
|
For who that has been rightly taught and has entered into friendship with the Word does not seek to learn distinctly the lessons revealed openly by the Word to the disciples; to whom the Word appeared and declared them, speaking plainly, not perceived by the unbelieving, but relating them to disciples who being reckoned faithful by Him were taught the mysteries of the Father?
|
11:3 οὗ
χάριν
ἀπέστειλε
λόγον,
ἵνα
κόσμῳ
φανῇ,
ὃς
ὑπὸ
λαοῦ
ἀτιμασθείς,
διὰ
ἀποστόλων
κηρυχθείς,
ὑπὸ
ἐθνῶν
ἐπιστεύθη.
|
For which cause He sent forth the Word, that He might appear unto the world, Who being dishonoured by the people, and preached by the Apostles, was believed in by the Gentiles.
|
11:4 οὗτος
ὁ
ἀπ᾿
ἀρχῆς,
ὁ
καινὸς
φανεὶς
καὶ
παλαιὸς
εὑρεθεὶς
καὶ
πάντοτε
νέος
ἐν
ἁγίων
καρδίαις
γεννώμενος.
|
This Word, Who was from the beginning, Who appeared as new and yet was proved to be old, and is engendered always young in the hearts of saints,
|
11:5 οὗτος
ὁ
ἀεί,
ὁ
σήμερον
υἱὸς
λογισθείς,
δι᾿
οὗ
πλουτίζεται
ἡ
ἐκκλησία
καὶ
χάρις
ἁπλουμένη
ἐν
ἁγίοις
πληθύνεται,
παρέχουσα
νοῦν,
φανεροῦσα
μυστήρια,
διαγγέλλουσα
καιρούς,
χαίρουσα
ἐπὶ
πιστοῖς,
ἐπιζητοῦσι
δωρουμένη,
οἷς
ὅρκια
πίστεως
οὐ
θραύεται
οὐδὲ
ὅρια
πατέρων
παρορίζεται.
|
He, I say, Who is eternal, Who to-day was accounted a Son, through Whom the Church is enriched and grace is unfolded and multiplied among the saints, grace which confers understanding, which reveals mysteries, which announces seasons, which rejoices over the faithful, which is bestowed upon those who seek her, even those by whom the pledges of faith are not broken, nor the boundaries of the fathers overstepped.
|
11:6 εἶτα
φόβος
νόμου
ᾄδεται,
καὶ
προφητῶν
χάρις
γινώσκεται,
καὶ
εὐαγγελίων
πίστις
ἵδρυται,
καὶ
ἀποστόλων
παράδοσις
φυλάσσεται,
καὶ
ἐκκλησίας
χάρις
σκιρτᾷ.
|
Whereupon the fear of the law is sung, and the grace of the prophets is recognised, and the faith of the gospels is established, and the tradition of the apostles is preserved, and the joy of the Church exults.
|
11:7 ἣν
χάριν
μὴ
λυπῶν
ἐπιγνώσῃ,
ἃ
λόγος
ὁμιλεῖ
δι᾿
ὧν
βούλεται,
ὅτε
θέλει.
|
If you grieve not this grace, you shall understand the discourses which the Word holds by the mouth of those whom He desires when He wishes.
|
11:8 ὅσα
γὰρ
θελήματι
τοῦ
κελεύοντος
λόγου
ἐκινήθημεν
ἐξειπεῖν
μετὰ
πόνου,
ἐξ
ἀγάπης
τῶν
ἀποκαλυφθέντων
ἡμῖν
γινόμεθα
ὑμῖν
κοινωνοί.
|
For in all things, that by the will of the commanding Word we were moved to utter with much pains, we become sharers with you, through love of the things revealed unto us.
|
12:1 οἷς
ἐντυχόντες
καὶ
ἀκούσαντες
μετὰ
σπουδῆς
εἴσεσθε,
ὅσα
παρέχει
ὁ
θεὸς
τοῖς
ἀγαπῶσιν
ὀρθῶς,
οἱ
γενόμενοι
παράδεισος
τρυφῆς,
πάγκαρπον
ξύλον
εὐθαλοῦν
ἀνατείλαντες
ἐν
ἑαυτοῖς,
ποικίλοις
καρποῖς
κεκοσμημένοι.
|
Confronted with these truths and listening to them with attention, you shall know how much God bestows on those who love (Him) rightly, who become a Paradise of delight, a tree bearing all manner of fruits and flourishing, growing up in themselves and adorned with various fruits.
|
12:2 ἐν
γὰρ
τούτῳ
τῷ
χωρίῳ
ξύλον
γνώσεως
καὶ
ξύλον
ζωῆς
πεφύτευται·
ἀλλ᾿
οὐ
τὸ
τῆς
γνώσεως
ἀναιρεῖ,
ἀλλ᾿
ἡ
παρακοὴ
ἀναιρεῖ.
|
For in this garden a tree of knowledge and a tree of life has been planted; yet the tree of knowledge does not kill, but disobedience kills;
|
12:3 οὐδὲ
γὰρ
ἄσημα
τὰ
γεγραμμένα,
ὡς
θεὸς
ἀπ᾿
ἀρχῆς
ξύλον
γνώσεως
καὶ
ξύλον
ζωῆς
ἐν
μέσῳ
παραδείσου
ἐφύτευσε,
διὰ
γνώσεως
ζωὴν
ἐπιδεικνύς·
ᾗ
μὴ
καθαρῶς
χρησάμενοι
οἱ
ἀπ᾿
ἀρχῆς
πλάνῃ
τοῦ
ὄφεως
γεγύμνωνται.
|
for the scriptures state clearly how God from the beginning planted a tree [of knowledge and a tree] of life in the midst of Paradise, revealing life through knowledge; and because our first parents used it not genuinely they were made naked by the deceit of the serpent.
|
12:4 οὐδὲ
γὰρ
ζωὴ
ἄνευ
γνώσεως
οὐδὲ
γνῶσις
ἀσφαλὴς
ἄνευ
ζωῆς
ἀληθοῦς·
διὸ
πλησίον
ἑκάτερον
πεφύτευται.
|
For neither is there life without knowledge, nor sound knowledge without true life; therefore the one (tree) is planted near the other.
|
12:5 ἣν
δύναμιν
ἐνιδὼν
ὁ
ἀπόστολος
τήν
τε
ἄνευ
ἀληθείας
προστάγματος
εἰς
ζωὴν
ἀσκουμένην
γνῶσιν
μεμφόμενος
λέγει·
Ἡ
γνῶσις
φυσιοῖ,
ἡ
δὲ
ἀγάπη
οἰκοδομεῖ.
|
Discerning the force of this and blaming the knowledge which is exercised apart from the truth of the injunction which leads to life, the apostle says, Knowledge puffs up, but charity edifies.
|
12:6 ὁ
γὰρ
νομίζων
εἰδέναι
τι
ἄνευ
γνώσεως
ἀληθοῦς
καὶ
μαρτυρουμένης
ὑπὸ
τῆς
ζωῆς
οὐκ
ἔγνω,
ὑπὸ
τοῦ
ὄφεως
πλανᾶται,
μὴ
ἀγαπήσας
τὸ
ζῆν.
ὁ
δὲ
μετὰ
φόβου
ἐπιγνοὺς
καὶ
ζωὴν
ἐπιζητῶν
ἐπ᾿
ἐλπίδι
φυτεύει,
καρπὸν
προσδοκῶν.
|
For the man who supposes that he knows anything without the true knowledge which is testified by the life, is ignorant, he is deceived by the serpent, because he loved not life; whereas he who with fear recognises and desires life plants in hope expecting fruit.
|
12:7 ἤτω
σοί
καρδία
γνῶσις,
ζωὴ
δὲ
λόγος
ἀληθής,
χωρούμενος.
|
Let your heart be knowledge, and your life true reason, duly comprehended.
|
12:8 οὗ
ξύλον
φέρων
καὶ
καρπὸν
αἱρῶν
τρυγήσεις
ἀεὶ
τὰ
παρὰ
θεῷ
ποθούμενα,
ὧν
ὄφις
οὐχ
ἅπτεται
οὐδὲ
πλάνη
συγχρωτίζεται·
οὐδὲ
Εὔα
φθείρεται,
ἀλλὰ
παρθένος
πιστεύεται·
|
Whereof if you bear the tree and pluck the fruit, you shall ever gather the harvest which God looks for, which serpent touches not, nor deceit infects, neither is Eve corrupted, but is believed on as a virgin,
|
12:9 καὶ
σωτήριον
δείκνυται,
καὶ
ἀπόστολοι
συνετίζονται,
καὶ
τὸ
κυρίου
πάσχα
προέρχεται,
καὶ
καιροὶ
συνάγονται
καὶ
μετὰ
κόσμου
ἁρμόζονται,
καὶ
διδάσκων
ἁγίους
ὁ
λόγος
εὐφραίνεται,
δι᾿
οὗ
πατὴρ
δοξάζεται·
ᾧ
ἡ
δόξα
εἰς
τοὺς
αἰῶνας.
ἀμήν.
|
and salvation is set forth, and the apostles are filled with understanding, and the passover of the Lord goes forward, and the congregations are gathered together, and [all things] are arranged in order, and as He teaches the saints the Word is gladdened, through Whom the Father is glorified, to Whom be glory for ever and ever. Amen.
|