top 1 Clement ch 57

Chapter 57

Warning to the leaders of division

1 Ὑμεῖς οὖν οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν, κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν. Therefore, you who laid the foundation of the revolt, submit yourselves to the elders and receive the discipline that leads to repentance, bending the knees of your heart.
2 μάθετε ὑποτάσσεσθαι, ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν· ἄμεινον γάρ ἐστιν ὑμῖν, ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογίμους εὑρεθῆναι, καθ᾿ ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος αὐτοῦ. Learn to submit yourselves, laying aside the arrogant and proud stubbornness of your tongue. For it is better for you to be found least and still be in the flock of Christ, than having great honor and yet be excluded from His hope.
3 οὕτως γὰρ λέγει πανάρετος σοφία· Ἰδού, προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον. For thus says the all-virtuous Wisdom: "Behold I will pour out for you a saying of My spirit, and I will teach you My word.
4 ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε· τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἄν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, δὲ καταστροφὴ ὁμοία καταιγίδι παρῇ, ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία. Because I called you and you didn't obey, and I held out words and you didn't regard them, but you ignored my advice and disobeyed my correction, therefore I will laugh at your destruction, and rejoice when ruin comes upon you, and when confusion overtakes you suddenly, and your catastrophe arrives like a whirlwind, or when tribulation and distress come upon you.
5 ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. When you call on Me, I won't hear you. Evil men will seek Me and not find Me, for they hated wisdom, and didn't choose the fear of the Lord, nor would they pay attention to My advice, but mocked My corrections.
6 τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται· Therefore they will eat the fruits of their own way, and will be filled with their own ungodliness.
7 ἀνθ᾿ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ· δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾿ ἐλπίδι πεποιθὼς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. Because they wronged infants, they will be slain, and a searching inquiry will destroy the ungodly. But the one who hears Me will dwell safely, trusting in hope, and will live quietly, free from fear of all evil" (Prov. 1:23-33).