top Judith ch 12

Chapter 12

Verses: [1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20]
1 καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν. 1 Then he commanded to bring her in where his plate was set; and bade that they should prepare for her of his own meats, and that she should drink of his own wine.
2 καὶ εἶπεν Ἰουδὶθ οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ᾿ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. 2 And Judith said, I will not eat thereof, lest there be an offence: but provision shall be made for me of the things that I have brought.
3 καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης ἐὰν δὲ ἐκλίπῃ τὰ ὄντα μετὰ σοῦ, πόθεν ἐξοίσομέν σοὶ δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθ᾿ ἡμῶν ἐκ τοῦ γένους σου. 3 Then Holofernes said unto her, If thy provision should fail, how should we give thee the like? for there be none with us of thy nation.
4 καὶ εἶπεν Ἰουδὶθ πρὸς αὐτόν ζῇ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει δούλη σου τὰ ὄντα μετ᾿ ἐμοῦ, ἕως ἄν ποιήσῃ κύριος ἐν χειρί μου ἐβουλεύσατο. 4 Then said Judith unto him As thy soul liveth, my lord, thine handmaid shall not spend those things that I have, before the Lord work by mine hand the things that he hath determined.
5 καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν. 5 Then the servants of Holofernes brought her into the tent, and she slept till midnight, and she arose when it was toward the morning watch,
6 καὶ ἀπέστειλεν πρὸς Ὀλοφέρνην λέγουσα ἐπιταξάτω δὴ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν· 6 And sent to Holofernes, saving, Let my lord now command that thine handmaid may go forth unto prayer.
7 καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλούα καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· 7 Then Holofernes commanded his guard that they should not stay her: thus she abode in the camp three days, and went out in the night into the valley of Bethulia, and washed herself in a fountain of water by the camp.
8 καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ἰσραὴλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ· 8 And when she came out, she besought the Lord God of Israel to direct her way to the raising up of the children of her people.
9 καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν ἐν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. 9 So she came in clean, and remained in the tent, until she did eat her meat at evening.
10 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις καὶ οὐκ ἐκάλεσεν εἰς τὴν κλῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. 10 And in the fourth day Holofernes made a feast to his own servants only, and called none of the officers to the banquet.
11 καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἑβραίαν, ἐστιν παρὰ σοί, τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ᾿ ἡμῶν· 11 Then said he to Bagoas the eunuch, who had charge over all that he had, Go now, and persuade this Hebrew woman which is with thee, that she come unto us, and eat and drink with us.
12 ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα καταγελάσεται ἡμῶν. 12 For, lo, it will be a shame for our person, if we shall let such a woman go, not having had her company; for if we draw her not unto us, she will laugh us to scorn.
13 καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν μὴ ὀκνησάτω δὴ παιδίσκη καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ καὶ πίεσαι μεθ᾿ ἡμῶν εἰς εὐφροσύνην οἶνον καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσούρ, αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονόσορ. 13 Then went Bagoas from the presence of Holofernes, and came to her, and he said, Let not this fair damsel fear to come to my lord, and to be honoured in his presence, and drink wine, and be merry with us and be made this day as one of the daughters of the Assyrians, which serve in the house of Nabuchodonosor.
14 καὶ εἶπεν πρὸς αὐτὸν Ἰουδὶθ καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν, ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστόν, σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου. 14 Then said Judith unto him, Who am I now, that I should gainsay my lord? surely whatsoever pleaseth him I will do speedily, and it shall be my joy unto the day of my death.
15 καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ, καὶ προσῆλθεν δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ᾿ αὐτῶν. 15 So she arose, and decked herself with her apparel and all her woman’s attire, and her maid went and laid soft skins on the ground for her over against Holofernes, which she had received of Bagoas for her daily use, that she might sit and eat upon them.
16 καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδίθ, καὶ ἐξέστη καρδία Ὀλοφέρνου ἐπ᾿ αὐτήν, καὶ ἐσαλεύθη ψυχὴ αὐτοῦ, καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ᾿ αὐτῆς· καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ᾿ ἧς ἡμέρας εἶδεν αὐτήν. 16 Now when Judith came in and sat down, Holofernes his heart was ravished with her, and his mind was moved, and he desired greatly her company; for he waited a time to deceive her, from the day that he had seen her.
17 καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης πίε δὴ καὶ γενήθητι μεθ᾿ ἡμῶν εἰς εὐφροσύνην. 17 Then said Holofernes unto her, Drink now, and be merry with us.
18 καὶ εἶπεν Ἰουδὶθ πίομαι δή κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῆν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. 18 So Judith said, I will drink now, my lord, because my life is magnified in me this day more than all the days since I was born.
19 καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἡτοίμασεν δούλη αὐτῆς. 19 Then she took and ate and drank before him what her maid had prepared.
20 καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπ᾿ αὐτῆς καὶ ἔπιεν οἶνον πολὺν σφόδρα, ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ᾿ οὗ ἐγεννήθη. 20 And Holofernes took great delight in her, and drank more wine than he had drunk at any time in one day since he was born.