Chapter 3
NAS | TextRec |
---|
3:1 Πέτρος δὲ καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. | 1 ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. |
Now Peter and Jōhn were going up to the temple at the hour of prayer.(the 9th hour = 3:00pm) | Now Peter and Jōhn together were going up to the temple at the hour of prayer.(the 9th hour = 3:00pm) |
3:2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· | 2 καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν, τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν. |
And a certain man who had been lame from his mother’s womb was being carried along, whom they used to set down day by day at the gate of the temple which is called Beautiful, in order to beg charitable donations from those who were entering the temple. | And a certain man who had been lame from his mother’s womb was being carried along, whom they used to set down day by day at the gate of the temple which is called Beautiful, in order to beg charitable donations from those who were entering the temple. |
3:3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην λαβεῖν. | 3 ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερόν, ἠρώτα ἐλεημοσύνην λαβεῖν. |
Who, after seeing Peter and Jōhn about to go into the temple, kept asking to receive charitable donations. | Who, after seeing Peter and Jōhn about to go into the temple, kept asking to receive charitable donations. |
3:4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπεν, βλέψον εἰς ἡμᾶς. | 4 ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ, εἶπε, βλέψον εἰς ἡμᾶς. |
But after gazing upon him, Peter along with Jōhn, said, “Look at us!” | But after gazing upon him, Peter along with Jōhn, said, “Look at us!” |
3:5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. | 5 ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. |
And he waited for them, expecting to receive something from them. | And he waited for them, expecting to receive something from them. |
3:6 εἶπεν δὲ Πέτρος, ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι, ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου [ἔγειρε καὶ] περιπάτει. |
6 εἶπε
δὲ
Πέτρος,
ἀργύριον
καὶ
χρυσίον
οὐχ
ὑπάρχει
μοι·
ὃ
δὲ
ἔχω,
τοῦτό
σοι
δίδωμι. ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ἐγεῖραι καὶ περιπάτει. |
But Peter said, “Silver and gold are not in my possession; but what I do have I give this to you: In the name of Jesus Christ the Nazarene – [rise up and] walk!” | But Peter said, “Silver and gold are not in my possession; but what I do have I give this to you: In the name of Jesus Christ the Nazarene – rise up and walk!” |
3:7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρεν αὐτόν· παραχρῆμα δὲ ἐστερεώθησαν αἱ βάσεις αὐτοῦ καὶ τὰ σφυδρά, | 7 καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρὰ, |
And after seizing him by the right hand, he raised him up; and immediately his feet and his ankles were strengthened. | And after seizing him by the right hand, he raised him up; and immediately his feet and his ankles were strengthened. |
3:8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει καὶ εἰσῆλθεν σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. | 8 καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν θεόν. |
And while leaping up, he stood and walked and entered with them into the temple walking and leaping and praising God. | And while leaping up, he stood and walked and entered with them into the temple walking and leaping and praising God. |
3:9 καὶ εἶδεν πᾶς ὁ λαὸς αὐτὸν περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν· | 9 καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν θεόν· |
And all the people saw him walking and praising God; | And all the people saw him walking and praising God: |
3:10 ἐπεγίνωσκον δὲ αὐτὸν ὅτι αὐτὸς ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. | 10 ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ Ὡραίᾳ Πύλῃ τοῦ ἱεροῦ· καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ. |
and they were recognizing him that he was the one who used to sit at the Beautiful Gate of the temple for charitable donations, and they were filled with wonder and amazement at what had happened to him. | and they were recognizing him that he was the one who used to sit at the Beautiful Gate of the temple for charitable donations, and they were filled with wonder and amazement at what had happened to him. |
3:11 Κρατοῦντος δὲ αὐτοῦ τὸν Πέτρον καὶ τὸν Ἰωάννην συνέδραμεν πᾶς ὁ λαὸς πρὸς αὐτοὺς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. | 11 Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην, συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος, ἔκθαμβοι. |
While he was clinging to Peter and Jōhn, all the people ran together to them at the porch[1] (called Solomōn’s), full of amazement. | While the lame man who was healed clung to Peter and Jōhn, all the people ran together to them at the porch[1] (called Solomōn’s), full of amazement. |
3:12 ἰδὼν δὲ ὁ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσιν τοῦ περιπατεῖν αὐτόν; | 12 ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν, ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; |
But after seeing this, Peter replied to the people, “Men, Israēlites, why are you amazed at this, or why do you stare at us, as if by our own power or piety we had made him walk? | But after seeing this, Peter replied to the people, “Men, Israēlites, why are you amazed at this, or why do you stare at us, as if by our own power or piety we had made him walk? |
3:13 ὁ θεὸς Ἀβραὰμ καὶ [ὁ θεὸς] Ἰσαὰκ καὶ [ὁ θεὸς] Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασεν τὸν παῖδα αὐτοῦ Ἰησοῦν ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· | 13 ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ, Ἰησοῦν· ὃν ὑμεῖς παρεδώκατε, καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν. |
The God of Abraham, [the God of] Isaac and [the God of] Jacōb, the God of our fathers,[2] glorified his servant[3] Jesus, whom you delivered and disowned in the presence of Pilate, when he had decided to release him. | The God of Abraham, Isaac and Jacōb, the God of our fathers,[2] glorified his servant[2] Jesus, whom you delivered and disowned him in the presence of Pilate, when he had decided to release him. |
3:14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, | 14 ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, |
But you disowned the Holy and Righteous One and asked for a murderer to be granted to you, | But you disowned the Holy and Righteous One and asked for a murderer to be granted to you, |
3:15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. | 15 τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε· ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. |
but you killed the Prince of life, the one whom God raised from the dead, of this we are witnesses. | but you killed the Prince of life, the one whom God raised from the dead, of this we are witnesses. |
3:16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσεν τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. | 16 καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ, τοῦτον ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. |
And upon the faith of his name, his name has strengthened this man whom you see and know; and the faith which is through him has given to him this physical wholeness in the presence of all of you. | And upon the faith of his name, his name has strengthened this man whom you see and know; and the faith which is through him has given to him this physical wholeness in the presence of all of you. |
3:17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· | 17 καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν· |
“And now, brothers, I know that you acted according to ignorance, just as your rulers also did. | “And now, brothers, I know that you acted according to ignorance, just as your rulers also did. |
3:18 ὁ δὲ θεός, ἃ προκατήγγειλεν διὰ στόματος πάντων τῶν προφητῶν παθεῖν τὸν Χριστὸν αὐτοῦ, ἐπλήρωσεν οὕτως. | 18 ὁ δὲ θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω. |
But God predicted things through the mouth of all the prophets, that his Christ would suffer, he has thus fulfilled. | But God predicted things through the mouth of all the prophets, that his Christ would suffer, he has thus fulfilled. |
3:19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, | 19 μετανοήσατε οὖν καὶ ἐπιστρέψατε, εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας, ὅπως ἄν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου, |
Therefore repent and return, so that your sins may be wiped away, | Therefore repent and return, so that your sins may be wiped away, when the times of refreshing may come from the presence of the Lord. |
3:20 ὅπως ἄν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν Ἰησοῦν, | 20 καὶ ἀποστείλῃ τὸν προκεκηρυγμένον ὑμῖν Ἰησοῦν Χριστόν, |
in order that times of refreshing may come from the presence of the Lord; and that he may send Jesus Christ the one appointed for you, | and that he may send Jesus Christ the one appointed for you, |
3:21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων ἀπ᾿ αἰῶνος αὐτοῦ προφητῶν. | 21 ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων, ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος πάντων ἁγίων αὐτοῦ προφητῶν ἀπ᾿ αἰῶνος. |
whom heaven must receive until the times of restoration of all things about which God spoke by the mouth of his holy prophets from ancient time. | whom heaven must receive until the times of restoration of all things about which God spoke by the mouth of all his holy prophets from ancient time. |
3:22 Μωϋσῆς μὲν εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἄν λαλήσῃ πρὸς ὑμᾶς. | 22 Μωσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν, ὅτι προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἄν λαλήσῃ πρὸς ὑμᾶς. |
Mōsēs said, ‘The Lord God will raise up a prophet for you like me from your brothers; you shall listen to him regarding all that he says to you. | For indeed Mōsēs said to the fathers, ‘The Lord God will raise up a prophet for you like me from your brothers; you shall listen to him regarding all that he says to you. |
3:23 ἔσται δὲ πᾶσα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ. | 23 ἔσται δέ, πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ. |
And it will be that every soul who doesn’t listen to that prophet shall be utterly destroyed from among the people.’[4] | And it will be that every soul who doesn’t listen to that prophet shall be utterly destroyed from among the people.’[4] |
3:24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας. | 24 καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς, ὅσοι ἐλάλησαν, καὶ προκατήγγειλαν τὰς ἡμέρας ταύτας. |
And also all the prophets who have spoken, from Samuēl and his successors onward, also proclaimed these days. | And also all the prophets who have spoken, from Samuēl and his successors onward, also predicted these days. |
3:25 ὑμεῖς ἐστε οἱ υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν λέγων πρὸς Ἀβραάμ, καὶ ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. | 25 ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν, καὶ τῆς διαθήκης ἧς διέθετο ὁ θεὸς πρὸς τοὺς πατέρας ὑμῶν, λέγων πρὸς Ἀβραάμ, καὶ τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς. |
You are the sons of the prophets and of the covenant which God made with your fathers, saying to Abraham, ‘And in your seed all the families of the earth shall be blessed.’[5] | You are the sons of the prophets and of the covenant which God made with your fathers, saying to Abraham, ‘And in your seed all the families of the earth shall be blessed.’[5] |
3:26 ὑμῖν πρῶτον ἀναστήσας ὁ θεὸς τὸν παῖδα αὐτοῦ ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. | 26 ὑμῖν πρῶτον ὁ θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς, ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν. |
For you first, God raised up his Servant and sent him to bless you by turning each of you from your wickedness.” | For you first, God raised up his Servant Jesus and sent him to bless you by turning each of you from your wickedness.” |