Chapter 28
NAS | TextRec |
---|
Resurrection of Jesus
(Mark 16:1‑8; Luke 24:1‑12; Jōhn 20:1‑10)
28:1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον. | 1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον. |
Now after the Sabbath, while it began to dawn toward the first day of the week, Mary Magdalēnē and the other Mary came to look at the tomb. | Now after the Sabbath, while it began to dawn toward the first day of the week, Mary Magdalēnē and the other Mary came to look at the tomb. |
28:2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. | 2 καὶ ἰδού, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ, προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας, καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. |
And suddenly! A great earthquake occurred; for after coming down out of the sky and going forward, an angel of the Lord rolled away the stone and sat upon it. | And suddenly! A great earthquake occurred; for after coming down out of the sky and going forward, an angel of the Lord rolled away the stone from the entrance and sat upon it. |
28:3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών. | 3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπή, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών. |
And his appearance was like lightning, and his clothing as white as snow. | And his appearance was like lightning, and his clothing as white as snow. |
28:4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί. | 4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. |
The guards shook for fear of him and became like dead men. | The guards shook for fear of him and became like dead men. |
28:5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· | 5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί, μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε. |
And in response to the women, the angel said, “Stop being afraid; for I know that you are seeking for Jesus who has been crucified. | And in response to the women, the angel said, “Stop being afraid; for I know that you are seeking for Jesus who has been crucified. |
28:6 οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο. | 6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ, καθὼς εἶπε· δεῦτε, ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. |
He is not here, for he has risen, just as he said. Come, see the place where he was lying. | He is not here, for he has risen, just as he said. Come, see the place where the Lord was lying. |
28:7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. |
7 καὶ
ταχὺ
πορευθεῖσαι
εἴπατε
τοῖς
μαθηταῖς
αὐτοῦ,
ὅτι
ἠγέρθη
ἀπὸ
τῶν
νεκρῶν·
καὶ
ἰδού,
προάγει
ὑμᾶς
εἰς
τὴν
Γαλιλαίαν·
ἐκεῖ
αὐτὸν
ὄψεσθε. ἰδού, εἶπον ὑμῖν. |
After quickly going, tell his disciples that he has risen from the dead; and listen! He is going ahead of you into Galilee, there you will see him; take note! I have told you.” | After quickly going, tell his disciples that he has risen from the dead; and listen! He is going ahead of you into Galilee, there you will see him; take note! I have told you.” |
28:8 καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. | 8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. |
And after quickly leaving from the tomb with fear and great joy, they ran to report it to his disciples. | And after quickly leaving from the tomb with fear and great joy, they ran to report it to his disciples. |
28:9 καὶ
ἰδοὺ
Ἰησοῦς
ὑπήντησεν
αὐταῖς
λέγων,
χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. |
9 ὡς
δὲ
ἐπορεύοντο
ἀπαγγεῖλαι
τοῖς
μαθηταῖς
αὐτοῦ,
καὶ
ἰδού,
ὁ
Ἰησοῦς
ἀπήντησεν
αὐταῖς,
λέγων,
χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας, καὶ προσεκύνησαν αὐτῷ. |
And suddenly! Jesus met them, saying, “Rejoice!” And when they approached him, they seized his feet and worshipped him. | As they went to tell his disciples, suddenly! Jesus met them, saying, “Rejoice!” And when they approached him, they seized his feet and worshipped him. |
28:10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς, μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. | 10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε, ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται. |
Then Jesus said to them, “Stop being afraid; depart and report to my brothers in order that they may leave for Galilee, and there they will see me.” | Then Jesus said to them, “Stop being afraid; depart and report to my brothers in order that they may leave for Galilee, and there they will see me.” |
The Report of the Guard
28:11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. | 11 Πορευομένων δὲ αὐτῶν, ἰδού, τινὲς τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. |
Now while they were on their way, right away some of the sentry went into the city and reported to the chief priests all things that happened. | Now while they were on their way, right away some of the sentry went into the city and reported to the chief priests all things that happened. |
28:12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις | 12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις, |
And after assembling the council of the elders together, they got a large amount of money to give to the soldiers, | And after assembling the council of the elders together, they got a large amount of money to give to the soldiers, |
28:13 λέγοντες, εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων. | 13 λέγοντες, εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων, |
saying, “Say, ‘During the night, his disciples came and stole him away while we were sleeping.’ | saying, “Say, ‘During the night, his disciples came and stole him away while we were sleeping.’ |
28:14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. | 14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτόν, καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν. |
And if this should be heard by the governor, we will persuade him and make you secure.” | And if this should be heard by the governor, we will persuade him and make you secure.” |
28:15 οἱ
δὲ
λαβόντες
ἀργύρια
ἐποίησαν
ὡς
ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον [ἡμέρας]. |
15 οἱ
δὲ
λαβόντες
τὰ
ἀργύρια
ἐποίησαν
ὡς
ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον. |
And they took the money and did as they had been instructed; and this story was widely spread among the Jews, and is to this day. | And they took the money and did as they had been instructed; and this story was widely spread among the Jews, and is to this day. |
Commissioning of the Disciples
(Mark 16:14‑18; Luke 24:36‑49; Jōhn 20:19‑23; Acts 1:6‑8)
28:16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς, | 16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς. |
But the eleven disciples proceeded to Galilee, to the mountain which Jesus had arranged for them. | But the eleven disciples proceeded to Galilee, to the mountain which Jesus had arranged for them. |
28:17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν. | 17 καὶ ἰδόντες αὐτόν, προσεκύνησαν αὐτῷ· οἱ δὲ ἐδίστασαν. |
After seeing him, they worshipped; but some doubted. | After seeing him, they worshipped him; but some doubted. |
28:18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ [τῆς] γῆς. | 18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς, λέγων, ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. |
And after coming forward, Jesus spoke to them, saying, “All authority has been given to me in heaven and on [the] earth. | And after coming forward, Jesus spoke to them, saying, “All authority has been given to me in heaven and on [the] earth. |
28:19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, | 19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, |
After going forth, therefore, make disciples of all the nations, baptizing them in the name of the Father and the Son and the Holy Spirit, | After going forth, therefore, make disciples of all the nations, baptizing them in the name of the Father and the Son and the Holy Spirit, |
28:20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. |
20 διδάσκοντες
αὐτοὺς
τηρεῖν
πάντα
ὅσα
ἐνετειλάμην
ὑμῖν·
καὶ
ἰδού,
ἐγὼ
μεθ᾿
ὑμῶν
εἰμι
πάσας
τὰς
ἡμέρας
ἕως
τῆς
συντελείας
τοῦ
αἰῶνος. Ἀμήν. |
teaching them to keep all that I commanded you; and listen! I am with you all the days unto the end of the age.” | teaching them to keep all that I commanded you; and listen! I am with you all the days unto the end of the age.” Amen |