Chapter 21
Verses: [1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]NAS | TextRec |
---|
The New Heaven and the New Earth
21:1 Καὶ
εἶδον
οὐρανὸν
καινὸν
καὶ
γῆν
καινήν. ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. | 1 Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ παρῆλθε, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἔτι. |
Then I saw a new sky and a new land; for the first sky and the first land passed away, and there is no longer any sea. | Then I saw a new sky and a new land; for the first sky and the first land passed away, and there is no longer any sea. |
21:2 καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδον καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. | 2 καὶ ἐγὼ Ἰωάννης εἶδον τὴν πόλιν τὴν ἁγίαν, Ἰερουσαλὴμ καινὴν, καταβαίνουσαν ἀπὸ τοῦ θεοῦ ἐκ τοῦ οὐρανοῦ, ἡτοιμασμένην ὡς νύμφην κεκοσμημένην τῷ ἀνδρὶ αὐτῆς. |
And I saw the holy city, new Jerusalem, coming down out of the sky from God, prepared as a bride having been adorned for her husband. | And I Jōhn saw the holy city, new Jerusalem, coming down out of the sky from God, prepared as a bride having been adorned for her husband. |
21:3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ θρόνου λεγούσης, Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν, καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς μετ᾿ αὐτῶν ἔσται [αὐτῶν θεός], | 3 καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ᾿ αὐτῶν· καὶ αὐτοὶ λαοὶ αὐτοῦ ἔσονται, καὶ αὐτὸς ὁ θεὸς ἔσται μετ᾿ αὐτῶν, θεὸς αὐτῶν. |
And I heard a loud voice out of the throne, saying, “Look, the tent of God is with men, and he will tent among them, and they shall be his people, and God himself will be with them, [their God], | And I heard a loud voice out of the sky, saying, “Look, the tent of God is with men, and he will tent among them, and they shall be his people, and God himself will be with them, their God, |
21:4 καὶ ἐξαλείψει πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι οὔτε πένθος οὔτε κραυγὴ οὔτε πόνος οὐκ ἔσται ἔτι, [ὅτι] τὰ πρῶτα ἀπῆλθαν. | 4 καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσται ἔτι· οὔτε πένθος, οὔτε κραυγή, οὔτε πόνος οὐκ ἔσται ἔτι· ὅτι τὰ πρῶτα ἀπῆλθον. |
and he will wipe away every tear from their eyes; and there will no longer be any death; there will no longer be any mourning, or crying, or pain; [because] the first things have passed away.” | and God will wipe away every tear from their eyes; and there will no longer be any death; there will no longer be any mourning, or crying, or pain; because the first things have passed away.” |
21:5 Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, Ἰδοὺ καινὰ ποιῶ πάντα, καὶ λέγει, Γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί εἰσιν. |
5 Καὶ
εἶπεν
ὁ
καθήμενος
ἐπὶ
τοῦ
θρόνου,
Ἰδού,
καινὰ
ποιῶ
πάντα
ποιῶ. καὶ λέγει μοι, Γράψον· ὅτι οὗτοι οἱ λόγοι ἀληθινοὶ καὶ πιστοί εἰσι. |
And he who sits on the throne said, “Look, I am making all things new.” And he said, “Write, because these words are faithful and true.” | And he who sits on the throne said, “Look, I am making all things new.” And he said to me, “Write, because these words are faithful and true.” |
21:6 καὶ
εἶπέν
μοι,
γέγοναν. ἐγὼ [εἰμι] τὸ Ἄλφα καὶ τὸ Ὦ, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. |
6 καὶ
εἶπέ
μοι,
γέγονε. ἐγὼ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεάν. |
Then he said to me, “It is done. I [am] the Alpha and the ‘Ω’, the beginning and the end. I will give to the one who thirsts from the spring of the water of life without cost. | Then he said to me, “It is done. I am the ‘A’ and the ‘Ω’, the beginning and the end. I will give to the one who thirsts from the spring of the water of life without cost. |
21:7 ὁ νικῶν κληρονομήσει ταῦτα καὶ ἔσομαι αὐτῷ θεὸς καὶ αὐτὸς ἔσται μοι υἱός. | 7 ὁ νικῶν κληρονομήσει πάντα, καὶ ἔσομαι αὐτῷ θεός, καὶ αὐτὸς ἔσται μοι ὁ υἱός. |
He who overcomes will inherit these things, and I will be his God and he will be my son. | He who overcomes will inherit these things, and I will be his God and he will be my son. |
21:8 τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πόρνοις καὶ φαρμάκοις καὶ εἰδωλολάτραις καὶ πᾶσιν τοῖς ψευδέσιν τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὅ ἐστιν ὁ θάνατος ὁ δεύτερος. | 8 δειλοῖς δὲ καὶ ἀπίστοις καὶ ἐβδελυγμένοις καὶ φονεῦσι καὶ πόρνοις καὶ φαρμακεῦσι καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ὃ ἐστι δεύτερος θάνατος. |
But for the cowardly and unbelieving and abominable and murderers and sexual deviants and sorcerers and idolaters and all liars, their part will be in the lake that burns with fire and sulphur, which is the second death.” | But for the cowardly and unbelieving and abominable and murderers and sexual deviants and sorcerers and idolaters and all liars, their part will be in the lake that burns with fire and sulphur, which is the second death.” |
The New Jerusalem
21:9 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τῶν γεμόντων τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων καὶ ἐλάλησεν μετ᾿ ἐμοῦ λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τὴν γυναῖκα τοῦ ἀρνίου. | 9 Καὶ ἦλθε πρός με εἷς τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας τὰς γεμούσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ, λέγων, Δεῦρο, δείξω σοι τὴν νύμφην τοῦ ἀρνίου τὴν γυναῖκα. |
Then one of the seven angels who had the seven bowls full of the seven last plagues came and spoke with me, saying, “Come here, I will show you the bride, the wife of the Lamb.” | Then one of the seven angels who had the seven bowls full of the seven last plagues came to me and spoke with me, saying, “Come here, I will show you the bride, the wife of the Lamb.” |
21:10 καὶ ἀπήνεγκέν με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ | 10 καὶ ἀπήνεγκέ με ἐν πνεύματι ἐπ᾿ ὄρος μέγα καὶ ὑψηλόν, καὶ ἔδειξέ μοι τὴν πόλιν τὴν μεγάλην, τὴν ἁγίαν Ἰερουσαλήμ, καταβαίνουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, |
And he carried me away in the spirit to a great and high mountain, and showed me the holy city, Jerusalem, coming down out of the sky from God, | And he carried me away in the spirit to a great and high mountain, and showed me the great city, the holy Jerusalem, coming down out of the sky from God, |
21:11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ, ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι. | 11 ἔχουσαν τὴν δόξαν τοῦ θεοῦ· καὶ ὁ φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλίζοντι· |
having the glory of God. Her light was like a very valuable stone, as a stone of transparent jasper. | having the glory of God. Her light was like a very valuable stone, as a stone of transparent jasper. |
21:12 ἔχουσα τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δώδεκα καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστιν [τὰ ὀνόματα] τῶν δώδεκα φυλῶν υἱῶν Ἰσραήλ· | 12 ἔχουσάν τε τεῖχος μέγα καὶ ὑψηλόν, ἔχουσαν πυλῶνας δώδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἅ ἐστι τῶν δώδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ· |
It had a great and high wall, with twelve gates, and at the gates twelve angels; and names were inscribed on them, which are [the names] of the twelve tribes of the sons of Israēl. | It had a great and high wall, with twelve gates, and at the gates twelve angels; and names were inscribed on them, which are of the twelve tribes of the sons of Israēl. |
21:13 ἀπὸ ἀνατολῆς πυλῶνες τρεῖς καὶ ἀπὸ βορρᾶ πυλῶνες τρεῖς καὶ ἀπὸ νότου πυλῶνες τρεῖς καὶ ἀπὸ δυσμῶν πυλῶνες τρεῖς. | 13 ἀπ᾿ ἀνατολῆς, πυλῶνες τρεῖς· ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς· ἀπὸ νότου, πυλῶνες τρεῖς· ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς. |
There were three gates on the east and three gates on the north and three gates on the south and three gates on the west. | There were three gates on the east and three gates on the north and three gates on the south and three gates on the west. |
21:14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχων θεμελίους δώδεκα καὶ ἐπ᾿ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. | 14 καὶ τὸ τεῖχος τῆς πόλεως ἔχον θεμελίους δώδεκα, καὶ ἐν αὐτοῖς ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου. |
And the wall of the city had twelve foundation stones, and on them were the twelve names of the twelve apostles of the Lamb. | And the wall of the city had twelve foundation stones, and on them were the names of the twelve apostles of the Lamb. |
21:15 Καὶ ὁ λαλῶν μετ᾿ ἐμοῦ εἶχεν μέτρον κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν καὶ τοὺς πυλῶνας αὐτῆς καὶ τὸ τεῖχος αὐτῆς. | 15 Καὶ ὁ λαλῶν μετ᾿ ἐμοῦ, εἶχε κάλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πόλιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς. |
The one who spoke with me had a gold measuring rod in order that he might measure the city, and its gates and its wall. | The one who spoke with me had a gold rod in order that he might measure the city, and its gates and its wall. |
21:16 καὶ
ἡ
πόλις
τετράγωνος
κεῖται
καὶ
τὸ
μῆκος
αὐτῆς
ὅσον
[καὶ]
τὸ
πλάτος. καὶ ἐμέτρησεν τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων, τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. |
16 καὶ
ἡ
πόλις
τετράγωνος
κεῖται,
καὶ
τὸ
μῆκος
αὐτῆς
τοσοῦτόν
ἐστιν
ὅσον
καὶ
τὸ
πλάτος. καὶ ἐμέτρησε τὴν πόλιν τῷ καλάμῳ ἐπὶ σταδίων δώδεκα χιλιάδων· τὸ μῆκος καὶ τὸ πλάτος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστί. |
The city is laid out as a square, and its length is like the width; and he measured the city with the rod, 12,000 stade;[1] its length and width and height are equal. | The city is laid out as a square, and its length is like the width; and he measured the city with the rod, 12,000 stade;[1] its length and width and height are equal. |
21:17 καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσεράκοντα τεσσάρων πηχῶν μέτρον ἀνθρώπου, ὅ ἐστιν ἀγγέλου. | 17 καὶ ἐμέτρησε τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαράκοντα τεσσάρων πηχῶν, μέτρον ἀνθρώπου, ὃ ἐστιν ἀγγέλου. |
And he measured its wall, 144 cubits,[2] according to human measurements, which is the same as of an angel. | And he measured its wall, 144 cubits,[2] according to human measurements, which is the same as of an angel. |
21:18 καὶ ἡ ἐνδώμησις τοῦ τείχους αὐτῆς ἴασπις καὶ ἡ πόλις χρυσίον καθαρὸν ὅμοιον ὑάλῳ καθαρῷ. | 18 καὶ ἦν ἐνδόμησις τοῦ τείχους αὐτῆς, ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ὁμοία ὑάλῳ καθαρῷ. |
The construction of the wall was jasper; and the city was pure gold, like clear glass. | The construction of the wall was jasper; and the city was pure gold, like clear glass. |
21:19 οἱ θεμέλιοι τοῦ τείχους τῆς πόλεως παντὶ λίθῳ τιμίῳ κεκοσμημένοι· ὁ θεμέλιος ὁ πρῶτος ἴασπις, ὁ δεύτερος σάπφιρος, ὁ τρίτος χαλκηδών, ὁ τέταρτος σμάραγδος, |
19 καὶ
οἱ
θεμέλιοι
τοῦ
τείχους
τῆς
πόλεως
παντὶ
λίθῳ
τιμίῳ
κεκοσμημένοι. ὁ θεμέλιος ὁ πρῶτος, ἴασπις· ὁ δεύτερος, σάπφειρος· ὁ τρίτος, χαλκηδών· ὁ τέταρτος, σμάραγδος· |
The foundations of the city wall were adorned with every kind of precious stone. The first foundation stone was jasper; the second, sapphire; the third, chalcedony; the fourth, emerald; | The foundations of the city wall were adorned with every kind of precious stone. The first foundation stone was jasper; the second, sapphire; the third, chalcedony; the fourth, emerald; |
21:20 ὁ πέμπτος σαρδόνυξ, ὁ ἕκτος σάρδιον, ὁ ἕβδομος χρυσόλιθος, ὁ ὄγδοος βηρύλλος, ὁ ἔνατος τοπάζιον, ὁ δέκατος χρυσόπρασος, ὁ ἑνδέκατος ὑάκινθος, ὁ δώδεκατος ἀμέθυστος, | 20 ὁ πέμπτος, σαρδόνυξ· ὁ ἕκτος, σάρδιον· ὁ ἕβδομος, χρυσόλιθος· ὁ ὄγδοος, βηρύλλος· ὁ ἔνατος, τοπάζιον· ὁ δέκατος, χρυσόπρασος· ὁ ἑνδέκατος, ὑάκινθος· ὁ δώδεκατος, ἀμέθυστος. |
the fifth, sardonyx; the sixth, sardius; the seventh, chrysolite; the eighth, beryl; the ninth, topaz; the tenth, chrysoprase; the eleventh, blue jacinth; the twelfth, amethyst. | the fifth, sardonyx; the sixth, sardius; the seventh, chrysolite; the eighth, beryl; the ninth, topaz; the tenth, chrysoprase; the eleventh, blue jacinth; the twelfth, amethyst. |
21:21 καὶ
οἱ
δώδεκα
πυλῶνες
δώδεκα
μαργαρῖται,
ἀνὰ
εἷς
ἕκαστος
τῶν
πυλώνων
ἦν
ἐξ
ἑνὸς
μαργαρίτου. καὶ ἡ πλατεῖα τῆς πόλεως χρυσίον καθαρὸν ὡς ὕαλος διαυγής. | 21 καὶ οἱ δώδεκα πυλῶνες, δώδεκα μαργαρῖται· ἀνὰ εἷς ἕκαστος τῶν πυλώνων ἦν ἐξ ἑνὸς μαργαρίτου· καὶ ἡ πλατεῖα τῆς πόλεως, χρυσίον καθαρόν, ὡς ὕαλος διαφανής. |
And the twelve gates were twelve pearls; each one of the gates was a single pearl. And the street of the city was pure gold, like transparent glass. | And the twelve gates were twelve pearls; each one of the gates was a single pearl. And the street of the city was pure gold, like transparent glass. |
21:22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ, ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστιν καὶ τὸ ἀρνίον. | 22 Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ· ὁ γὰρ κύριος ὁ θεὸς ὁ παντοκράτωρ ναὸς αὐτῆς ἐστι, καὶ τὸ ἀρνίον. |
I didn’t see a temple in it, for the Lord God the Almighty and the Lamb are its temple. | I didn’t see a temple in it, for the Lord God the Almighty and the Lamb are its temple. |
21:23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου οὐδὲ τῆς σελήνης ἵνα φαίνωσιν αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. | 23 καὶ ἡ πόλις οὐ χρείαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σελήνης, ἵνα φαίνωσιν ἐν αὐτῇ· ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ ὁ λύχνος αὐτῆς τὸ ἀρνίον. |
And the city has no need of the sun or of the moon to shine on it, for the glory of God has illumined it, and its lamp is the Lamb. | And the city has no need of the sun or of the moon to shine on it, for the glory of God has illumined it, and its lamp is the Lamb. |
21:24 καὶ περιπατήσουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς, καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσιν τὴν δόξαν αὐτῶν εἰς αὐτήν, | 24 καὶ τὰ ἔθνη τῶν σωζομένων ἐν τῷ φωτὶ αὐτῆς περιπατήσουσι· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσι τὴν δόξαν καὶ τὴν τιμὴν αὐτῶν εἰς αὐτήν, |
The nations will walk by its light, and the kings of the land will bring their glory into it. | And the nations of them which are saved shall walk in the light of it: and the kings of the land will bring their glory and honour into it. |
21:25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας, νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ, | 25 καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας· νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ. |
And its gates will not be closed by day for there shall be no night there; | And its gates will not be closed by day for there shall be no night there. |
21:26 καὶ οἴσουσιν τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. | 26 καὶ οἴσουσι τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. |
and they will bring the glory and the honour of the nations into it; | and they will bring the glory and the honour of the nations into it; |
21:27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινὸν καὶ [ὁ] ποιῶν βδέλυγμα καὶ ψεῦδος εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. | 27 καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινοῦν, καὶ ποιοῦν βδέλυγμα, καὶ ψεῦδος· εἰ μὴ οἱ γεγραμμένοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου. |
and nothing unclean, and no one who practices abomination and lying, shall ever come into it, but only those whose names are written in the Lamb’s scroll of life. | and nothing unclean, and no one who practices abomination and lying, shall ever come into it, but only those whose names are written in the Lamb’s scroll of life. |