Chapter 1
NAS | TextRec |
---|
Salutation
1:1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς | 1 Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, |
Paul, an apostle of Christ Jesus by the will of God, and Timothy our brother, | Paul, an apostle of Jesus Christ by the will of God, and Timothy our brother, |
1:2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν. | 2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
To the saints and faithful brothers in Christ wh8o are at Colossae: Grace to you and peace from God our Father. | To the saints and faithful brothers in Christ wh8o are at Colossae: Grace to you and peace from God our Father and the Lord Jesus Christ. |
Paul Thanks God for the Colossians
1:3 Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, | 3 Εὐχαριστοῦμεν τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι· |
We give thanks to God, the Father of our Lord Jesus Christ, praying always for you, | We give thanks to God, the Father of our Lord Jesus Christ, praying always for you, |
1:4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους | 4 ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, |
after hearing of your faith in Christ Jesus and the love which you have for all the saints; | after hearing of your faith in Christ Jesus and the love which you have for all the saints; |
1:5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου | 5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου, |
because of the hope being reserved for you in heaven, of which you previously heard in the word of the truth of the gospel | because of the hope being reserved for you in heaven, of which you previously heard in the word of the truth of the gospel |
1:6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· | 6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἐστι καρποφορούμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ· |
which has come to you, just as in all the world also it is bearing fruit and increasing, even as it has been doing in you also since the day you heard of it and knew the grace of God in truth; | which has come to you, just as in all the world also it is bearing fruit, even as it has been doing in you also since the day you heard of it and knew the grace of God in truth; |
1:7 καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ, | 7 καθὼς καί ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ἡμῶν διάκονος τοῦ Χριστοῦ, |
just as you learned it from Epaphras, our beloved co-servant, who is a faithful servant of Christ on our behalf, | just as you learned it from Epaphras, our beloved co-servant, who is a faithful servant of Christ on our behalf, |
1:8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. | 8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι. |
and he also declared to us of your love in the Spirit. | and he also declared to us of your love in the Spirit. |
The Person and Work of Christ
1:9 διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, | 9 διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, |
For this reason also, since the day we heard of it, we have not ceased praying for you and asking that you may be filled with the knowledge of his will in all spiritual wisdom and understanding, | For this reason also, since the day we heard of it, we have not ceased praying for you and asking that you may be filled with the knowledge of his will in all spiritual wisdom and understanding, |
1:10 περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ, | 10 περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ θεοῦ· |
to walk worthily of the Lord, into all eagerness to please, being fruitful in every good work and increasing in the knowledge of God; | to walk worthily of the Lord, into all eagerness to please, being fruitful in every good work and increasing in the knowledge of God; |
1:11 ἐν
πάσῃ
δυνάμει
δυναμούμενοι
κατὰ
τὸ
κράτος
τῆς
δόξης
αὐτοῦ
εἰς
πᾶσαν
ὑπομονὴν
καὶ
μακροθυμίαν. μετὰ χαρᾶς |
11 ἐν
πάσῃ
δυνάμει
δυναμούμενοι
κατὰ
τὸ
κράτος
τῆς
δόξης
αὐτοῦ
εἰς
πᾶσαν
ὑπομονὴν
καὶ
μακροθυμίαν. μετὰ χαρᾶς· |
strengthened with all power, according to his glorious might, unto all endurance and patience; with joy | strengthened with all power, according to his glorious might, unto all endurance and patience; with joy |
1:12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· | 12 εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, |
giving thanks to the Father, who has qualified us for the share of the inheritance of the saints in Light. | giving thanks to the Father, who has qualified us for the share of the inheritance of the saints in Light. |
1:13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, | 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, |
Who rescued us from the authority of darkness, and transferred us to the kingdom of his beloved Son, | Who rescued us from the authority of darkness, and transferred us to the kingdom of his beloved Son, |
1:14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· | 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· |
in whom we have redemption, the forgiveness of sins. | in whom we have redemption through his blood, the forgiveness of sins. |
1:15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, | 15 ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· |
He is the image of the invisible God, the firstborn of all creation. | He is the image of the invisible God, the firstborn of all creation. |
1:16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· | 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι· τὰ πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· |
For by him all things were created, both in the skies and on the land, visible and invisible, whether thrones or dominions or rulers or authorities – all things have been created through him and for him. | For by him all things were created, both in the skies and on the land, visible and invisible, whether thrones or dominions or rulers or authorities – all things have been created through him and for him. |
1:17 καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, | 17 καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε· |
And he is before all things, and in him all things hold together. | And he is before all things, and in him all things hold together. |
1:18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, | 18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· |
He is also the head of the body, the church; and he is the beginning, the firstborn from the dead, so that he himself may become first in all things. | He is also the head of the body, the church; and he is the beginning, the firstborn from the dead, so that he himself may become first in all things. |
1:19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι | 19 ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, |
Because it was the Father’s pleasure that all the fullness to dwell in him, | Because it was the Father’s pleasure that all the fullness to dwell in him, |
1:20 καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, [δι᾿ αὐτοῦ] εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. | 20 καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾿ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. |
and through him to reconcile all things to himself, after making peace through the blood of his cross; through him, I say, whether things on earth or things in the heavens. | and through him to reconcile all things to himself, after making peace through the blood of his cross; through him, I say, whether things on earth or things in the heavens. |
1:21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, | 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν |
And although you were formerly alienated and hostile in mind, in evil actions, | And although you were formerly alienated and hostile in mind, in evil actions, but now he reconciled you |
1:22 νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, | 22 ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ· |
but now he reconciled you in the body of his flesh through death, to present you before him holy and blameless and without reproach, | in the body of his flesh through death, to present you before him holy and blameless and without reproach, |
1:23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. | 23 εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. |
if indeed you continue in the faith having been firmly established and steadfast, and not being moved away from the hope of the gospel that you have heard, which was preached in all creation under the sky, and of which I, Paul, became a minister. | if indeed you continue in the faith having been firmly established and steadfast, and not being moved away from the hope of the gospel that you have heard, which was preached in all creation under the sky, and of which I, Paul, became a minister. |
Paul’s Ministry to the Church
1:24 Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, | 24 Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὃ ἐστιν ἡ ἐκκλησία· |
Now I rejoice in my sufferings for your sake, and in my flesh I am supplementing the lack in Christ’s afflictions on behalf of his body, which is the church. | Now I rejoice in my sufferings for your sake, and in my flesh I am supplementing the lack in Christ’s afflictions on behalf of his body, which is the church. |
1:25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, | 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, |
Of this church I became a minister according to the management from God granted to me for you, to fulfill the word of God, | Of this church I became a minister according to the management from God granted to me for you, to fulfill the word of God, |
1:26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν —νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, | 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· |
the mystery which has been hidden from the past ages and generations, but has now been revealed to his saints, | the mystery which has been hidden from the past ages and generations, but has now been revealed to his saints, |
1:27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· | 27 οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι, τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· |
to whom God wanted to make known what is the riches of the glory of this mystery among the Gentiles, which is Christ in you, the assurance of glory. | to whom God wanted to make known what is the riches of the glory of this mystery among the Gentiles, which is Christ in you, the assurance of glory. |
1:28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ· | 28 ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· |
We preach him, admonishing every man and teaching every man with all wisdom, so that we may present every man mature in Christ. | We preach him, admonishing every man and teaching every man with all wisdom, so that we may present every man mature in Christ Jesus. |
1:29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. | 29 εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. |
For which also I labour, striving according to his activity, which works within me in power. | For which also I labour, striving according to his activity, which works within me in power. |