top Hermas: Mandates 9

Mandate 9

1 Λέγει μοι· Ἆρον ἀπὸ σεαυτοῦ τὴν διψυχίαν καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ θεοῦ, λέγων ἐν σεαυτῷ ὅτι πῶς δύναμαι αἰτήσασθαι παρὰ τοῦ κυρίου καὶ λαβεῖν, ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; He says to me; "Remove from yourself a doubtful mind and doubt not at all whether to ask of God, saying within yourself, "How can I ask thing of the Lord and receive it, seeing that I have committed so many sins against Him?"
2 μὴ διαλογίζου ταῦτα, ἀλλ᾿ ἐξ ὅλης τῆς καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν κύριον καὶ αἰτοῦ παρ᾿ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολλὴν εὐσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σὲ ἐγκαταλίπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. Reason not thus, but turn to the Lord with your whole heart, and ask of Him nothing wavering, and you shall know His exceeding compassion, that He will surely not abandon you, but will fulfill the petition of your soul.
3 οὐκ ἔστι γὰρ θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ᾿ αὐτὸς ἀμνησίκακός ἐστι καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. For God is not as men who bear a grudge, but Himself is without malice and has compassion on His creatures.
4 σὺ οὖν καθάρισόν σου τὴν καρδίαν ἀπὸ πάντων τῶν ματαιωμάτων τοῦ αἰῶνος τούτου καὶ τῶν προειρημένων σοί ῥημάτων καὶ αἰτοῦ παρὰ τοῦ κυρίου, καὶ ἀπολήψῃ πάντα καὶ ἀπὸ πάντων τῶν αἰτημάτων σου ἀνυστέρητος ἔσῃ, ἐὰν ἀδιστάκτως αἰτήσῃς παρὰ τοῦ κυρίου. Do you therefore cleanse your heart from all the vanities of this life, and from the things mentioned before; and ask of the Lord, and you shall receive all things, and shall lack nothing of all your petitions, if you ask of the Lord nothing wavering.
5 ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου. οἱ γὰρ διστάζοντες εἰς τὸν θεόν, οὗτοί εἰσιν οἱ δίψυχοι καὶ οὐδὲν ὅλως ἐπιτυγχάνουσι τῶν αἰτημάτων αὐτῶν. But if you waver in your heart, you shall surely receive none of your petitions. For they who waver toward God, these are the doubtful-minded, and they never obtain any of their petitions.
6 οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν κύριον καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦνται, μηδὲν διψυχοῦντες. πᾶς γὰρ δίψυχος ἀνήρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται. But they who are complete in the faith make all their petitions trusting in the Lord, and they receive, because they ask without wavering, nothing doubting; for every doubtful-minded man, if he repent not, shall hardly be saved.
7 καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας, ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστι, καὶ πίστευε τῷ θεῷ, ὅτι πάντα τὰ αἰτήματά σου αἰτεῖς λήψῃ, καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ κυρίου αἴτημά τι βραδύτερον λαμβάνῃς, μὴ διψυχήσῃς, ὅτι ταχὺ οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου· πάντως γὰρ διὰ πειρασμόν τινα παράπτωμά τι, σὺ ἀγνοεῖς, βραδύτερον λαμβάνεις τὸ αἴτημά σου. Cleanse therefore your heart from doubtful-mindedness, and put on faith, for it is strong, and trust God that you wilt receive all your petitions which you askest; and if after asking anything of the Lord, you receive your petition somewhat tardily, be not of doubtful mind because you did not receive the petition of your soul at once. For assuredly it is by reason of some temptation or some transgression, of which you are ignorant, that you receivest your petition so tardily.
8 σὺ οὖν μὴ διαλίπῃς αἰτούμενος τὸ αἴτημα τῆς ψυχῆς σου, καὶ λήψῃ αὐτό. ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, σεαυτὸν αἰτιῶ καὶ μὴ τὸν διδόντα σοι. Do you therefore cease not to make your soul's petition, and you shall receive it. But if you grow weary, and doubt as you askest, blame yourself and not Him that gives unto you.
9 βλέπε τὴν διψυχίαν ταύτην· πονηρὰ γάρ ἐστι καὶ ἀσύνετος καὶ πολλοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. καὶ γὰρ αὕτη διψυχία θυγάτηρ ἐστὶ τοῦ διαβόλου καὶ λίαν πονηρεύεται εἰς τοὺς δούλους τοῦ θεοῦ. See to this doubtful-mindedness; for it is evil and senseless, and uproots many from the faith, yes, even very faithful and strong men. For indeed this doubtful-mindedness is a daughter of the devil, and works great wickedness against the servants of God.
10 καταφρόνησον οὖν τῆς διψυχίας καὶ κατακυρίευσον αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν· γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ, δὲ διψυχία μὴ καταπιστεύουσα ἑαυτῇ πάντων ἀποτυγχάνει τῶν ἔργων αὐτῇς ὧν πράσσει. Therefore despise doubtful-mindedness and gain the mastery over it in everything, clothing yourself with faith which is strong and powerful. For faith promises all things, accomplishes all things; but doubtful-mindedness, as having no confidence in itself, fails in all the works which it does.
11 βλέπεις οὖν, φησίν, ὅτι πίστις ἄνωθέν ἐστι παρὰ τοῦ κυρίου καὶ ἔχει δύναμιν μεγάλην· δὲ διψυχία ἐπίγειον πνεῦμά ἐστι παρὰ τοῦ διαβόλου, δύναμιν μὴ ἔχουσα. You see then," says he, "that faith is from above from the Lord, and has great power; but doubtful-mindedness is an earthly spirit from the devil, and has no power.
12 σὺ οὖν δούλευε τῇ ἐχούσῃ δύναμιν τῇ πίστει καὶ ἀπὸ τῆς διψυχίας ἀπόσχου τῆς μὴ ἐχούσης δύναμιν, καὶ ζήσῃ τῷ θεῷ, καὶ πάντες ζήσονται τῷ θεῷ οἱ ταῦτα φρονοῦντες. Do you therefore serve that faith which has power, and hold aloof from the doubtful-mindedness which has no power; and you shall live unto God; yes, and all those shall live unto God who are so minded."