top Hermas: Mandates 12

Mandate 12 Chapter 1

1 Λέγει μοι· Ἆρον ἀπὸ σεαυτοῦ πᾶσαν ἐπιθυμίαν πονηράν, ἔνδυσαι δὲ τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν καὶ σεμνήν· ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν ταύτην μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν καὶ χαλιναγωγήσεις αὐτήν, καθὼς βούλει. He says to me; "Remove from yourself all evil desire, and clothe yourself in the desire which is good and holy; for clothed with this desire you shall hate the evil desire, and shall bridle and direct it as you wilt.
2 ἀγρία γάρ ἐστιν ἐπιθυμία πονηρὰ καὶ δυσκόλως ἡμεροῦται. φοβερὰ γάρ ἐστι καὶ λίαν τῇ ἀγριότητι αὐτῆς δαπανᾷ τοὺς ἀνθρώπους· μάλιστα δὲ ἐὰν ἐμπεσῇ εἰς αὐτὴν δοῦλος θεοῦ καὶ μὴ συνετός, δαπανᾶται ὑπ᾿ αὐτῆς δεινῶς· δαπανᾷ δὲ τοὺς τοιούτους τοὺς μὴ ἔχοντας ἔνδυμα τῆς ἐπιθυμίας τῆς ἀγαθῆς, ἀλλὰ ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ· τούτους οὖν παραδίδωσιν εἰς θάνατον. For the evil desire is wild, and only tamed with difficulty; for it is terrible, and by its wildness is very costly to men; more especially if a servant of God get entangled in it, and have no understanding, he is put to fearful costs by it. But it is costly to such men as are not clothed in the good desire, but are mixed up with this life "These men then it hands over to death."
3 Ποῖα, φημί, κύριε, ἔργα ἐστὶν τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ παραδιδόντα τοὺς ἀνθρώπους εἰς θάνατον; γνώρισόν μοι, ἵνα ἀφέξωμαι ἀπ᾿ αὐτῶν. Ἄκουσον, φησίν, ἐν ποίοις ἔργοις θανατοῖ ἐπιθυμία πονηρὰ τοὺς δούλους τοῦ θεοῦ. "Of what sort, Sir," say I, "are the works of the evil desire, which hand over men to death? Make them known to me, that I may hold aloof from them." Listen," [says he,] "through what works the evil desire brings death to the servants of God.

Mandate 12 Chapter 2

1 Πάντων προέχουσα ἐπιθυμία γυναικὸς ἀλλοτρίας ἀνδρὸς, καὶ πολυτελείας πλούτου καὶ ἐδεσμάτων πολλῶν ματαίων καὶ μεθυσμάτων, καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν· πᾶσα γὰρ τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ θεοῦ. "Before all is desire for the wife or husband of another, and for extravagance of wealth, and for many needless dainties, and for drinks and other luxuries, many and foolish. For even luxury is foolish and vain for the servants of God.
2 αὗται οὖν αἱ ἐπιθυμίαι πονηραί εἰσι, θανατοῦσαι τοὺς δούλους τοῦ θεοῦ· αὕτη γὰρ ἐπιθυμία πονηρὰ τοῦ διαβόλου θυγάτηρ ἐστίν. ἀπέχεσθαι οὖν δεῖ ἀπὸ τῶν ἐπιθυμιῶν τῶν πονηρῶν, ἵνα ἀποσχόμενοι ζήσητε τῷ θεῷ. These desires then are evil, and bring death to the servants of God. For this evil desire is a daughter of the devil. You must, therefore, abstain from the evil desires, that so abstaining you may live unto God.
3 ὅσοι δὲ ἄν κατακυριευθῶσιν ὑπ᾿ αὐτῶν καὶ μὴ ἀντίσταθῶσιν αὐταῖς, ἀποθανοῦνται εἰς τέλος· θανατώδεις γάρ εἰσιν αἱ ἐπιθυμίαι αὗται. But as many as are mastered by them, and resist them not, are done to death utterly; for these desires are deadly.
4 σὺ δὲ ἔνδυσαι τὴν ἐπιθυμίαν τῆς δικαιοσύνης, καὶ καθοπλισάμενος τὸν φόβον τοῦ κυρίου ἀντίστηθι αὐταῖς· γὰρ φόβος τοῦ θεοῦ κατοικεῖ ἐν τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. ἐπιθυμία πονηρὰ ἐὰν ἴδῃ σὲ καθωπλισμένον τῷ φόβῳ τοῦ θεοῦ καὶ ἀνθεστηκότα αὐτῇ, φεύξεται ἀπὸ σου μακρὰν καὶ οὐκέτι σοί ὀφθήσεται φοβουμένη τὰ ὅπλα σου. But do you clothe yourself in the desire of righteousness, and, having armed yourself with the fear of the Lord, resist them. For the fear of God dwells in the good desire. If the evil desire shall see you armed with the fear of God and resisting itself, it shall flee far from you, and shall no more be seen of you, being in fear of your arms.
5 σὺ οὖν νικήσας καὶ στεφανωθεὶς κατ᾿ αὐτῆς ἐλθὲ πρὸς τὴν ἐπιθυμίαν τῆς δικαιοσύνης, καί παραδοὺς αὐτῇ τὸ νῖκος ἔλαβες, δούλευσον αὐτῇ καθὼς αὐτὴ βούλεται. ἐὰν δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ, δυνήσῃ τῆς ἐπιθυμίας τῆς πονηρᾶς κατακυριεῦσαι καὶ ὑποτάξαι αὐτήν, καθὼς βούλει. Do you therefore, when you are crowned for your victory over it, come to the desire of righteousness, and deliver to her the victor's prize which you had received, and serve her, according as she herself desires. If you serve the good desire, and are subject to her, you shall have power to master the evil desire, and to subject her, according as you wilt."

Mandate 12 Chapter 3

1 Ἤθελον, φημί, κύριε, γνῶναι, ποίοις τρόποις με δεῖ δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. Ἄκουε, φησίν· ἔργασαι δικαιοσύνην καὶ ἀρετήν, ἀλήθειαν καὶ φόβον κυρίου, πίστιν καὶ πραότητα καὶ ὅσα τούτοις ὅμοιά ἐστιν ἀγαθά. ταῦτα ἐργαζόμενος εὐάρεστος ἔσῃ δοῦλος τοῦ θεοῦ καὶ ζήσῃ αὐτῷ· καὶ πᾶς, ὃς ἄν δουλεύσῃ τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ, ζήσεται τῷ θεῷ. "I would fain know, Sir," say I, "in what ways I ought to serve the good desire." "Listen," says he; "practice righteousness and virtue, truth and the fear of the Lord, faith and gentleness, and as many good deeds as are like these. Practicing these you shall be well-pleasing as a servant of God, and shall live unto Him; yes, and every one who shall serve the good desire shall live unto God."
2 Συνετέλεσεν οὖν τὰς ἐντολὰς τὰς δώδεκα καὶ λέγει μοι· Ἔχεις τὰς ἐντολὰς ταύτας· πορεύου ἐν αὐταῖς καὶ τοὺς ἀκούοντας παρακάλει, ἵνα μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν. So he completed the twelve commandments, and he says to me; You had these commandments; walk in them, and exhort your hearers that their repentance may become pure for the rest of the days of their life.
3 τὴν διακονίαν ταύτην, ἥν σοί δίδωμι, ἐκτέλει ἐπιμελῶς, καὶ πολὺ ἐργάσῃ· εὑρήσεις γὰρ χάριν ἐν τοῖς μέλλουσι μετανοεῖν, καὶ πεισθήσονταί σου τοῖς ῥήμασιν· ἐγὼ γὰρ μετὰ σοῦ ἔσομαι καὶ ἀναγκάσω αὐτοὺς πεισθῆναί σοι. This ministration, which I give you, fulfill you with all diligence to the end, and you shall effect much. For you shall find favor among those who are about to repent, and they shall obey your words. For I will be with you, and will compel them to obey you."
4 Λέγω αὐτῷ· κύριε, αἱ ἐντολαὶ αὗται μεγάλαι καὶ καλαὶ καὶ ἔνδοξοί εἰσι καὶ δυνάμεναι εὐφρᾶναι καρδίαν ἀνθρώπου τοῦ δυναμένου τηρῆσαι αὐτάς. οὐκ οἶδα δέ, εἰ δύνανται αἱ ἐντολαὶ αὗται ὑπὸ ἀνθρώπου φυλαχθῆναι, διότι σκληραί εἰσι λίαν. I say to him; "Sir, these commandments are great and beautiful and glorious, and are able to gladden the heart of the man who is able to observe them. But I know not whether these commandments can be kept by a man, for they are very hard."
5 ἀποκριθεὶς λέγει μοι· Ἐὰν σὺ σεαυτῷ προθῇς, ὅτι δύνανται φυλαχθῆναι, εὐκολως αὐτὰς φυλάξεις καὶ οὐκ ἔσονται σκληραί· ἐὰν δὲ ἐπὶ τὴν καρδίαν σου ἤδη ἀναβῇ μὴ δύνασθαι, αὐτὰς ὑπὸ ἀνθρώπου φυλαχθῆναι, οὐ φυλάξεις αὐτάς. He answered and said unto me; "If you set it before yourself that they can be kept, you wilt easily keep them, and they will not be hard; but if it once enter into your heart that they cannot be kept by a man, you wilt not keep them.
6 νῦν δέ σοί λέγω· ἐὰν ταύτας μὴ φυλάξῃς, ἀλλὰ παρενθυμηθῇς, οὐχ ἕξεις σωτηρίαν οὔτε τὰ τέκνα σου οὔτε οἶκός σου. ἐπεὶ ἤδη σεαυτῷ κέκρικας τοῦ μὴ δύνασθαι τὰς ἐντολὰς ταύτας ὑπὸ ἀνθρώπου φυλαχθῆναι. But now I say unto you; if you keep them not. but neglect them you shall not have salvation, neither your children nor your household, since you had already pronounced judgment against yourself that these commandments cannot be kept by a man."

Mandate 12 Chapter 4

1 Καὶ ταῦτά μοι λίαν ὀργίλως ἐλάλησεν, ὥστε με συγχυθῆναι καὶ λίαν αὐτὸν φοβηθῆναι· μορφὴ γὰρ αὐτοῦ ἠλλοιώθη, ὥστε μὴ δύνασθαι ἄνθρωπον ὑπενεγκεῖν τὴν ὀργὴν αὐτοῦ. And these things he said to me very angrily, so that I was confounded, and feared him exceedingly; for his form was changed, so that a man could not endure his anger.
2 ἰδὼν δέ με τεταραγμένον ὅλον καὶ συγκεχυμένον ἤρξατό μοι ἐπιεικέστερον καὶ ἱλαρώτερον λαλεῖν καὶ λέγει· ἄφρον, ἀσύνετε καὶ δίψυχε, οὐ νοεῖς τὴν δόξαν τοῦ θεοῦ, πῶς μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ θαυμαστή, ὅτι ἔκτισε τὸν κόσμον ἕνεκα τοῦ ἀνθρώπου καὶ πᾶσαν τὴν κτίσιν αὐτοῦ ὑπέταξε τῷ ἀνθρώπῳ καὶ τὴν ἐξουσίαν πᾶσαν ἔδωκεν αὐτῷ τοῦ κατακυριεύειν τῶν ὑπὸ τὸν οὐρανὸν πάντων; And when he saw that I was altogether disturbed and confounded, he began to speak more kindly [and cheerfully] to me, and he says; "Foolish fellow, void of understanding and of doubtful mind, perceivest you not the glory of God, how great and mighty and marvelous it is, how that He created the world for man's sake, and subjected all His creation to man, and gave all authority to him, that he should be master over all things under the heaven?
3 εἰ οὖν, φησί, πάντων ἄνθρωπος κύριός ἐστι τῶν κτισμάτων τοῦ θεοῦ καὶ πάντων κατακυριεύει, οὐ δύναται καὶ τούτων τῶν ἐντολῶν κατακυριεῦσαι; δύναται, φησί, πάντων καὶ πασῶν τῶν ἐντολῶν τούτων κατακυριεῦσαι ἄνθρωπος ἔχων τὸν κύριον ἐν τῇ καρδίᾳ αὐτοῦ. If then," [he says,] "man is lord of all the creatures of God and masters all things, cannot he also master these commandments Aye," says he, "the man that has the Lord in his heart can master [all things and] all these commandments.
4 οἱ δὲ ἐπὶ τοῖς χείλεσιν ἔχοντες τὸν κύριον, τὴν δὲ καρδίαν αὐτῶν πεπωρωμένην καὶ μακρὰν ὄντες ἀπὸ τοῦ κυρίου, ἐκείνοις αἱ ἐντολαὶ αὗται σκληραί εἰσι καὶ δύσβατοι. But they who have the Lord on their lips, while their heart is hardened, and are far from the Lord, to them these commandments are hard and inaccessible.
5 θέσθε οὖν ὑμεῖς, οἱ κενοὶ καὶ ἐλαφροὶ ὄντες ἐν τῇ πίστει, τὸν κύριον ὑμῶν εἰς τὴν καρδίαν, καὶ γνώσεσθε, ὅτι οὐδέν ἐστιν εὐκοπώτερον τῶν ἐντολῶν τούτων οὔτε γλυκύτερον οὔτε ἡμερώτερον. Therefore do you, who are empty and fickle in the faith, set your Lord in your heart, and you shall perceive that nothing is easier than these commandments, nor sweeter, nor more gentle.
6 ἐπιστράφητε ὑμεῖς οἱ ταῖς ἐντολαῖς πορευόμενοι τοῦ διαβόλου, ταῖς δυσκόλοις καὶ πικραῖς καὶ ἀγρίαις καὶ ἀσελγέσι, καὶ μὴ φοβήθητε τὸν διάβολον, ὅτι ἐν αὐτῷ δύναμις οὐκ ἔστιν καθ᾿ ὑμῶν· Be you converted, you that walk after the commandments of the devil, (the commandments which are so) difficult and bitter and wild and riotous; and fear not the devil, for there is no power in him against you.
7 ἐγὼ γὰρ ἔσομαι μεθ᾿ ὑμῶν, ἄγγελος τῆς μετανοίας κατακυριεύων αὐτοῦ. διάβολος μόνον φόβον ἔχει, δὲ φόβος αὐτοῦ τόνον οὐκ ἔχει· μὴ φοβήθητε οὖν αὐτόν, καὶ φεύξεται ἀφ᾿ ὑμῶν. For I will be with you, I, the angel of repentance, who have the mastery over him. The devil has fear alone, but his fear has no force. Fear him not therefore; and he will flee from you."

Mandate 12 Chapter 5

1 Λέγω αὐτῷ· κύριε, ἄκουσόν μου ὀλίγων ῥημάτων. Λέγε, φησί, βούλει. μὲν ἄνθρωπος, φημί, κύριε, πρόθυμός ἐστι τὰς ἐντολὰς τοῦ θεοῦ φυλάσσειν, καὶ οὐδείς ἐστιν μὴ αἰτούμενος παρὰ τοῦ κυρίου, ἵνα ἐνδυναμωθῇ ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ὑποταγῇ αὐταῖς· ἀλλ᾿ διάβολος σκληρός ἐστι καὶ καταδυναστεύει αὐτῶν. I say to him, "Sir, listen to a few words from me." "Say what you wilt," says he. "Man, Sir," I say, "is eager to keep the commandments of God, and there is no one that asks not of the Lord that he may be strengthened in His commandments, and be subject to them; but the devil is hard and overmasters them."
2 Οὐ δύναται, φησί, καταδυναστεύειν τῶν δούλων τοῦ θεοῦ τῶν ἐξ ὅλης καρδίας ἐλπιζόντων ἐπ᾿ αὐτόν. δύναται διάβολος ἀντιπαλαῖσαι, καταπαλαῖσαι δὲ οὐ δύναται. ἐὰν οὖν ἀντισταθῆτε αὐτῷ, νικηθεὶς φεύξεται ἀφ᾿ ὑμῶν κατῃσχυμμένος. ὅσοι δέ, φησίν, ἀπόκενοί εἰσι, φοβοῦνται τὸν διάβολον ὡς δύναμιν ἔχοντα. "He cannot," says he, "overmaster the servants of God, who set their hope on Him with their whole heart. The devil can wrestle with them, but he cannot overthrow them. If then you resist him, he will be vanquished and will flee from you disgraced. But as many," says he, "as are utterly empty, fear the devil as if he had power.
3 ὅταν ἄνθρωπος κεράμια ἱκανώτατα γεμίσῃ οἴνου καλοῦ καὶ ἐν τοῖς κεραμίοις ἐκείνοις ὀλίγα ἀπόκενα , ἔρχεται ἐπὶ τὰ κεράμια καὶ οὐ κατανοεῖ τὰ πλήρη· οἶδε γὰρ ὅτι πλήρη εἰσί· κατανοεῖ δὲ τὰ ἀπόκενα, φοβούμενος, μήποτε ὤξισαν· ταχὺ γὰρ τὰ ἀπόκενα κεράμια ὀξίζουσι, καὶ ἀπόλλυται ἡδονὴ τοῦ οἴνου. When a man has filled amply sufficient jars with good wine, and among these jars a few are quite empty, he comes to the jars, and does not examine the full ones, for he knows that they are full; but he examines the empty ones, fearing lest they have turned sour. For empty jars soon turn sour, and the taste of the wine is spoilt.
4 οὕτω καὶ διάβολος ἔρχεται ἐπὶ πάντας τοὺς δούλους τοῦ θεοῦ ἐκπειράζων αὐτούς. ὅσοι οὖν πλήρεις εἰσὶν ἐν τῇ πίστει, ἀνθεστήκασιν αὐτῷ ἰσχυρῶς, κἀκεῖνος ἀποχωρεῖ ἀπ᾿ αὐτῶν μὴ ἔχων τόπον, ποῦ εἰσέλθῃ. ἔρχεται οὖν τότε πρὸς τοὺς ἀποκένους καὶ ἔχων τόπον εἰσπορεύεται εἰς αὐτούς, καὶ δὲ βούλεται ἐν αὐτοῖς ἐργάζεται, καὶ γίνονται αὐτῷ ὑπόδουλοι. So also the devil comes to all the servants of God tempting them. As many then as are complete in the faith, oppose him mightily, and he departs from them, not having a place where he can find an entrance. So he comes next to the empty ones, and finding a place goes into them, and further he does what he wills in them, and they become submissive slaves to him.

Mandate 12 Chapter 6

1 Ἐγὼ δὲ ὑμῖν λέγω, ἄγγελος τῆς μετανοίας· μὴ φοβήθητε τὸν διάβολον. ἀπεστάλην γάρ, φησί, μεθ᾿ ὑμῶν εἶναι τῶν μετανοούντων ἐξ ὅλης καρδίας αὐτῶν καὶ ἰσχυροποιῆσαι αὐτοὺς ἐν τῇ πίστει. "But I, the angel of repentance, say unto you; Fear not the devil; for I was sent," says he, "to be with you who repent with your whole heart, and to strengthen you in the faith.
2 πιστεύσατε οὖν τῷ θεῷ ὑμεῖς οἱ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπεγνωκότες τὴν ζωὴν ὑμῶν καὶ προστιθέντες ἁμαρτίαις καὶ καταβαρύνοντες τὴν ζωὴν ὑμῶν, ὅτι, ἐὰν ἐπιστραφῆτε πρὸς τὸν κύριον ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐργάσησθε τὴν δικαιοσύνην, τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς ὑμῶν καὶ δουλεύσητε αὐτῷ ὀρθῶς κατὰ τὸ θέλημα αὐτοῦ, ποιήσει ἴασιν τοῖς προτέροις ὑμῶν ἁμαρτήμασι καὶ ἕξετε δύναμιν τοῦ κατακυριεῦσαι τῶν ἔργων τοῦ διαβόλου. τὴν δὲ ἀπειλὴν τοῦ διαβόλου ὅλως μὴ φοβήθητε· ἄτονος γάρ ἐστιν ὥσπερ νεκροῦ νεῦρα. Believe, therefore, on God, you who by reason of your sins have despaired of your life, and are adding to your sins, and weighing down your life; for if you turn unto the Lord with your whole heart, and work righteousness the remaining days of your life, and serve Him rightly according to His will, He will give healing to your former sins, and you shall have power to master the works of the devil. But of the threatening of the devil fear not at all; for he is unstrung, like the sinews of a dead man.
3 ἀκούσατε οὖν μου καὶ φοβήθητε τὸν πάντα δυνάμενον, σῶσαι καὶ ἀπολέσαι, καὶ τηρεῖτε τὰς ἐντολὰς ταύτας, καὶ ζήσεσθε τῷ θεῷ. Hear me therefore, and fear Him, Who is able to do all things, to save and to destroy, and observe these commandments, and you shall live unto God."
4 λέγω αὐτῷ· κύριε, νῦν ἐνεδυναμώθην ἐν πᾶσι τοῖς δικαιώμασι τοῦ κυρίου, ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ· καὶ οἶδα, ὅτι συγκόψεις τὴν δύναμιν τοῦ διαβόλου πᾶσαν καὶ ἡμεῖς αὐτοῦ κατακυριεύσομεν καὶ κατισχύσομεν πάντων τῶν ἔργων αὐτοῦ. καὶ ἐλπίζω, κύριε, δύνασθαί με τὰς ἐντολὰς ταύτας, ἃς ἐντέταλσαι, τοῦ κυρίου ἐνδυναμοῦντος φυλάξαι. I say to him, "Sir, now am I strengthened in all the ordinances of the Lord, because you are with me; and I know that you wilt crush all the power of the devil, and we shall be masters over him, and shall prevail over all his works. And I hope, Sir, that I am now able to keep these commandments which you had commanded, the Lord enabling me."
5 Φυλάξεις, φησίν, ἐὰν καρδία σου καθαρὰ γένηται πρὸς κύριον· καὶ πάντες δὲ φυλάξουσιν, ὅσοι ἄν καθαρίσωσιν ἑαυτῶν τὰς καρδίας ἀπὸ τῶν ματαίων ἐπιθυμιῶν τοῦ αἰῶνος τούτου, καὶ ζήσονται τῷ θεῷ. "You shall keep them," says he, "if your heart be found pure with the Lord; yes, and all shall keep them, as many as shall purify their hearts from the vain desires of this world, and shall live unto God."