top Hermas: Mandates 3

Mandate 3

1 Πάλιν μοι λέγει· Ἀλήθειαν ἀγάπα, καὶ πᾶσα ἀλήθεια ἐκ τοῦ στόματός σου ἐκπορευέσθω, ἵνα τὸ πνεῦμα θεὸς κατῴκισεν ἐν τῇ σαρκὶ ταύτῃ, ἀληθὲς εὑρεθῇ παρὰ πᾶσιν ἀνθρώποις, καὶ οὕτως δοξασθήσεται κύριος ἐν σοί κατοικῶν, ὅτι κύριος ἀληθινὸς ἐν παντὶ ῥήματι καὶ οὐδὲν παρ᾿ αὐτῷ ψεῦδος. Again he says to me; "Love truth, and let nothing but truth proceed out of your mouth, that the Spirit which God made to dwell in this flesh, may be found true in the sight of all men; and thus shall the Lord, Who dwells in you, be glorified; for the Lord is true in every word, and with Him there is no falsehood.
2 οἱ οὖν ψευδόμενοι ἀθετοῦσι τὸν κύριον καὶ γίνονται ἀποστερηταὶ τοῦ κυρίου, μὴ παραδιδόντες αὐτῷ τὴν παρακαταθήκην, ἣν ἔλαβον. ἔλαβον γὰρ παρ᾿ αὐτοῦ πνεῦμα ἄψευστον. τοῦτο ἐὰν ψευδὲς ἀποδώσωσιν, ἐμίαναν τὴν ἐντολὴν τοῦ κυρίου καὶ ἐγένοντο ἀποστερηταί. They therefore that speak lies set the Lord at nought, and become robbers of the Lord, for they do not deliver up to Him the deposit which they received. For they received of Him a spirit free from lies. This if they shall return a lying spirit, they have defiled the commandment of the Lord and have become robbers."
3 ταῦτα οὖν ἀκούσας ἐγὼ ἔκλαυσα λίαν. ἰδὼν δέ με κλαίοντα λέγει· Τί κλαίεις; Ὅτι, φημί, κύριε, οὐκ οἶδα, εἰ δύναμαι σωθῆναι. Διατί; φησίν. Οὐδέπω γάρ, φημί, κύριε, ἐν τῇ ἐμῇ ζωῇ ἀληθὲς ἐλάλησα ῥῆμα, ἀλλὰ πάντοτε πανούργως ἐλάλησα μετὰ πάντων καὶ τὸ ψεῦδός μου ἀληθὲς ἐπέδειξα παρὰ πᾶσιν ἀνθρώποις· καὶ οὐδέποτέ μοι οὐδεὶς ἀντεῖπεν, ἀλλ᾿ ἐπιστεύθη τῷ λόγῳ μου. πῶς οὖν, φημί, κύριε, δύναμαι ζῆσαι ταῦτα πράξας; When then I heard these things, I wept bitterly. But seeing me weep he says, "Why weepest you?" "Because, Sir," say I "I know not if I can be saved." "Why so?" says he. "Because, Sir," I say, "never in my life spoke I a true word, but I always lied deceitfully with all men and dressed up my falsehood as truth before all men; and no man ever contradicted me, but confidence was placed in my word. How then, Sir," say I, "can I live, seeing that I have done these things?"
4 Σὺ μέν, φησί, καλῶς καὶ ἀληθῶς φρονεῖς· ἔδει γάρ σὲ ὡς θεοῦ δοῦλον ἐν ἀληθείᾳ πορεύεσθαι, καὶ πονηρὰν συνείδησιν μετὰ τοῦ πνεύματος τῆς ἀληθείας μὴ κατοικεῖν μηδὲ λύπην ἐπάγειν τῷ πνεύματι τῷ σεμνῷ καὶ ἀληθεῖ. Οὐδέποτε, φημί, κύριε, τοιαῦτα ῥήματα ἀκριβῶς ἤκουσα. "Your supposition," he says, "is right and true, for it behoved you as a servant of God to walk in truth, and no complicity with evil should abide with the Spirit of truth, nor bring grief to the Spirit which is holy and true." "Never, Sir," say I, "heard I clearly words such as these."
5 Νῦν οὖν, φησίν, ἀκούεις· φύλασσε αὐτά, ἵνα καὶ τὰ πρότερον ἐλάλησας ψευδῆ ἐν ταῖς πραγματείαις σου, τούτων εὑρεθέντων ἀληθινῶν, κἀκεῖνα πιστὰ γένηται· δύναται γὰρ κἀκεῖνα πιστὰ γενέσθαι. ἐὰν ταῦτα φυλάξῃς καὶ ἀπὸ τοῦ νῦν πᾶσαν ἀλήθειαν λαλήσῃς, δυνήσῃ σεαυτῷ ζωὴν περιποιήσασθαι· καὶ ὃς ἄν ἀκούσῃ τὴν ἐντολὴν ταύτην καὶ ἀπέχηται τοῦ πονηροτάτου ψεύσματος ζήσεται τῷ θεῷ. "Now then," says he, "you hear. Guard them, that the former falsehoods also which you spoke in your business affairs may themselves become credible, now that these are found true; for they too can become trustworthy. If you keep these things, and from henceforward speak nothing but truth, you shall be able to secure life for yourself And whosoever shall hear this command, and abstain from falsehood, that most pernicious habit, shall live unto God."