Chapter 15
NAS | TextRec |
---|
15:1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. | 1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν· |
Now we who are strong ought to support the weaknesses of those who are without strength and not to please ourselves. | Now we who are strong ought to support the weaknesses of those who are without strength and not to please ourselves. |
15:2 ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· | 2 ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. |
Each of us is to please his neighbour for his good, to his edification. | Each of us is to please his neighbour for his good, to his edification. |
15:3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾿ ἐμέ. | 3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλά, καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε, ἐπέπεσον ἐπ᾿ ἐμέ. |
For even Christ didn’t please himself; but as it is written, “The reproaches of those who reproached you fell on me.”[1] | For even Christ didn’t please himself; but as it is written, “The reproaches of those who reproached you fell on me.”[1] |
15:4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. | 4 ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. |
For whatever was written before was written for our instruction, so that through perseverance and through the encouragement of the Scriptures we might have assurance. | For whatever was written before was written before for our instruction, so that through perseverance and through the encouragement of the Scriptures we might have assurance. |
15:5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, | 5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν· |
Now may the God of perseverance and encouragement grant you to be of the same mind with one another according to Christ Jesus, | Now may the God of perseverance and encouragement grant you to be of the same mind with one another according to Christ Jesus, |
15:6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. | 6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. |
so that unanimously you may glorify with one voice the God and Father of our Lord Jesus Christ. | so that unanimously you may glorify with one voice the God and Father of our Lord Jesus Christ. |
15:7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς εἰς δόξαν τοῦ θεοῦ. | 7 Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς, εἰς δόξαν θεοῦ. |
Therefore, accept one another, just as Christ also accepted us to the glory of God. | Therefore, accept one another, just as Christ also accepted us to the glory of God. |
15:8 λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, | 8 λέγω δέ, Ἰησοῦν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· |
For I say that Christ has become a servant of the circumcision on behalf of the truth of God for the confirming of the promises of the fathers, | For I say that Jesus Christ has become a servant of the circumcision on behalf of the truth of God for the confirming of the promises of the fathers, |
15:9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ. | 9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι καὶ τῷ ὀνόματί σου ψαλῶ. |
and for the Gentiles to glorify God for his mercy; just as it is written, “Therefore I will acknowledge you among the Gentiles, And I will sing to your name.”[2] |
and for the Gentiles to glorify God for his mercy; just as it is written, “Therefore I will acknowledge you among the Gentiles, And I will sing to your name.”[2] |
15:10 καὶ πάλιν λέγει, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. | 10 καὶ πάλιν λέγει, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. |
Again he says, “Rejoice, Oh Gentiles, with his people.”[3] | Again he says, “Rejoice, Oh Gentiles, with his people.”[3] |
15:11 καὶ πάλιν, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν κύριον καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. | 11 καὶ πάλιν, Αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί. |
And again, “Praise the Lord all you Gentiles, And let all the peoples praise him.”[4] |
And again, “Praise the Lord all you Gentiles, And let all the peoples praise him.”[4] |
15:12 καὶ πάλιν Ἠσαΐας λέγει, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν. | 12 καὶ πάλιν Ἠσαΐας λέγει, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν. |
Again Isaiah says, “There shall come the root of Jesse, And he who arises to rule over the Gentiles, In him shall the Gentiles hope.”[5] |
Again Isaiah says, “There shall come the root of Jesse, And he who arises to rule over the Gentiles, In him shall the Gentiles hope.”[5] |
15:13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου. | 13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι, ἐν δυνάμει πνεύματος ἁγίου. |
Now may the God of confidence fill you with all joy and peace in believing, so that you will abound in confidence by the power of the Holy Spirit. | Now may the God of confidence fill you with all joy and peace in believing, so that you will abound in confidence by the power of the Holy Spirit. |
15:14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης [τῆς] γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν. | 14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν. |
I myself am convinced my brothers concerning you that you are also full of goodness, being filled with all knowledge and being able also to admonish one another. | I myself am convinced my brothers concerning you that you are also full of goodness, being filled with all knowledge and being able also to admonish one another. |
15:15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ | 15 τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ, |
But I have written very boldly to you on some portions so as to remind you again, because of the grace that was given to me from God, | But I have written very boldly to you, brothers, on some portions so as to remind you again, because of the grace that was given to me from God, |
15:16 εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. | 16 εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. |
to be a minister of Christ Jesus to the Gentiles, ministering as a priest the gospel of God, so that my offering of the Gentiles may become acceptable, sanctified by the Holy Spirit. | to be a minister of Christ Jesus to the Gentiles, ministering as a priest the gospel of God, so that my offering of the Gentiles may become acceptable, sanctified by the Holy Spirit. |
15:17 ἔχω οὖν [τὴν] καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· | 17 ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς θεόν· |
Therefore in Christ Jesus I have a reason for boasting in things concerning God. | Therefore in Christ Jesus I have a reason for boasting in things concerning God. |
15:18 οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, | 18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, |
For I will not presume to speak of anything except what Christ has accomplished through me, resulting in the obedience of the Gentiles by word and work, | For I will not presume to speak of anything except what Christ has accomplished through me, resulting in the obedience of the Gentiles by word and work, |
15:19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος [θεοῦ]· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, | 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· |
in the power of signs and wonders, by the power of the Spirit [of God]; so that from Jerusalem and round about as far as Illyricum I have fully preached the gospel of Christ. | in the power of signs and wonders, by the power of the Spirit of God; so that from Jerusalem and round about as far as Illyricum I have fully preached the gospel of Christ. |
15:20 οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ, | 20 οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ· |
And thus I aspired to preach the gospel, not where Christ was already named, so that I would not build on another man’s foundation; | And thus I aspired to preach the gospel, not where Christ was already named, so that I would not build on another man’s foundation; |
15:21 ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσιν. | 21 ἀλλά, καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται· καὶ οἱ οὐκ ἀκηκόασι, συνήσουσι. |
but as it is written, “They who were not informed of him shall see, And they who have not heard shall understand.”[6] |
but as it is written, “They who were not informed of him shall see, And they who have not heard shall understand.”[6] |
15:22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· | 22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. |
Therefore I have often been prevented from coming to you; | Therefore I have often been prevented from coming to you; |
15:23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, | 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, |
but now, having no other place in these regions, and having a great desire for many years to come to you | but now, having no other place in these regions, and having a great desire for many years to come to you |
15:24 ὡς ἄν πορεύωμαι εἰς τὴν Σπανίαν· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. | 24 ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. |
whenever I should go to Spain, for I hope while passing through to see you and to be helped on my way there by you, when I have first been filled with your company for a while | whenever I should go to Spain, I will come to you; for I hope while passing through to see you and to be helped on my way there by you, when I have first been filled with your company for a while |
15:25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. | 25 νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. |
but now, I am going to Jerusalem ministering to the saints. | but now, I am going to Jerusalem ministering to the saints. |
15:26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. | 26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ· |
For Macedonia and Achaia have been pleased to make a contribution for the poor among the saints in Jerusalem. | For Macedonia and Achaia have been pleased to make a contribution for the poor among the saints in Jerusalem. |
15:27 εὐδόκησαν γὰρ καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. |
27 εὐδόκησαν
γάρ,
καὶ
ὀφειλέται
αὐτῶν
εἰσιν. εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. |
Yes, they were pleased to do so, and they are debtors to them. For if the Gentiles have shared in their spiritual things, they are indebted to minister to them also in material things. | Yes, they were pleased to do so, and they are debtors to them. For if the Gentiles have shared in their spiritual things, they are indebted to minister to them also in material things. |
15:28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς Σπανίαν· | 28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς τὴν Σπανίαν· |
Therefore, after finishing this and having put my seal on this fruit of theirs, I will go from you into Spain. | Therefore, after finishing this and having put my seal on this fruit of theirs, I will go from you into Spain. |
15:29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι. | 29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι. |
And I know that when I come to you, I will come in the fullness of the blessing of Christ. | And I know that when I come to you, I will come in the fullness of the blessing of Christ. |
15:30 Παρακαλῶ δὲ ὑμᾶς [ἀδελφοί], διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, | 30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν· |
Now I urge you, brothers, by our Lord Jesus Christ and by the love of the Spirit, to strive together with me in your prayers to God for me, | Now I urge you, brothers, by our Lord Jesus Christ and by the love of the Spirit, to strive together with me in your prayers to God for me, |
15:31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται, | 31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· |
so that I may be rescued from those who are disobedient in Judea, and that my service which is for Jerusalem may become acceptable to the saints; | so that I may be rescued from those who are disobedient in Judea, and that my service which is for Jerusalem may become acceptable to the saints; |
15:32 ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν. | 32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ, συναναπαύσωμαι ὑμῖν. |
so that after coming to you in joy by the will of God, I might be refreshed with you. | so that after coming to you in joy by the will of God, I might be refreshed with you. |