Chapter 24
Verses: [1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27]NAS | TextRec |
---|
24:1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ πρεσβυτέρων τινῶν καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. | 1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἁνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου. |
After five days the high priest Ananias came down with some elders, with a certain attorney named Tertullus, who brought charges to the governor against Paul. | After five days the high priest Ananias came down with elders, with a certain attorney named Tertullus, who brought charges to the governor against Paul. |
24:2 κληθέντος δὲ αὐτοῦ ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ καὶ διορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, | 2 κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας, |
After Paul was summoned, Tertullus began to accuse him, saying to the governor, “Through you we have attained much peace, and by your providence reforms are happening for this nation, | After Paul was summoned, Tertullus began to accuse him, saying to the governor, “Through you we have attained much peace, and by your providence prosperities are happening for this nation, |
24:3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. | 3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας. |
We recognize this both always and everywhere, most excellent Fēlix, with all thankfulness. | We recognize this both always and everywhere, most excellent Fēlix, with all thankfulness. |
24:4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. | 4 ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ. |
But in order that I may not weary you any further, I beg you to hear us briefly, by your courtesy. | But in order that I may not weary you any further, I beg you to hear us briefly, by your courtesy. |
24:5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμὸν καὶ κινοῦντα στάσεις πᾶσιν τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως, | 5 εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως· |
For after finding this man a pest and one causing dissension among all the Jews throughout the inhabited world, and a ringleader of the sect of the Nazarenes, | For after finding this man a pest and one causing dissension among all the Jews throughout the inhabited world, and a ringleader of the sect of the Nazarenes, |
24:6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασεν βεβηλῶσαι ὃν καὶ ἐκρατήσαμεν, [καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρῖναι. | 6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι, ὃν καὶ ἐκρατήσαμεν καὶ κατὰ τὸν ἡμέτερον νόμον ἠθελήσαμεν κρίνειν. |
he even tried to desecrate the temple; and then we arrested him. [We wanted to judge him according to our own Torah. | he even tried to desecrate the temple; and then we arrested him. We wanted to judge him according to our own Torah. |
24:7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, | 7 παρελθὼν δὲ Λυσίας ὁ χιλίαρχος μετὰ πολλῆς βίας ἐκ τῶν χειρῶν ἡμῶν ἀπήγαγε, |
But after coming, Lysias the commander took him out of our hands with much violence, | But after coming, Lysias the commander took him out of our hands with much violence, |
24:8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ.] παρ᾿ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. | 8 κελεύσας τοὺς κατηγόρους αὐτοῦ ἔρχεσθαι ἐπὶ σέ· παρ᾿ οὗ δυνήσῃ αὐτὸς ἀνακρίνας περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ. |
having ordered his accusers to come before you.] After investigating him concerning all these things, you will be able to verify the things of which we accuse him.” | having ordered his accusers to come before you.] After investigating him concerning all these things, you will be able to verify the things of which we accuse him.” |
24:9 συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι φάσκοντες ταῦτα οὕτως ἔχειν. | 9 συνέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν. |
The Jews also agreed, affirming that these things were so. | The Jews also agreed, affirming that these things were so. |
24:10 Ἀπεκρίθη τε ὁ Παῦλος νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος εὐθύμως τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, | 10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι, |
After the governor gestured for him to speak, Paul responded: “Knowing that for many years you have been a judge to this nation, I cheerfully defend myself, | After the governor gestured for him to speak, Paul responded: “Knowing that for many years you have been a judge to this nation, I cheerfully defend myself, |
24:11 δυναμένου σου ἐπιγνῶναι ὅτι οὐ πλείους εἰσίν μοι ἡμέραι δώδεκα ἀφ᾿ ἧς ἀνέβην προσκυνήσων εἰς Ἰερουσαλήμ. | 11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι ἢ δεκαδύο, ἀφ᾿ ἧς ἀνέβην προσκυνήσων ἐν Ἰερουσαλήμ· |
since you are able to know that no more than twelve days ago I went up to Jerusalem to worship. | since you are able to know that no more than twelve days ago I went up to Jerusalem to worship. |
24:12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπίστασιν ποιοῦντα ὄχλου οὔτε ἐν ταῖς συναγωγαῖς οὔτε κατὰ τὴν πόλιν, | 12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν· |
Neither in the temple, nor in the synagogues, nor in the city did they find me in a discussion with anyone or making a riot of the crowd. | Neither in the temple, nor in the synagogues, nor in the city did they find me in a discussion with anyone or making a riot of the crowd. |
24:13 οὐδὲ παραστῆσαι δύνανταί σοι περὶ ὧν νυνὶ κατηγοροῦσίν μου. | 13 οὔτε παραστῆσαί με δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου. |
Nor are they able to prove to you concerning what they now accuse me. | Nor are they able to prove to you concerning what they now accuse me. |
24:14 ὁμολογῶ δὲ τοῦτό σοι ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτως λατρεύω τῷ πατρῴῳ θεῷ πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς ἐν τοῖς προφήταις γεγραμμένοις, | 14 ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις, |
But this I admit to you, that according to the Way which they call a sect, thus I do serve the God of our fathers, believing everything that is in accordance with the Torah and that is written in the Prophets; | But this I admit to you, that according to the Way which they call a sect, thus I do serve the God of our fathers, believing everything that is in accordance with the Torah and that is written in the Prophets; |
24:15 ἐλπίδα ἔχων εἰς τὸν θεὸν ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι δικαίων τε καὶ ἀδίκων. | 15 ἐλπίδα ἔχων εἰς τὸν θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων· |
having an assurance in God, which these men also accept themselves, that there will about to be a resurrection of both the righteous and the unrighteous. | having an assurance in God, which these men also accept themselves, that there will about to be a resurrection of the dead of both the righteous and the unrighteous. |
24:16 ἐν τούτῳ καὶ αὐτὸς ἀσκῶ ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός. | 16 ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχειν πρὸς τὸν θεὸν καὶ τοὺς ἀνθρώπους διαπαντός. |
And in this, I also do my best always to have a conscience without offense both before God and before men. | And in this, I also do my best always to have a conscience without offense both before God and before men. |
24:17 δι᾿ ἐτῶν δὲ πλειόνων ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου παρεγενόμην καὶ προσφοράς, | 17 δι᾿ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς· |
Now after some years I arrived to bring alms and offerings to my nation; | Now after some years I arrived to bring alms and offerings to my nation; |
24:18 ἐν αἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, | 18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, |
in which they found me in the temple, having been purified, without any crowd nor with an uproar. | in which they found me in the temple, having been purified, without any crowd nor with an uproar, but with some Jews from Asia Minor, |
24:19 τινὲς δὲ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι, οὓς ἔδει ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρὸς ἐμέ. | 19 οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με. |
But there were some Jews from Asia Minor who ought to have been present before you also to make accusation, if they should have anything against me. | who ought to have been present before you also to make accusation, if they should have anything against me. |
24:20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν τί εὗρον ἀδίκημα στάντος μου ἐπὶ τοῦ συνεδρίου, | 20 ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, εἴ τι εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου. |
Or else let these men themselves tell what crime they found when I stood before the Council, | Or else let these men themselves tell what crime they found in me when I stood before the Council, |
24:21 ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾿ ὑμῶν. | 21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾿ ὑμῶν. |
or concerning this one statement which I shouted out while standing among them, ‘Concerning the resurrection of the dead I am being judged before you today.’” | or concerning this one statement which I shouted out while standing among them, ‘Concerning the resurrection of the dead I am being judged before you today.’” |
24:22 Ἀνεβάλετο δὲ αὐτοὺς ὁ Φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ εἶπας, ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾿ ὑμᾶς· | 22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ, Ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾿ ὑμᾶς· |
But Fēlix, having a more exact knowledge about the Way, postponed, saying, “When Lysias the commander comes down, I will decide your case.” | But after hearing these things, Fēlix, having a more exact knowledge about the Way, postponed, saying, “When Lysias the commander comes down, I will decide your case.” |
24:23 διαταξάμενος τῷ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῷ. | 23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ. |
After giving orders to the centurion for him to keep him in custody and yet have some freedom, and not to prevent any of his friends to minister to him. | After giving orders to the centurion for him to keep Paul in custody and yet have some freedom, and not to prevent any of his friends to minister or visit him. |
24:24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ Ἰουδαίᾳ μετεπέμψατο τὸν Παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν Ἰησοῦν πίστεως. | 24 Μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ αὐτοῦ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως. |
But after some days, after arriving, Fēlix with Drusilla, his own wife who was a Jewess, sent for Paul and heard him speak about faith in Christ Jesus. | But after some days, after arriving, Fēlix with Drusilla, his wife who was a Jewess, sent for Paul and heard him speak about faith in Christ. |
24:25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε, | 25 διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· |
But as he was discussing righteousness, self-control and the judgment to come, Fēlix became frightened and answered, “Go away for now. After I get a convenient time, I will summon you.” | But as he was discussing righteousness, self-control and the judgment to come, Fēlix became frightened and answered, “Go away for now. After I get a convenient time, I will summon you.” |
24:26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. | 26 ἅμα δὲ καὶ ἐλπίζων, ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ. |
At the same time, he was also hoping that money would be given him by Paul; therefore he also used to summon him frequently and converse with him. | At the same time, he was also hoping that money would be given him by Paul when he should release him; therefore he also used to summon him frequently and converse with him. |
24:27 Διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον, θέλων τε χάριτα καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον. |
27 Διετίας
δὲ
πληρωθείσης
ἔλαβε
διάδοχον
ὁ
Φῆλιξ
Πόρκιον
Φῆστον·
θέλων
τε
χάριτα
καταθέσθαι
τοῖς
Ἰουδαίοις
ὁ
Φῆλιξ. κατέλιπε τὸν Παῦλον δεδεμένον. |
But after two years had passed, Fēlix was succeeded by Porcius Fēstus, and wanting to grant the Jews a favour, Fēlix left Paul imprisoned. | But after two years had passed, Fēlix was succeeded by Porcius Fēstus, and wanting to grant the Jews a favour, Fēlix left Paul imprisoned. |