Chapter 1
NAS | TextRec |
---|
Salutation
1:1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, | 1 Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, |
Peter, an apostle of Jesus Christ, to the elect residents of a dispersion throughout Pontus, Galatia, Cappadocia, Asia Minor, and Bithynia, | Peter, an apostle of Jesus Christ, to the elect residents of a dispersion throughout Pontus, Galatia, Cappadocia, Asia Minor, and Bithynia, |
1:2 κατὰ πρόγνωσιν θεοῦ πατρὸς ἐν ἁγιασμῷ πνεύματος εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. | 2 κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. |
according to the foreknowledge of God the Father, by the sanctifying Spirit, for obedience and sprinkling of the blood of Jesus Christ; grace to you and peace be abounding. | according to the foreknowledge of God the Father, by the sanctifying Spirit, for obedience and sprinkling of the blood of Jesus Christ; grace to you and peace be abounding. |
A Living Hope
1:3 εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, | 3 εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, |
Blessed be the God and Father of our Lord Jesus Christ, who according to his great mercy has caused us to be born again to a living hope through the resurrection of Jesus Christ from the dead, | Blessed be the God and Father of our Lord Jesus Christ, who according to his great mercy has caused us to be born again to a living hope through the resurrection of Jesus Christ from the dead, |
1:4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς | 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, |
to an imperishable, unsoiled, and unfading inheritance reserved in heaven for you, | to an imperishable, unsoiled, and unfading inheritance reserved in heaven for you, |
1:5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. | 5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· |
who are guarded by the power of God through faith for a salvation ready to be revealed in the last time. | who are guarded by the power of God through faith for a salvation ready to be revealed in the last time. |
1:6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι εἰ δέον [ἐστὶν] λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, | 6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, |
In which you greatly rejoice, even though now for a little while, if necessary, you have been distressed by various testings, | In which you greatly rejoice, even though now for a little while, if necessary, you have been distressed by various testings, |
1:7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· | 7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ· |
so that the proof of your faith, being more precious than gold which is perishable, even though tested by fire, may be found to result in praise and glory and honour at the revelation of Jesus Christ; | so that the proof of your faith, being more precious than gold which is perishable, even though tested by fire, may be found to result in praise and glory and honour at the revelation of Jesus Christ; |
1:8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ | 8 ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, |
even though you have not seen him, you love him, and even though you don’t see him now, but believe in him, you greatly rejoice with joy inexpressible and full of glory, | even though you have not seen him, you love him, and even though you don’t see him now, but believe in him, you greatly rejoice with joy inexpressible and full of glory, |
1:9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως [ὑμῶν] σωτηρίαν ψυχῶν. | 9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν· |
receiving as the completion of your faith the salvation of [your] souls. | receiving as the completion of your faith the salvation of your souls. |
1:10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, | 10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, |
Concerning this salvation, the prophets who prophesied of the grace that would come to you made careful searches and inquiries, | Concerning this salvation, the prophets who prophesied of the grace that would come to you made careful searches and inquiries, |
1:11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας. | 11 ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας· |
seeking to discover what person or time the Spirit of Christ within them was indicating as he predicted the sufferings of Christ and the glories after these things. | seeking to discover what person or time the Spirit of Christ within them was indicating as he predicted the sufferings of Christ and the glories after these things. |
1:12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς [ἐν] πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. | 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾿ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. |
It was revealed to them that they were not serving themselves, but you, in these things which now have been announced to you through those who preached the gospel to you by the Holy Spirit sent from heaven – things into which angels long to look. | It was revealed to them that they were not serving themselves, but you, in these things which now have been announced to you through those who preached the gospel to you by the Holy Spirit sent from heaven – things into which angels long to look. |
A Call to Holy Living
1:13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. | 13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. |
Therefore, gird up the loins of your minds, keep sober, hope completely on the grace to be brought to you at the revelation of Jesus Christ. | Therefore, gird up the loins of your minds, keep sober, hope completely on the grace to be brought to you at the revelation of Jesus Christ. |
1:14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις | 14 ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, |
As obedient children, don’t be conformed to the former lusts which were yours in your ignorance, | As obedient children, don’t be conformed to the former lusts which were yours in your ignorance, |
1:15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, | 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε· |
but like the Holy One who called you, be holy yourselves also in all your behaviour; | but like the Holy One who called you, be holy yourselves also in all your behaviour; |
1:16 διότι γέγραπται [ὅτι] ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος [εἰμι]. | 16 διότι γέγραπται, ἅγιοι γένεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. |
because it is written, “You shall be holy, because I am holy.”[1] | because it is written, “You shall be holy, because I am holy.”[1] |
1:17 καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, | 17 καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε· |
And if you call upon the Father who impartially judges according to each one’s work, behave yourselves in fear for the time of your stay; | And if you call upon the Father who impartially judges according to each one’s work, behave yourselves in fear for the time of your stay; |
1:18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου | 18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, |
knowing that you were not redeemed with perishable things like silver or gold from your futile behaviour inherited from your forefathers, | knowing that you were not redeemed with perishable things like silver or gold from your futile behaviour inherited from your forefathers, |
1:19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, | 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· |
but with precious blood, as of an unblemished and spotless lamb, the blood of Christ. | but with precious blood, as of an unblemished and spotless lamb, the blood of Christ. |
1:20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτου τῶν χρόνων δι᾿ ὑμᾶς | 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾿ ἐσχάτων τῶν χρόνων δι᾿ ὑμᾶς, |
For he was foreknown before the foundation of the world, but has appeared in these last times for the sake of you | For he was foreknown before the foundation of the world, but has appeared in these last times for the sake of you |
1:21 τοὺς δι᾿ αὐτοῦ πιστοὺς εἰς θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν. | 21 τοὺς δι᾿ αὐτοῦ πιστεύοντας εἰς θεὸν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν, καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν. |
who through him are believers in God, who raised him from the dead and gave him glory, so that your faith and hope are in God. | who through him are believers in God, who raised him from the dead and gave him glory, so that your faith and hope are in God. |
1:22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ [καθαρᾶς] καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς | 22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς· |
Since your souls have been purified by the obedience of the truth, in sincere love of the brothers, love one another fervently with a pure heart. | Since your souls have been purified by the obedience of the truth, through the Spirit in sincere love of the brothers, love one another fervently with a pure heart. |
1:23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος. | 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα. |
for you have been born again not of seed which is perishable but imperishable, that is, through the living and enduring word of God. | for you have been born again not of seed which is perishable but imperishable, that is, through the living and enduring word of God forever. |
1:24 διότι πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν· |
24 διότι
πᾶσα
σὰρξ
ὡς
χόρτος,
καὶ
πᾶσα
δόξα
ἀνθρώπου
ὡς
ἄνθος
χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· |
Because, “All flesh is like vegetation, And all its glory like the blossom of vegetation. The vegetation withers, And the blossom falls off, | Because, “All flesh is like vegetation, And all its glory of man like the blossom of vegetation. The vegetation withers, And its blossom falls off, |
1:25 τὸ
δὲ
ῥῆμα
κυρίου
μένει
εἰς
τὸν
αἰῶνα. τοῦτο δὲ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. |
25 τὸ
δὲ
ῥῆμα
κυρίου
μένει
εἰς
τὸν
αἰῶνα. τοῦτο δὲ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. |
But the word of the Lord endures forever.”[2] And this is the word which was preached to you. | But the word of the Lord endures forever.”[2] And this is the word which was preached to you. |
[2]vv 1:24-25=Isa. 40:6-8