topJude

Chapter 1

NASTextRec

Salutation

1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· 1 Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·
Jude, a servant of Jesus Christ, and brother of Jacōb, to those who are the called, loved by God the Father, and kept for Jesus Christ: Jude, the servant of Jesus Christ, and brother of Jacōb, to those who are the called, sanctified by God the Father, and kept in Jesus Christ:
2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. 2 ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
Mercy and peace and love be multiplied to you. Mercy and peace and love be multiplied to you.

Judgment on False Teachers
(2 Pe 2.1‑17)

3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.
Beloved, while I was making every effort to write to you concerning our common salvation, I felt the necessity to write to you urging that you contend earnestly for the faith which was once for all delivered over to the saints. Beloved, while I was making every effort to write to you concerning the common salvation, I felt the necessity to write to you urging that you contend earnestly for the faith which was once for all delivered over to the saints.
4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι. 4 παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην Θεὸν καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
For certain men have crept in unnoticed, those who were long beforehand marked out for this judgment, ungodly men who turn the grace of our God into lewdness and deny our only Master and Lord, Jesus Christ. For certain men have crept in unnoticed, those who were long beforehand marked out for this judgment, ungodly men who turn the grace of our God into lewdness and deny our only Master God, and Lord Jesus Christ.
5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας [ὑμᾶς] πάντα ὅτι [] κύριος ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν, 5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.
Now I want to remind you, though you know all things once for all, that the Lord, after saving a people out of the land of Egypt, next destroyed those who didn’t believe. Now I want to remind you, though you once knew this, that the Lord, after saving a people out of the land of Egypt, next destroyed those who didn’t believe.
6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν, 6 ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·
And angels who didn’t keep their own domain, but abandoned their proper residence, he has kept in eternal chains under gloom for the judgment of the great day, And angels who didn’t keep their own domain, but abandoned their proper residence, he has kept in eternal chains under gloom for the judgment of the great day,
7 ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 7 ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
just as Sodom and Gomorrah and the cities around them, since they in the same way as these indulged in sexual immorality and went after other flesh, are exhibited as an example in undergoing the penalty of eternal fire. just as Sodom and Gomorrah and the cities around them, since they in the same way as these indulged in sexual immorality and went after other flesh, are exhibited as an example in undergoing the penalty of eternal fire.
8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν κυριότητα δὲ ἀθετοῦσιν δόξας δὲ βλασφημοῦσιν. 8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν.
However, in the same way, these men also by dreaming, contaminate the flesh, and reject authority, and slander dignitaries. However, in the same way, these men also by dreaming, contaminate the flesh, and reject authority, and slander dignitaries.
9  δὲ Μιχαὴλ ἀρχάγγελος ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλὰ εἶπεν, Ἐπιτιμήσαι σοι κύριος. 9  δὲ Μιχαὴλ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν, Ἐπιτιμήσαι σοι κύριος.
But Michaēl the archangel, when he argued with the devil and disputed about the body of Mōses, didn’t dare pronounce against him a slanderous judgment, but said, “The Lord rebuke you!” But Michaēl the archangel, when he argued with the devil and disputed about the body of Mōses, didn’t dare pronounce against him a slanderous judgment, but said, “The Lord rebuke you!”
10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται. 10 οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῶα, ἐπίστανται, ἐν τούτοις φθείρονται.
But these men blaspheme the things which they don’t understand; and the things which they know by instinct, like unreasoning animals, by these things they are corrupted. But these men blaspheme the things which they don’t understand; and the things which they know by instinct, like unreasoning animals, by these things they are corrupted.
11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 11 οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.
Woe to them! Because they have gone the way of Cain, and for pay they rushed forth into the error of Balaam, and perished in the rebellion of Korah. Woe to them! Because they have gone the way of Cain, and for pay they rushed forth into the error of Balaam, and perished in the rebellion of Korah.
12 οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα, 12 οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων περιφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·
These are the men who are hidden reefs in your love feasts when they feast with you without fear, caring for themselves; waterless clouds transported by winds; autumn trees without fruit, doubly dead, uprooted; These are the men who are hidden reefs in your love feasts when they feast with you without fear, caring for themselves; waterless clouds transported by winds; autumn trees without fruit, doubly dead, uprooted;
13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. 13 κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται.
wild waves of the sea, foaming up their own shame; wandering stars, for whom the gloom of darkness has been kept forever. wild waves of the sea, foaming up their own shame; wandering stars, for whom the gloom of darkness has been kept forever.
14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων, Ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ 14 Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδοὺ ἦλθε κύριος ἐν μυριάσιν ἁγίαις αὐτοῦ,
It was also about these men that Enōch, in the seventh generation from Adam, prophesied, saying, “Look, the Lord came with his 10,000 saints, It was also about these men that Enōch, in the seventh generation from Adam, prophesied, saying, “Look, the Lord came with his 10,000 saints,
15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πᾶσαν ψυχὴν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 15 ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐξἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.
to execute judgment upon all, and to convict all the souls of all their ungodly deeds which they have done in an ungodly way, and of all the harsh things which ungodly sinners have spoken against him.” to execute judgment upon all, and to convict all the ungodly ones of all their ungodly deeds which they have done in an ungodly way, and of all the harsh things which ungodly sinners have spoken against him.”
16 Οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. 16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι· καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν.
These are grumblers, faultfinders, following after their own lusts; their mouths speak arrogantly, showing respect for appearances in favour of advantage. These are grumblers, faultfinders, following after their own lusts; their mouths speak arrogantly, showing respect for appearances in favour of advantage.

Warnings and Exhortations

18 ὅτι ἔλεγον ὑμῖν [ὅτι] Ἐπ᾿ ἐσχάτου [τοῦ] χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 18 ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.
that they were saying to you, “In the last time there will be deceivers, following after their own ungodly lusts.” that they were saying to you, “In the last time there will be deceivers, following after their own ungodly lusts.”
19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.
These are the ones who cause divisions, sensual, not having the Spirit. These are the ones who cause divisions, sensual, not having the Spirit.
22 καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους, 22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινομένοι·
And have mercy on some, who are doubting; And have mercy on some, who are doubting;
23 οὓς δὲ σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. 23 οὓς δὲ ἐν φόβῳ σώζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
save others, snatching them out of the fire; and on some have mercy with fear, hating even the garment polluted by the flesh. save others with fear, snatching them out of the fire; hating even the garment polluted by the flesh.

Benediction

24 Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,
Now to him who is able to keep you from stumbling, and to make you stand in the presence of his glory blameless with great joy, Now to him who is able to keep them from stumbling, and to make you stand in the presence of his glory blameless with great joy,
25 μόνῳ θεῷ σωτῆρι ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν. 25 μόνῳ σοφῷ θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας.
ἀμήν.
to the only God our Saviour, through Jesus Christ our Lord, be glory, majesty, dominion and authority, before all time both now and forever. Amēn. to the only wise God our Saviour, be glory, majesty, dominion and authority, before all time both now and forever. Amēn.