top Judith ch 2

Chapter 2

1 Καὶ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνὸς ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησεν. 1 And in the eighteenth year, the two and twentieth day of the first month, there was talk in the house of Nabuchodonosor king of the Assyrians that he should, as he said, avenge himself on all the earth.
2 καὶ συνεκάλεσεν πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ᾿ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσεν πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ, 2 So he called unto him all his officers, and all his nobles, and communicated with them his secret counsel, and concluded the afflicting of the whole earth out of his own mouth.
3 καὶ αὐτοὶ ἔκριναν ὀλεθρεῦσαι πᾶσαν σάρκα οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. 3 Then they decreed to destroy all flesh, that did not obey the commandment of his mouth.
4 καὶ ἐγένετο ὡς συνετέλεσεν τὴν βουλὴν αὐτοῦ, ἐκάλεσεν Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ δεύτερον ὄντα μετ᾿ αὐτὸν καὶ εἶπεν πρὸς αὐτόν 4 And when he had ended his counsel, Nabuchodonosor king of the Assyrians called Holofernes the chief captain of his army, which was next unto him, and said unto him.
5 τάδε λέγει βασιλεὺς μέγας, κύριος πάσης τῆς γῆς ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήμψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις χιλιάδας δέκα δύο, 5 Thus saith the great king, the lord of the whole earth, Behold, thou shalt go forth from my presence, and take with thee men that trust in their own strength, of footmen an hundred and twenty thousand; and the number of horses with their riders twelve thousand.
6 καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ῥήματι τοῦ στόματός μου, 6 And thou shalt go against all the west country, because they disobeyed my commandment.
7 καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ, ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ᾿ αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶν τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς, 7 And thou shalt declare unto that they prepare for me earth and water: for I will go forth in my wrath against them and will cover the whole face of the earth with the feet of mine army, and I will give them for a spoil unto them:
8 καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσιν τὰς φάραγγας αὐτῶν, καὶ πᾶς χειμάρρους καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται· 8 So that their slain shall fill their valleys and brooks and the river shall be filled with their dead, till it overflow:
9 καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς. 9 And I will lead them captives to the utmost parts of all the earth.
10 σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν καὶ ἐκδώσουσίν σοὶ ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν· 10 Thou therefore shalt go forth. and take beforehand for me all their coasts: and if they will yield themselves unto thee, thou shalt reserve them for me till the day of their punishment.
11 ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου. 11 But concerning them that rebel, let not thine eye spare them; but put them to the slaughter, and spoil them wheresoever thou goest.
12 ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου. 12 For as I live, and by the power of my kingdom, whatsoever I have spoken, that will I do by mine hand.
13 καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου, ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά. 13 And take thou heed that thou transgress none of the commandments of thy lord, but accomplish them fully, as I have commanded thee, and defer not to do them.
14 καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ 14 Then Holofernes went forth from the presence of his lord, and called all the governors and captains, and the officers of the army of Assur;
15 καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ κύριος αὐτοῦ, εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους, 15 And he mustered the chosen men for the battle, as his lord had commanded him, unto an hundred and twenty thousand, and twelve thousand archers on horseback;
16 καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται. 16 And he ranged them, as a great army is ordered for the war.
17 καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός, 17 And he took camels and asses for their carriages, a very great number; and sheep and oxen and goats without number for their provision:
18 καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα. 18 And plenty of victual for every man of the army, and very much gold and silver out of the king’s house.
19 καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονόσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν 19 Then he went forth and all his power to go before king Nabuchodonosor in the voyage, and to cover all the face of the earth westward with their chariots, and horsemen, and their chosen footmen.
20 καὶ πολὺς ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἄμμος τῆς γῆς, οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν. 20 A great number also sundry countries came with them like locusts, and like the sand of the earth: for the multitude was without number.
21 καὶ ἀπῆλθον ἐκ Νινευὴ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλὲθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλὲθ πλησίον τοῦ ὄρους τοῦ ἐπ᾿ ἀριστερᾷ τῆς ἄνω Κιλικίας. 21 And they went forth of Nineve three days’ journey toward the plain of Bectileth, and pitched from Bectileth near the mountain which is at the left hand of the upper Cilicia.
22 καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν. 22 Then he took all his army, his footmen, and horsemen and chariots, and went from thence into the hill country;
23 καὶ διέκοψεν τὸ Φοὺδ καὶ Λοὺδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ῥασσὶς καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεών. 23 And destroyed Phud and Lud, and spoiled all the children of Rasses, and the children of Israel, which were toward the wilderness at the south of the land of the Chellians.
24 καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Ἀβρωνὰ ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν. 24 Then he went over Euphrates, and went through Mesopotamia, and destroyed all the high cities that were upon the river Arbonai, till ye come to the sea.
25 καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ἰάφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας. 25 And he took the borders of Cilicia, and killed all that resisted him, and came to the borders of Japheth, which were toward the south, over against Arabia.
26 καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιὰμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν. 26 He compassed also all the children of Madian, and burned up their tabernacles, and spoiled their sheepcotes.
27 καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας. — 27 Then he went down into the plain of Damascus in the time of wheat harvest, and burnt up all their fields, and destroyed their flocks and herds, also he spoiled their cities, and utterly wasted their countries, and smote all their young men with the edge of the sword.
28 καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδῶνι καὶ ἐν Τύρῳ καὶ τοὺς κατοικοῦντας Σοὺρ καὶ Ὀκινὰ καὶ πάντας τοὺς κατοικοῦντας Ἰεμναάν, καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκαλῶνι ἐφοβήθησαν αὐτὸν σφόδρα. 28 Therefore the fear and dread of him fell upon all the inhabitants of the sea coasts, which were in Sidon and Tyrus, and them that dwelt in Sur and Ocina, and all that dwelt in Jemnaan; and they that dwelt in Azotus and Ascalon feared him greatly.