top Judith ch 10

Chapter 10

1 καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν θεὸν Ἰσραὴλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταῦτα, 1 Now after that she had ceased to cry unto the God of Israel, and bad made an end of all these words.
2 καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον, ἐν διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς, 2 She rose where she had fallen down, and called her maid, and went down into the house in the which she abode in the sabbath days, and in her feast days,
3 καὶ περιείλατο τὸν σάκκον, ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι καὶ ἐχρίσατο μύρῳ παχεῖ καὶ διέξανε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ ἐπέθετο μίτραν ἐπ᾿ αὐτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ, 3 And pulled off the sackcloth which she had on, and put off the garments of her widowhood, and washed her body all over with water, and anointed herself with precious ointment, and braided the hair of her head, and put on a tire upon it, and put on her garments of gladness, wherewith she was clad during the life of Manasses her husband.
4 καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέθετο τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν, ὅσοι ἄν ἴδωσιν αὐτήν. 4 And she took sandals upon her feet, and put her bracelets around her, and her chains, and her rings, and her earrings, and all her ornaments, and decked herself bravely, to allure the eyes of all men that should see her.
5 καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ. 5 Then she gave her maid a bottle of wine, and a cruse of oil, and filled a bag with parched corn, and lumps of figs, and with fine bread; so she folded all these things together, and laid them upon her.
6 καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλούα καὶ εὕροσαν ἐφεστῶτα ἐπ᾿ αὐτῇ Ὀζίαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβρὶν καὶ Χαρμίν· 6 Thus they went forth to the gate of the city of Bethulia, and found standing there Ozias and the ancients of the city, Chabris and Charmis.
7 ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ 7 And when they saw her, that her countenance was altered, and her apparel was changed, they wondered at her beauty very greatly, and said unto her.
8  θεὸς τῶν πατέρων ἡμῶν δῴη σὲ εἰς χάριν καὶ τελειῶσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ἰσραὴλ καὶ ὕψωμα Ἱερουσαλήμ. 8 The God, the God of our fathers give thee favour, and accomplish thine enterprizes to the glory of the children of Israel, and to the exaltation of Jerusalem. Then they worshipped God.
9 καὶ προσεκύνησεν τῷ θεῷ καὶ εἶπεν πρὸς αὐτούς ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετ᾿ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησεν. 9 And she said unto them, Command the gates of the city to be opened unto me, that I may go forth to accomplish the things whereof ye have spoken with me. So they commanded the young men to open unto her, as she had spoken.
10 καὶ ἐποίησαν οὕτως. καὶ ἐξῆλθεν Ἰουδίθ, αὐτὴ καὶ παιδίσκη αὐτῆς μετ᾿ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν. — 10 And when they had done so, Judith went out, she, and her maid with her; and the men of the city looked after her, until she was gone down the mountain, and till she had passed the valley, and could see her no more.
11 καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων. 11 Thus they went straight forth in the valley: and the first watch of the Assyrians met her,
12 καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν θυγάτηρ εἰμὶ τῶν Ἑβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα· 12 And took her, and asked her, Of what people art thou? and whence comest thou? and whither goest thou? And she said, I am a woman of the Hebrews, and am fled from them: for they shall be given you to be consumed:
13 κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ᾿ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς. 13 And I am coming before Holofernes the chief captain of your army, to declare words of truth; and I will shew him a way, whereby he shall go, and win all the hill country, without losing the body or life of any one of his men.
14 ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆςκαὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα —, καὶ εἶπαν πρὸς αὐτήν 14 Now when the men heard her words, and beheld her countenance, they wondered greatly at her beauty, and said unto her,
15 σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφ᾿ ἡμῶν προπέμψουσίν σε, ἕως παραδώσουσίν σε εἰς χεῖρας αὐτοῦ· 15 Thou hast saved thy life, in that thou hast hasted to come down to the presence of our lord: now therefore come to his tent, and some of us shall conduct thee, until they have delivered thee to his hands.
16 ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου, καὶ εὖ σὲ ποιήσει. 16 And when thou standest before him, be not afraid in thine heart, but shew unto him according to thy word; and he will entreat thee well.
17 καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου. 17 Then they chose out of them an hundred men to accompany her and her maid; and they brought her to the tent of Holofernes.
18 καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ, διεβοήθη γὰρ εἰς τὰ σκηνώματα παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτήν, ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ὀλοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς. 18 Then was there a concourse throughout all the camp: for her coming was noised among the tents, and they came about her, as she stood without the tent of Holofernes, till they told him of her.
19 καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ἰσραὴλ ἀπ᾿ αὐτῆς, καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν, 19 And they wondered at her beauty, and admired the children of Israel because of her, and every one said to his neighbour, Who would despise this people, that have among them such women? surely it is not good that one man of them be left who being let go might deceive the whole earth.
20 καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ὀλοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν. 20 And they that lay near Holofernes went out, and all his servants and they brought her into the tent.
21 καὶ ἦν Ὀλοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ, ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων. 21 Now Holofernes rested upon his bed under a canopy, which was woven with purple, and gold, and emeralds, and precious stones.
22 καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ. 22 So they shewed him of her; and he came out before his tent with silver lamps going before him.
23 ὡς δὲ ἦλθεν κατὰ πρόσωπον αὐτοῦ Ἰουδὶθ καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ. 23 And when Judith was come before him and his servants they all marvelled at the beauty of her countenance; and she fell down upon her face, and did reverence unto him: and his servants took her up.