Chapter 1
NAS | TextRec |
---|
Salutation
1:1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, | 1 Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, |
Paul, a slave of Christ Jesus, called apostle, having been set apart for God’s gospel, | Paul, a slave of Jesus Christ, called apostle, having been set apart for God’s gospel, |
1:2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις | 2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις, |
which he promised before through his prophets in the holy scriptures, | which he promised before through his prophets in the holy scriptures, |
1:3 περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα, | 3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα, |
concerning his Son, who was born of a descendant of David according to the flesh, | concerning his Son, who was born of a descendant of David according to the flesh, |
1:4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, | 4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει, κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, |
who was declared the Son of God with power according to the spirit of holiness by the resurrection from the dead, Jesus Christ our Lord, | who was declared the Son of God with power according to the spirit of holiness by the resurrection from the dead, Jesus Christ our Lord, |
1:5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, | 5 δι᾿ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν, ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ, |
through whom we have received grace and apostleship for obedience of faith among all the nations on behalf of his name, | through whom we have received grace and apostleship for obedience of faith among all the nations on behalf of his name, |
1:6 ἐν οἷς ἐστε καὶ ὑμεῖς κλητοὶ Ἰησοῦ Χριστοῦ, | 6 ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ· |
among whom you also are the called of Jesus Christ; | among whom you also are the called of Jesus Christ; |
1:7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις, χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. | 7 πᾶσι τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ. |
to all who are in Rōmē, beloved of God, called as saints: Grace to you and peace from God our Father and the Lord Jesus Christ. | to all who are in Rōmē, beloved of God, called as saints: Grace to you and peace from God our Father and the Lord Jesus Christ. |
Paul wants to visit Rōme
1:8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ περὶ πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. | 8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ· |
First, I thank my God through Jesus Christ concerning you all, because your faith is being proclaimed in the whole world. | First, I thank my God through Jesus Christ for you all, because your faith is being proclaimed in the whole world. |
1:9 μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι | 9 μάρτυς γάρ μου ἐστὶν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι |
For God, whom I serve in my spirit by the gospel of his Son, is my witness as to how unceasingly I make mention of you, | For God, whom I serve in my spirit by the gospel of his Son, is my witness as to how unceasingly I make mention of you, |
1:10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. | 10 πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος, εἴπως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ, ἐλθεῖν πρὸς ὑμᾶς· |
always in my prayers making request, if perhaps now at last by the will of God I might have a successful trip to come to you. | always in my prayers making request, somehow now at last by the will of God I might have a successful trip to come to you. |
1:11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. | 11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν εἰς τὸ στηριχθῆναι ὑμᾶς, |
For I yearn to see you in order that I may impart some spiritual gift to you, by which you may be strengthened; | For I yearn to see you in order that I may impart some spiritual gift to you, by which you may be strengthened; |
1:12 τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ. | 12 τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ· |
that is, that I may be co-encouraged with you while among you, by one another’s faith, both yours and mine. | that is, that I may be co-encouraged with you while among you, by one another’s faith, both yours and mine. |
1:13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. | 13 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα καρπόν τινα σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν. |
I don’t want you to be unaware, brothers, that often I have planned to come to you (and thus far have been prevented) in order that I may have some fruit among you also, just as among the rest of the nations. | I don’t want you to be unaware, brothers, that often I have planned to come to you (and thus far have been prevented) in order that I may have some fruit among you also, just as among the rest of the nations. |
1:14 Ἕλλησίν τε καὶ βαρβάροις σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί, | 14 Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί· |
I am a debtor both to Greeks and to barbarians, both to the wise and to the unintelligent. | I am a debtor both to Greeks and to barbarians, both to the wise and to the unintelligent. |
1:15 οὕτως τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. | 15 οὕτω τὸ κατ᾿ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. |
So, as for me, I am willing to preach the gospel to you also who are in Rōmē. | So, as for me, I am willing to preach the gospel to you also who are in Rōmē. |
Power of the Gospel
1:16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. | 16 Οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. |
For I am not ashamed of the gospel, for it is the power of God for salvation to everyone who believes, both to the Jew first and to the Greek. | For I am not ashamed of the gospel of Christ, for it is the power of God for salvation to everyone who believes, both to the Jew first and to the Greek. |
1:17 δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. | 17 δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται, Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. |
For in it the righteousness of God is being revealed from faith to faith; just as it is written, “But the righteous one shall live by faith.”[1] | For in it the righteousness of God is being revealed from faith to faith; just as it is written, “But the righteous one shall live by faith.”[1] |
All are guilty
1:18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, | 18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. |
For the wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of men who suppress the truth in unrighteousness, | For the wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of men who suppress the truth in unrighteousness, |
1:19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. | 19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ γὰρ θεὸς αὐτοῖς ἐφανέρωσε. |
because what is known about God is evident within them; for God made it evident to them. | because what is known about God is evident within them; for God made it evident to them. |
1:20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, | 20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. |
For since the creation of the world, his invisible attributes, his eternal power and divinity, have been clearly seen, being understood through what has been made, so that they are inexcusable. | For since the creation of the world, his invisible attributes, his eternal power and divinity, have been clearly seen, being understood through what has been made, so that they are inexcusable. |
1:21 διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. | 21 διότι γνόντες τὸν θεόν, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· |
Because after knowing God, they didn’t glorify him as God or give thanks, but they became foolish in their reasonings, and their foolish heart was darkened. | Because after knowing God, they didn’t glorify him as God or give thanks, but they became foolish in their reasonings, and their foolish heart was darkened. |
1:22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν | 22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, |
Professing to be wise, they became fools, | Professing to be wise, they became fools, |
1:23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. | 23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. |
and exchanged the glory of the incorruptible God for an image in the likeness of corruptible man and of birds and quadrupeds and reptiles. | and exchanged the glory of the incorruptible God for an image in the likeness of corruptible man and of birds and quadrupeds and reptiles. |
1:24 Διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὐτοῖς· | 24 Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς· |
Therefore God gave them over in the lusts of their hearts to impurity, so that their bodies would be dishonoured among them. | Therefore God gave them over in the lusts of their hearts to impurity, so that their bodies would be dishonoured among themselves. |
1:25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. |
25 οἵτινες
μετήλλαξαν
τὴν
ἀλήθειαν
τοῦ
θεοῦ
ἐν
τῷ
ψεύδει,
καὶ
ἐσεβάσθησαν
καὶ
ἐλάτρευσαν
τῇ
κτίσει
παρὰ
τὸν
κτίσαντα,
ὅς
ἐστιν
εὐλογητὸς
εἰς
τοὺς
αἰῶνας. ἀμήν. |
For they exchanged the truth of God for a lie, and worshipped and served the creature rather than the one who created, who is blessed forever. Amēn. | For they exchanged the truth of God for a lie, and worshipped and served the creature rather than the one who created, who is blessed forever. Amēn. |
1:26 διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας, αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, | 26 διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· |
For this reason God gave them over to disgraceful passions; for their women exchanged the natural sexual intercourse for that which is unnatural, | For this reason God gave them over to disgraceful passions; for their women exchanged the natural sexual intercourse for that which is unnatural, |
1:27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. | 27 ὁμοίως τε καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. |
Likewise after abandoning the natural sexual intercourse of the woman, they burned in their lust toward one another, men with men committing indecent acts and receiving in themselves the due payment of their error. | Likewise after abandoning the natural sexual intercourse of the woman, they burned in their lust toward one another, men with men committing indecent acts and receiving in themselves the due payment of their error. |
1:28 καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, | 28 καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, |
And just as they didn’t think it approved to acknowledge God any longer, God gave them over to an unapproved mind, to do those things which are not proper, | And even as they didn’t like to retain God in their knowledge, God gave them over to a reprobate mind, to do those things which are not convenient; |
1:29 πεπληρωμένους πάσῃ ἀδικίᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ, μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας, ψιθυριστὰς | 29 πεπληρωμένους πάσῃ ἀδικίᾳ, πορνείᾳ, πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ· μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας· ψιθυριστάς, |
having been filled with all unrighteousness, wickedness, greed, evil; full of envy, murder, strife, deceit, malice; they are gossips, | having been filled with all unrighteousness, sexual immorality, wickedness, greed, evil; full of envy, murder, strife, deceit, malice; they are gossips, |
1:30 καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, | 30 καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, |
slanderers, God-haters, insolent, arrogant boasters, inventors of evil, disobedient to parents, | slanderers, God-haters, insolent, arrogant boasters, inventors of evil, disobedient to parents, |
1:31 ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀνελεήμονας· | 31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας· |
without understanding, untrustworthy, unloving, unmerciful; | without understanding, untrustworthy, unloving, unforgiving, unmerciful; |
1:32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν. | 32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. |
who knowing the regulations of God, that those who practice such things are worthy of death, they not only do the same, but also give approving concent to those who practice them. | who knowing the regulations of God, that those who practice such things are worthy of death, they not only do the same, but also give approving concent to those who practice them. |