Chapter 28
NAS | TextRec |
---|
28:1 Καὶ διασωθέντες τότε ἐπέγνωμεν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. | 1 Καὶ διασωθέντες, τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. |
After escaping safely, then we found out that the island was called Malta. | After escaping safely, then we found out that the island was called Malta. |
28:2 οἵ τε βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν, ἅψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. | 2 οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυράν, προσελάβοντο πάντας ἡμᾶς, διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα, καὶ διὰ τὸ ψῦχος. |
The natives showed us uncommon kindness; for after igniting a fire because of the presence of the rain and of the cold, they welcomed all of us. | The natives showed us uncommon kindness; for after igniting a fire because of the presence of the rain and of the cold, they welcomed all of us. |
28:3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων τι πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης ἐξελθοῦσα καθῆψεν τῆς χειρὸς αὐτοῦ. | 3 συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος, καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἐκ τῆς θέρμης ἐξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ. |
Then after Paul gathered a bundle of sticks and laid them on the fire, a viper came out from the heat and seized his hand. | Then after Paul gathered a bundle of sticks and laid them on the fire, a viper came out from the heat and seized his hand. |
28:4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, πρὸς ἀλλήλους ἔλεγον, πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῆν οὐκ εἴασεν. | 4 ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους, πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασεν. |
When the natives saw the beast hanging from his hand, they began saying to one another, “Certainly this man is a murderer, and though he was saved from the sea, justice did not allow him to live.” | When the natives saw the beast hanging from his hand, they began saying to one another, “Certainly this man is a murderer, and though he was saved from the sea, justice did not allow him to live.” |
28:5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν, | 5 ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ, ἔπαθεν οὐδὲν κακόν. |
However after shaking the beast off into the fire, he suffered no harm. | However after shaking the beast off into the fire, he suffered no harm. |
28:6 οἱ
δὲ
προσεδόκων
αὐτὸν
μέλλειν
πίμπρασθαι
ἢ
καταπίπτειν
ἄφνω
νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον μεταβαλόμενοι ἔλεγον αὐτὸν εἶναι θεόν. | 6 οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν· ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων, καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. |
But they kept expecting that he was about to swell up or suddenly fall down dead. But after waiting a long time, they saw nothing unusual happen to him. After changing their minds, they began to say that he was a god. | But they kept expecting that he was about to swell up or suddenly fall down dead. But after waiting a long time, they saw nothing unusual happen to him. After changing their minds, they began to say that he was a god. |
28:7 ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχεν χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. | 7 ἐν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου, ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. |
Now in the area around that place there were lands belonging to the leading man of the island, named Publius, who welcomed us and entertained us courteously three days. | Now in the area around that place there were lands belonging to the leading man of the island, named Publius, who welcomed us and entertained us courteously three days. |
28:8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. | 8 ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίᾳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθών, καὶ προσευξάμενος, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἰάσατο αὐτόν. |
And it happened that the father of Publius was lying in bed being sick with a fever and dysentery; and after entering and praying, Paul laid his hands on him and healed him. | And it happened that the father of Publius was lying in bed being sick with a fever and dysentery; and after entering and praying, Paul laid his hands on him and healed him. |
28:9 τούτου δὲ γενομένου καὶ οἱ λοιποὶ οἱ ἐν τῇ νήσῳ ἔχοντες ἀσθενείας προσήρχοντο καὶ ἐθεραπεύοντο, | 9 τούτου οὖν γενομένου, καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ, προσήρχοντο καὶ ἐθεραπεύοντο· |
After this had happened, the rest of the people on the island who had diseases were coming to him and being healed. | After this had happened, the rest of the people on the island who had diseases were coming to him and being healed. |
28:10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὰς χρείας. | 10 οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς, καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. |
They also honoured us with many honours; and when departing, they supplied us with what was needed. | They also honoured us with many honours; and when departing, they supplied us with what was needed. |
28:11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις. | 11 Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, Ἀλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις· |
After three months, we set sail on an Alexandrian ship which had wintered at the island, and which had the Twin Brothers[1] for its figurehead. | After three months, we set sail on an Alexandrian ship which had wintered at the island, and which had the Twin Brothers[1] for its figurehead. |
28:12 καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς, | 12 καὶ καταχθέντες εἰς Συρακούσας, ἐπεμείναμεν ἡμέρας τρεῖς· |
After mooring at Syracuse, we stayed there for three days. | After mooring at Syracuse, we stayed there for three days. |
28:13 ὅθεν
περιελόντες
κατηντήσαμεν
εἰς
Ῥήγιον. καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους, | 13 ὅθεν περιελόντες κατηντήσαμεν εἰς Ῥήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· |
From there, after sailing around, we arrived at Rhēgium, and a day later, a south wind sprang up, and on the second day we came to Puteoli. | From there, after sailing around, we arrived at Rhēgium, and a day later, a south wind sprang up, and on the second day we came to Puteoli. |
28:14 οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν παρ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθαμεν. | 14 οὗ εὑρόντες ἀδελφούς, παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά· καὶ οὕτως εἰς τὴν Ῥώμην ἤλθομεν. |
After finding some brothers there, we were invited to stay with them for seven days; and thus we came to Rōme. | After finding some brothers there, we were invited to stay with them for seven days; and thus we came to Rōme. |
28:15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἦλθαν εἰς ἀπάντησιν ἡμῖν ἄχρι Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ θεῷ ἔλαβε θάρσος. | 15 κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν, ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις Ἀππίου Φόρου καὶ Τριῶν Ταβερνῶν· οὓς ἰδὼν ὁ Παῦλος, εὐχαριστήσας τῷ θεῷ, ἔλαβε θάρσος. |
After hearing about us, the brothers came for a meeting with us from as far as the Market of Appius and Three Inns; and after seeing them, Paul thanked God and took courage. | After hearing about us, the brothers came for a meeting with us from as far as the Market of Appius and Three Inns; and after seeing them, Paul thanked God and took courage. |
28:16 ὅτε δὲ εἰσήλθομεν εἰς Ῥώμην, ἐπετράπη τῷ Παύλῳ μένειν καθ᾿ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. | 16 ὅτε δὲ ἤλθομεν εἰς Ῥώμην, ὁ ἑκατόνταρχος παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτόν, σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. |
When we entered Rōme, Paul was allowed to stay by himself, with the soldier who was guarding him. | When we entered Rōme, the centurion delivered the prisoners to the captain of the guard; but Paul was allowed to stay by himself, with the soldier who was guarding him. |
28:17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι αὐτὸν τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγεν πρὸς αὐτούς, ἐγώ, ἄνδρες ἀδελφοί, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων, | 17 Ἐγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν Ἰουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν, ἔλεγε πρὸς αὐτούς, ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις, δέσμιος ἐξ Ἱεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν Ῥωμαίων· |
It happened after three days, he called together those who were the leading men of the Jews, and after they came together, he began saying to them, “Men, brothers, though I had done nothing against our people or the customs of our fathers, yet I was delivered as a prisoner from Jerusalem into the hands of the Rōmans. | It happened after three days, Paul called together those who were the leading men of the Jews, and after they came together, he began saying to them, “Men, brothers, though I had done nothing against our people or the customs of our fathers, yet I was delivered as a prisoner from Jerusalem into the hands of the Rōmans. |
28:18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. | 18 οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι, διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. |
And after examining me, they were willing to release me because there was no ground for putting me to death. | And after examining me, they were willing to release me because there was no ground for putting me to death. |
28:19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορεῖν. | 19 ἀντιλεγόντων δὲ τῶν Ἰουδαίων, ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. |
But when the Jews objected, I was compelled to appeal to Caesar, not that I had anything to accuse my nation. | But when the Jews objected, I was compelled to appeal to Caesar, not that I had anything to accuse my nation. |
28:20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι, ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. | 20 διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. |
For this reason, therefore, I requested to see you and to speak with you, for I am wearing this chain for the sake of the hope of Israēl.” | For this reason, therefore, I requested to see you and to speak with you, for I am wearing this chain for the sake of the hope of Israēl.” |
28:21 οἱ δὲ πρὸς αὐτὸν εἶπαν, ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν. | 21 οἱ δὲ πρὸς αὐτὸν εἶπον, ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. |
They said to him, “We have neither received letters from Judea concerning you, nor after arriving, did any of the brothers report or speak anything bad about you. | They said to him, “We have neither received letters from Judea concerning you, nor after arriving, did any of the brothers report or speak anything bad about you. |
28:22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται. | 22 ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται. |
But we desire to hear from you what you think; for concerning this sect, it is known to us that it is spoken against everywhere.” | But we desire to hear from you what you think; for concerning this sect, it is known to us that it is spoken against everywhere.” |
28:23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. | 23 Ταξάμενοι δὲ αὐτῷ ἡμέραν, ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες· οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ, πείθων τε αὐτοὺς τὰ περὶ τοῦ Ἰησοῦ, ἀπό τε τοῦ νόμου Μωσέως καὶ τῶν προφητῶν, ἀπὸ πρωῒ ἕως ἑσπέρας. |
After appointing a day for him, they came to him at his lodging in great numbers. He kept explaining to them by testifying about the kingdom of God and persuading them concerning Jesus, both from the Torah of Mōses and from the Prophets, from morning until evening. | After appointing a day for him, they came to him at his lodging in great numbers. He kept explaining to them by testifying about the kingdom of God and persuading them concerning Jesus, both from the Torah of Mōses and from the Prophets, from morning until evening. |
28:24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν· | 24 καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. |
Some were persuaded by what was spoken, but others were not believing. | Some were persuaded by what was spoken, but others were not believing. |
28:25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν | 25 ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν, |
And when they were lacking agreement with one another, they began leaving after Paul had spoken one final message, “The Holy Spirit correctly spoke through Isaiah the prophet to your fathers, | And when they were lacking agreement with one another, they began leaving after Paul had spoken one final message, “The Holy Spirit correctly spoke through Isaiah the prophet to your fathers, |
28:26 λέγων, πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· | 26 λέγον, πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπέ, ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· |
saying, ‘Go to this people and say, “In hearing, you hear; but would not understand; And while seeing, you see; and you would not perceive; |
saying, ‘Go to this people and say, “In hearing, you hear; but would not understand; And while seeing, you see; and you would not perceive; |
28:27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. | 27 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς. |
For the heart of this people has become dull, And with their ears they barely hear, And they have closed their eyes; Lest they should see with their eyes, And should hear with their ears, And should understand with their heart and return, And I would heal them.”’[2] |
For the heart of this people has become dull, And with their ears they barely hear, And they have closed their eyes; Lest they should see with their eyes, And should hear with their ears, And should understand with their heart and return, And I would heal them.”’[2] |
28:28 γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ θεοῦ· αὐτοὶ καὶ ἀκούσονται. | 28 γνωστὸν οὖν ἔστω ὑμῖν, ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τὸ σωτήριον τοῦ θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. |
Therefore let it be known to you that this salvation of God has been sent to the Gentiles; they will also listen.” | Therefore let it be known to you that the salvation of God has been sent to the Gentiles; they will also listen.” |
28:29 [[καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν.]] | 29 καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἀπῆλθον οἱ Ἰουδαῖοι, πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. |
[After he had spoken these words, the Jews departed, having much arguing among themselves.] | After he had spoken these words, the Jews departed, having much arguing among themselves. |
28:30 Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, | 30 ἔμεινεν δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, |
And he stayed two full years in his own rented place and was welcoming all who came to him, | And Paul stayed two full years in his own rented place and was welcoming all who came to him, |
28:31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως. | 31 κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ, καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, μετὰ πάσης παρρησίας ἀκωλύτως. |
preaching the kingdom of God and teaching the things concerning the Lord Jesus Christ with all boldness, unhindered. | preaching the kingdom of God and teaching the things concerning the Lord Jesus Christ with all boldness, unhindered. |
[1]The twin brothers were Castor and Pollux, the patrons of navigation whom the sailors worshipped.⇧