Chapter 1
NAS | TextRec |
---|
The Word Became Flesh
1:1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. | 1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. |
The word was in the beginning, and the word was with God, and the word was God. | The word was in the beginning, and the word was with God, and the word was God. |
1:2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. | 2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. |
This one was in the beginning with God. | This one was in the beginning with God. |
1:3 πάντα
δι᾿
αὐτοῦ
ἐγένετο,
καὶ
χωρὶς
αὐτοῦ
ἐγένετο
οὐδὲ
ἕν. ὃ γέγονεν | 3 πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν. |
All things came into being through him, and apart from him not one thing came into being that has come into being. | All things were made by him; and without him was not any thing made that was made. |
1:4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· | 4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, |
In him was life, and the life was the light of people. | In him was life, and the life was the light of people. |
1:5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. | 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. |
The light shines in the darkness, and the darkness didn’t overcome it. | The light shines in the darkness, and the darkness didn’t overcome it. |
1:6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· | 6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. |
A man was born, being sent forth by God, whose name Jōhn. | A man was born, being sent forth by God, whose name Jōhn. |
1:7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾿ αὐτοῦ. | 7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι᾿ αὐτοῦ. |
This one came as a witness, to witness concerning the light, so that all might believe through him. | This one came as a witness, to witness concerning the light, so that all might believe through him. |
1:8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. | 8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾿ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. |
That one was not the light, but he came to testify about the Light. | That one was not the light, but he came to testify about the Light. |
1:9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. | 9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. |
That was the true light which, coming into the world, enlightens every person. | That was the true light which, coming into the world, enlightens every person. |
1:10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. | 10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. |
He was in the world, and the world came into being through him, and the world didn’t know him. | He was in the world, and the world came into being through him, and the world didn’t know him. |
1:11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. | 11 εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. |
He came to his own, and those who were his own didn’t receive him. | He came to his own, and those who were his own didn’t receive him. |
1:12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, | 12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· |
But as many as received him, to them he gave the authority to become children of God, to the ones who believe in his name, | But as many as received him, to them he gave the authority to become children of God, to the ones who believe in his name, |
1:13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾿ ἐκ θεοῦ ἐγεννήθησαν. | 13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ᾿ ἐκ θεοῦ ἐγεννήθησαν. |
who were born of God, not of blood nor of the will of the flesh nor of the will of a man. | who were born of God, not of blood nor of the will of the flesh nor of the will of a man. |
1:14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. | 14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, (καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός,) πλήρης χάριτος καὶ ἀληθείας. |
And the word became flesh, and dwelt among us, and we saw his glory, glory as of the unique one from the Father, full of grace and truth. | And the word became flesh, and dwelt among us, (and we saw his glory, glory as of the unique one from the Father,) full of grace and truth. |
1:15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων, οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | 15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγε λέγων, οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν· ὅτι πρῶτός μου ἦν. |
Jōhn testified about him and cried out, saying, “This was he of whom I said, ‘He who comes after me has become before me, for he existed before me.’” | Jōhn testified about him and cried out, saying, “This was he of whom I said, ‘He who comes after me has become before me, for he existed before me.’” |
1:16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος· | 16 καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος· |
For of his fullness we have all received, even grace in exchange for grace. | For of his fullness we have all received, even grace in exchange for grace. |
1:17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. | 17 ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. |
For the Torah was given through Mōses; grace and truth came through Jesus Christ. | For the Torah was given through Mōses; grace and truth came through Jesus Christ. |
1:18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. | 18 θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. |
No one has seen God at any time; the unique God who is in the chest of the Father, he has revealed him. | No one has seen God at any time; the unique Son who is in the chest of the Father, he has revealed him. |
Testimony of Jōhn the Baptist
(Mt 3.1‑12; Mk 1.2‑8; Lk 3.15‑17)
1:19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν, σὺ τίς εἶ; | 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας, ἵνα ἐρωτήσωσιν αὐτόν, σὺ τίς εἶ; |
This is the testimony of Jōhn, when the Jews sent priests and Levites from Jerusalem [to him] in order to ask him, “Who are you?” | This is the testimony of Jōhn, when the Jews sent priests and Levites from Jerusalem in order to ask him, “Who are you?” |
1:20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. | 20 καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν, ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. |
And he acknowledged and didn’t deny, but acknowledged, “I am not the Christ.” | And he acknowledged and didn’t deny, but acknowledged, “I am not the Christ.” |
1:21 καὶ
ἠρώτησαν
αὐτόν,
τί
οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. |
21 καὶ
ἠρώτησαν
αὐτόν,
τί
οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει, οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. |
They asked him, “What then? Are you Ēlijah?” And he said, “I am not.” “Are you the Prophet?”[1] And he answered, “No.” | They asked him, “What then? Are you Ēlijah?” And he said, “I am not.” “Are you the Prophet?”[1] And he answered, “No.” |
1:22 εἶπαν
οὖν
αὐτῷ,
τίς
εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; |
22 εἶπον
οὖν
αὐτῷ,
τίς
εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; |
Then they said to him, “Who are you, so that we may give an answer to those who sent us? What do you say about yourself?” | Then they said to him, “Who are you, so that we may give an answer to those who sent us? What do you say about yourself?” |
1:23 ἔφη, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. | 23 ἔφη, ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν κυρίου· καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. |
He said, “I am a voice of one crying in the wilderness, ‘Make straight the way of the Lord,’[2] just as Isaiah the prophet said.” | He said, “I am a voice of one crying in the wilderness, ‘Make straight the way of the Lord,’[2] just as Isaiah the prophet said.” |
1:24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. | 24 Καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· |
They had been sent from the Pharisees. | They had been sent from the Pharisees. |
1:25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; | 25 καὶ ἠρώτησαν αὐτόν, καὶ εἶπον αὐτῷ, τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης; |
They asked him, and said to him, “Why then are you baptizing, if you are not the Christ, nor Ēlijah, nor the Prophet?” | They asked him, and said to him, “Why then are you baptizing, if you are not the Christ, nor Ēlijah, nor the Prophet?” |
1:26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, | 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, |
Jōhn answered them saying, “I baptize in water, but among you stands One whom you don’t know. | Jōhn answered them saying, “I baptize in water, but among you stands One whom you don’t know. |
1:27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. | 27 αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν· οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. |
It is he who follows me, I am not worthy to untie the straps of his sandal.” | It is he who follows me, who existed before me, I am not worthy to untie the straps of his sandal.” |
1:28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων. | 28 ταῦτα ἐν Βηθαβαρᾷ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων. |
These things happened in Bethany beyond the Jordan, where Jōhn was baptizing. | These things happened in Bēthabara beyond the Jordan, where Jōhn was baptizing. |
The Lamb of God
1:29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. | 29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. |
The next day he saw Jesus coming to him and said, “Look, the Lamb of God who carries the sin of the world! | The next day Jōhn saw Jesus coming to him and said, “Look, the Lamb of God who carries the sin of the world! |
1:30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. | 30 οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. |
This is he concerning whom I said, ‘A man comes after me who was before me, for he existed before me.’ | This is he concerning whom I said, ‘A man comes after me who was before me, for he existed before me.’ |
1:31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. | 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. |
I didn’t recognize him, but so that he might be revealed to Israēl, I came baptizing in water.” | I didn’t recognize him, but so that he might be revealed to Israēl, I came baptizing in water.” |
1:32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. | 32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. |
Jōhn testified saying, “I have seen the Spirit descending as a dove out of heaven, and he remained upon him. | Jōhn testified saying, “I have seen the Spirit descending as a dove out of heaven, and he remained upon him. |
1:33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν, ἐφ᾿ ὃν ἄν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. | 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ἐφ᾿ ὃν ἄν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. |
I didn’t recognize him, but he who sent me to baptize in water said to me, ‘That one upon whom you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit.’ | I didn’t recognize him, but he who sent me to baptize in water said to me, ‘That one upon whom you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit.’ |
1:34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. | 34 κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ. |
I myself have seen, and have testified that this is the Son of God.” | I myself have seen, and have testified that this is the Son of God.” |
The First Disciples
1:35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο | 35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. |
Again the next day Jōhn was standing with two of his disciples, | Again the next day Jōhn was standing with two of his disciples, |
1:36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. | 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. |
and he looked at Jesus as he walked, and said, “Look, the Lamb of God!” | and he looked at Jesus as he walked, and said, “Look, the Lamb of God!” |
1:37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. | 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. |
The two disciples heard him speaking, and they followed Jesus. | The two disciples heard him speaking, and they followed Jesus. |
1:38 στραφεὶς
δὲ
ὁ
Ἰησοῦς
καὶ
θεασάμενος
αὐτοὺς
ἀκολουθοῦντας
λέγει
αὐτοῖς,
τί
ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ, ῥαββί, ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις; |
38 στραφεὶς
δὲ
ὁ
Ἰησοῦς,
καὶ
θεασάμενος
αὐτοὺς
ἀκολουθοῦντας,
λέγει
αὐτοῖς,
τί
ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ, ῥαββί, (ὃ λέγεται ἑρμηνευόμενον, διδάσκαλε,) ποῦ μένεις; |
And Jesus turned and saw them following, and said to them, “What do you seek?” They said to him, “Rabbi (which translated means Teacher), where are you staying?” | And Jesus turned and saw them following, and said to them, “What do you seek?” They said to him, “Rabbi (which translated means Teacher), where are you staying?” |
1:39 λέγει
αὐτοῖς,
ἔρχεσθε
καὶ
ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. |
39 λέγει
αὐτοῖς,
ἔρχεσθε
καὶ
ἴδετε. ἦλθον καὶ εἶδον ποῦ μένει· καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη. |
He said to them, “Come, and you will see.” Then they came and saw where he was staying; and they stayed with him that day, for it was about the tenth hour.[3] | He said to them, “Come, and you will see.” Then they came and saw where he was staying; and they stayed with him that day, for it was about the tenth hour.[3] |
1:40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· | 40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ. |
One of the two who heard Jōhn speak and followed him, was Andrew, the brother of Simōn Peter. | One of the two who heard Jōhn speak and followed him, was Andrew, the brother of Simōn Peter. |
1:41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ, εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον Χριστός· | 41 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, εὑρήκαμεν τὸν Μεσσίαν, (ὃ ἐστι μεθερμηνευόμενον, ὁ Χριστός·) |
He found first his own brother Simōn and said to him, “We have found the Messiah,” which translated means Christ. | He found first his own brother Simōn and said to him, “We have found the Messiah,” (which translated means Christ). |
1:42 ἤγαγεν
αὐτὸν
πρὸς
τὸν
Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν, σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. |
42 καὶ
ἤγαγεν
αὐτὸν
πρὸς
τὸν
Ἰησοῦν. ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ· σὺ κληθήσῃ Κηφᾶς· ὃ ἑρμηνεύεται Πέτρος. |
He brought him to Jesus. When looking at him, Jesus said, “You are Simōn the son of Jōhn; you shall be called Cēphas” (which is translated Peter). | He brought him to Jesus. When looking at him, Jesus said, “You are Simōn the son of Jōnah; you shall be called Cēphas” (which is translated Peter). |
Calling of Philip and Nathanael
1:43 Τῇ
ἐπαύριον
ἠθέλησεν
ἐξελθεῖν
εἰς
τὴν
Γαλιλαίαν
καὶ
εὑρίσκει
Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, ἀκολούθει μοι. | 43 Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ἀκολούθει μοι. |
The next day he wanted to go into Galilee, and he found Philip. And Jesus said to him, “Follow me.” | The next day Jesus wanted to go into Galilee, and he found Philip. And he said to him, “Follow me.” |
1:44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. | 44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. |
Now Philip was from Bēthsaida, of the city of Andrew and Peter. | Now Philip was of Bēthsaida, the city of Andrew and Peter. |
1:45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ, ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. | 45 εὑρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, ὃν ἔγραψε Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. |
Philip found Nathanaēl and said to him, “We have found him of whom Mōsēs in the Torah and also the Prophets wrote – Jesus son of Jōsēph from Nazareth. | Philip found Nathanaēl and said to him, “We have found him of whom Mōsēs in the Torah and also the Prophets wrote – Jesus son of Jōsēph from Nazareth. |
1:46 καὶ
εἶπεν
αὐτῷ
Ναθαναήλ,
ἐκ
Ναζαρὲτ
δύναταί
τι
ἀγαθὸν
εἶναι; λέγει αὐτῷ [ὁ] Φίλιππος, ἔρχου καὶ ἴδε. |
46 καὶ
εἶπεν
αὐτῷ
Ναθαναήλ,
ἐκ
Ναζαρὲτ
δύναταί
τι
ἀγαθὸν
εἶναι; λέγει αὐτῷ Φίλιππος, ἔρχου καὶ ἴδε. |
Nathanaēl said to him, “Is any good thing able to be from Nazareth?” Philip said to him, “Come and see.” | Nathanaēl said to him, “Is any good thing able to be from Nazareth?” Philip said to him, “Come and see.” |
1:47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. | 47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει περὶ αὐτοῦ, ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. |
Jesus saw Nathanaēl coming to him, and said concernng him, “Look, an Israēlite truly, in whom there is no deceit!” | Jesus saw Nathanaēl coming to him, and said concernng him, “Look, an Israēlite truly, in whom there is no deceit!” |
1:48 λέγει
αὐτῷ
Ναθαναήλ,
πόθεν
με
γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. |
48 λέγει
αὐτῷ
Ναθαναήλ,
πόθεν
με
γινώσκεις; ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτῷ, πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. |
Nathanaēl said to him, “How do you know me?” Jesus answered and said to him, “Before Philip called you, when you were under the fig tree, I saw you.” | Nathanaēl said to him, “How do you know me?” Jesus answered and said to him, “Before Philip called you, when you were under the fig tree, I saw you.” |
1:49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ, ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ. | 49 ἀπεκρίθη Ναθαναήλ, καὶ λέγει αὐτῷ ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. |
Nathanaēl answered him, “Rabbi, you are the Son of God; you are the King of Israēl.” | Nathanaēl answered and said to him, “Rabbi, you are the Son of God; you are the King of Israēl.” |
1:50 ἀπεκρίθη
Ἰησοῦς
καὶ
εἶπεν
αὐτῷ,
ὅτι
εἶπόν
σοι
ὅτι
εἶδόν
σε
ὑποκάτω
τῆς
συκῆς,
πιστεύεις; μείζω τούτων ὄψῃ. |
50 ἀπεκρίθη
Ἰησοῦς
καὶ
εἶπεν
αὐτῷ,
ὅτι
εἶπόν
σοι,
εἶδόν
σε
ὑποκάτω
τῆς
συκῆς,
πιστεύεις; μείζω τούτων ὄψει. |
Jesus answered and said to him, “Do you believe because I said to you that I saw you under the fig tree? You will see greater things than these.” | Jesus answered and said to him, “Do you believe because I said to you that I saw you under the fig tree? You will see greater things than these.” |
1:51 καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. | 51 καὶ λέγει αὐτῷ, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου. |
And he said to him, “Truly, truly, I say to you, you will see the sky opened and the angels of God ascending and descending on the Son of Man.” | And he said to him, “Truly, truly, I say to you, from now, you will see the sky opened and the angels of God ascending and descending on the Son of Man.” |