Chapter 11
NAS | TextRec |
---|
Faith
11:1 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. | 1 Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. |
Now faith is the foundation of assurance, the evidence of things not seen. | Now faith is the foundation of assurance, the evidence of things not seen. |
11:2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. | 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. |
For by this the elders were approved. | For by this the elders were approved. |
11:3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὸ βλεπόμενον γεγονέναι. | 3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τά βλεπόμενα γεγονέναι. |
By faith we understand that the galaxies were established by the word of God, so that what is seen was not made out of things which are visible. | By faith we understand that the worlds were established by the word of God, so that what is seen was not made out of things which are visible. |
11:4 Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ, καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ. |
4 Πίστει
πλείονα
θυσίαν
Ἅβελ
παρὰ
Κάϊν
προσήνεγκε
τῷ
θεῷ. δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ· καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. |
By faith Abel offered to God a better sacrifice than Cain, through which he was approved that he was righteous, God approved his gifts, and through it, though having died, he still speaks. | By faith Abel offered to God a better sacrifice than Cain, through which he was approved that he was righteous, God approved his gifts, and through it, though having died, he still speaks. |
11:5 Πίστει
Ἑνὼχ
μετετέθη
τοῦ
μὴ
ἰδεῖν
θάνατον,
καὶ
οὐχ
ηὑρίσκετο
διότι
μετέθηκεν
αὐτὸν
ὁ
θεός. πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ· | 5 Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ θεῷ· |
By faith Enōch was taken away so that he would not see death; and he was not found because God took him away;[1] for before the removal, he had been approved that he was pleasing to God. | By faith Enōch was taken away so that he would not see death; and he was not found because God took him away;[1] because before the removal, he had been approved to be pleasing to God. |
11:6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. | 6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ, ὅτι ἐστί, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. |
And without faith it is impossible to please him, for it is necessary that the one who comes to God must believe that he is and that he is a paymaster to those who seek him. | And without faith it is impossible to please him, for it is necessary that the one who comes to God must believe that he is and that he is a paymaster to those who seek him. |
11:7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ δι᾿ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. | 7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι᾿ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος. |
By faith, after being warned by God concerning things not yet seen, in reverence Nōah prepared an ark for the salvation of his household, by which he condemned the world, and became an heir of the righteousness which is according to faith. | By faith, after being warned by God concerning things not yet seen, in reverence Nōah prepared an ark for the salvation of his household, by which he condemned the world, and became an heir of the righteousness which is according to faith. |
11:8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. | 8 Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἤμελλε λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. |
By faith Abraham obeyed, when he was called to go out to a place which he was about to receive for an inheritance; and he went out, not unerstanding where he was going. | By faith Abraham obeyed, when he was called to go out to a place which he was about to receive for an inheritance; and he went out, not unerstanding where he was going. |
11:9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· | 9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· |
By faith he lived in the land of promise, as a foreigner, dwelling in tents with Isaac and Jacōb, co-heirs of the same promise; | By faith he lived in the land of promise, as a foreigner, dwelling in tents with Isaac and Jacōb, co-heirs of the same promise; |
11:10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. | 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. |
for he kept waiting for the city which has foundations, whose architect and builder is God. | for he kept waiting for the city which has foundations, whose architect and builder is God. |
11:11 Πίστει καὶ αὐτὴ Σάρρα στεῖρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. | 11 Πίστει καὶ αὐτὴ Σάρρα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον. |
By faith even barren Sarah herself received conception of seed, even beyond the prime of life, since she considered him faithful who had promised. | By faith even Sarah herself received conception of seed, even beyond the prime of life, since she considered him faithful who had promised. |
11:12 διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. | 12 διὸ καὶ ἀφ᾿ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. |
Therefore there was fathered even from one man, and these practically dead, just as many as the stars of the sky in number, and innumerable as the sand by the shore of the sea. | Therefore there was fathered even from one man, and these practically dead, just as many as the stars of the sky in number, and innumerable as the sand by the shore of the sea. |
11:13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. | 13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες, καὶ πεισθέντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. |
All these died in faith, not having received the promises, but having seen them and having welcomed them from a distance, and having confessed that they were strangers and immigrants on the land. | All these died in faith, not having received the promises, but having seen them and having been persuaded, having welcomed them from a distance, and having confessed that they were strangers and immigrants on the land. |
11:14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. | 14 οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. |
For while saying such things, they declare that they are seeking a fatherland. | For while saying such things, they declare that they are seeking a fatherland. |
11:15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξέβησαν, εἶχον ἄν καιρὸν ἀνακάμψαι· | 15 καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ᾿ ἧς ἐξῆλθον, εἶχον ἄν καιρὸν ἀνακάμψαι· |
And indeed if they had been remembering that country from which they went out, they would have had opportunity to return. | And indeed if they had been remembering that country from which they went out, they would have had opportunity to return. |
11:16 νῦν
δὲ
κρείττονος
ὀρέγονται,
τοῦτ᾿
ἔστιν
ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν. | 16 νυνὶ δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεός, θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν. |
But as it is, they desire a better country, that is, a heavenly one. Therefore God is not ashamed to be called their God; for he prepared a city for them. | But as it is, they desire a better country, that is, a heavenly one. Therefore God is not ashamed to be called their God; for he prepared a city for them. |
11:17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν, ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, | 17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, |
By faith Abraham, when he was tested, offered up Isaac, and he who had received the promises was offering up his only begotten son; | By faith Abraham, when he was tested, offered up Isaac, and he who had received the promises was offering up his only begotten son; |
11:18 πρὸς ὃν ἐλαλήθη ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, | 18 πρὸς ὃν ἐλαλήθη, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· |
it was he to whom it was said, “In Isaac your descendants shall be called.”[2] | it was he to whom it was said, “In Isaac your descendants shall be called.”[2] |
11:19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. | 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός, ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. |
He concluded that God is able to raise people even from the dead, from which he also received him back as an illustration. | He concluded that God is able to raise people even from the dead, from which he also received him back as an illustration. |
11:20 Πίστει καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. | 20 Πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. |
By faith Isaac also blessed Jacōb and Ēsau, even concerning things about to occur. | By faith Isaac blessed Jacōb and Ēsau, even concerning things about to occur. |
11:21 Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. | 21 Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε· καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. |
By faith Jacōb, while he was dying, blessed each of the sons of Jōsēph, and worshipped, leaning on the top of his staff.[3] | By faith Jacōb, while he was dying, blessed each of the sons of Jōsēph, and worshipped, leaning on the top of his staff.[3] |
11:22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. | 22 Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. |
By faith Jōsēph, when he was dying, made mention of the exodus of the sons of Israēl, and gave orders concerning his bones. | By faith Jōsēph, when he was dying, made mention of the exodus of the sons of Israēl, and gave orders concerning his bones. |
11:23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. | 23 Πίστει Μωσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον· καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. |
By faith Mōsēs, when he was born, was hidden for three months by his parents, because they saw he was a beautiful child; and they were not afraid of the king’s edict. | By faith Mōsēs, when he was born, was hidden for three months by his parents, because they saw he was a beautiful child; and they were not afraid of the king’s edict. |
11:24 Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, | 24 Πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, |
By faith Mōsēs, after becoming mature, refused to be called the son of Pharaōh’s daughter, | By faith Mōsēs, after becoming mature, refused to be called the son of Pharaōh’s daughter, |
11:25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, | 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· |
choosing rather to endure ill-treatment with the people of God than to enjoy the temporary pleasures of sin, | choosing rather to endure ill-treatment with the people of God than to enjoy the temporary pleasures of sin, |
11:26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. | 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. |
considering the reproach of Christ greater riches than the treasures of Egypt; for he was looking to the reward. | considering the reproach of Christ greater riches than the treasures of Egypt; for he was looking to the reward. |
11:27 Πίστει κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. | 27 Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησε. |
By faith he left Egypt, not fearing the wrath of the king; for he endured, as seeing him who is invisible. | By faith he left Egypt, not fearing the wrath of the king; for he endured, as seeing him who is invisible. |
11:28 Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. | 28 Πίστει πεποίηκε τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα, θίγῃ αὐτῶν. |
By faith he kept the Passover and the sprinkling of the blood, so that he who destroyed the firstborn would not touch them. | By faith he kept the Passover and the sprinkling of the blood, so that he who destroyed the firstborn would not touch them. |
11:29 Πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. | 29 Πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς· ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. |
By faith they passed through the Red Sea as through dry land; and the Egyptians drowned when they attempted it. | By faith they passed through the Red Sea as through dry; and the Egyptians drowned when they attempted it. |
11:30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. | 30 Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. |
By faith the walls of Jerichō fell down after they had been encircled for seven days. | By faith the walls of Jerichō fell down after they had been encircled for seven days. |
11:31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης. | 31 Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ᾿ εἰρήνης. |
By faith Rhahab the prostitute didn’t perish along with those who were disobedient, after she had welcomed the spies in peace. | By faith Rhahab the prostitute didn’t perish along with those who were disobedient, after she had welcomed the spies in peace. |
11:32 καὶ
τί
ἔτι
λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυὶδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, |
32 καὶ
τί
ἔτι
λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψών, καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν· |
And what more shall I say? For time will fail me if I relate about Gideōn, Barak, Samsōn, Jephthah, of David and Samuēl and the prophets, | And what more shall I say? For time will fail me if I relate about Gideōn, Barak, Samsōn, Jephthah, of David and Samuēl and the prophets, |
11:33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, | 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, |
who by faith conquered kingdoms, performed acts of righteousness, obtained promises, shut the mouths of lions, | who by faith conquered kingdoms, performed acts of righteousness, obtained promises, shut the mouths of lions, |
11:34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων. | 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· |
extinguished the power of fire, escaped the edge of the sword, from weakness were made strong, became mighty in war, turned to flight foreign armies. | extinguished the power of fire, escaped the edge of the sword, from weakness were made strong, became mighty in war, turned to flight foreign armies. |
11:35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· | 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· |
Women received back their dead by resurrection; and others were tortured, not accepting their release, so that they might obtain a better resurrection; | Women received back their dead by resurrection; and others were tortured, not accepting their release, so that they might obtain a better resurrection; |
11:36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· | 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· |
and others experienced mockings and whippings, yes, also chains and imprisonment. | and others experienced mockings and whippings, yes, also chains and imprisonment. |
11:37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, | 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, |
They were stoned, they were sawn apart, by murder they were put to death with the sword; they went around in sheepskins, in goatskins, being destitute, oppressed, tormented, | They were stoned, they were sawn apart, they were tempted, by murder they were put to death with the sword; they went around in sheepskins, in goatskins, being destitute, oppressed, tormented, |
11:38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. | 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος· ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. |
(men of whom the world was not worthy), wandering in deserted places and mountains and caves and holes in the ground. | (men of whom the world was not worthy), wandering in deserted places and mountains and caves and holes in the ground. |
11:39 καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, | 39 καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, |
And all these, having gained approval through their faith, didn’t receive what was promised, | And all these, having gained approval through their faith, didn’t receive what was promised, |
11:40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν. | 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. |
because God had provided in advance something better for us, so that apart from us they would not be made mature. | because God had provided in advance something better for us, so that apart from us they would not be made mature. |