top Hermas: Parables 8

Parable 8 Chapter 1

1 Ἔδειξέ μοι ἰτέαν μεγάλην, σκεπάζουσαν πεδία καὶ ὄρη, καὶ ὑπὸ τὴν σκέπην τῆς ἰτέας πάντες ἐληλύθασιν οἱ κεκλημένοι ἐν ὀνόματι κυρίου. He showed me a [great] willow, overshadowing plains and mountains, and under the shadow of the willow all have come who are called by the name of the Lord.
2 εἱστήκει δὲ ἄγγελος κυρίου ἔνδοξος λίαν ὑψηλὸς παρὰ τὴν ἰτέαν, δρέπανον ἔχων μέγα, καὶ ἔκοπτε κλάδους ἀπὸ τῆς ἰτέας, καὶ ἐπεδίδου τῷ λαῷ τῷ σκεπαζομένῳ ὑπὸ τῆς ἰτέας· μικρὰ δὲ ῥαβδία ἐπεδίδου αὐτοῖς, ὡσεὶ πηχυαῖα. And by the willow there stood an angel of the Lord, glorious and very tall, having a great sickle, and he was lopping branches from the willow, and giving them to the people that sheltered beneath the willow; and he gave them little rods about a cubit long.
3 μετὰ τὸ πάντας λαβεῖν τὰ ῥαβδία ἔθηκε τὸ δρέπανον ἄγγελος, καὶ τὸ δένδρον ἐκεῖνο ὑγιὲς ἦν, οἷον καὶ ἑωράκειν αὐτό. And after all had taken the rods, the angel laid aside the sickle, and the tree was sound, just as I had seen it.
4 ἐθαύμαζον δὲ ἐγὼ ἐν ἐμαυτῷ λέγων· Πῶς τοσούτων κλάδων κεκομμένων τὸ δένδρον ὑγιές ἐστι; λέγει μοι ποιμήν· Μὴ θαύμαζε, εἰ τὸ δένδρον τοῦτο ὑγιὲς ἔμεινε τοσούτων κλάδων κοπέντων· ἐὰν δέ, φησί, πάντα ἴδῃς, σοί δηλωθήσεται τὸ τί ἐστιν. Then I marvelled within myself, saying, "How is the tree sound after so many branches have been lopped off?" The shepherd says to me, "Marvel not that the tree remained sound, after so many branches were lopped off but wait until you see all things, and it shall be shown to you what it is."
5  ἄγγελος ἐπιδεδωκὼς τῷ λαῷ τὰς ῥάβδους πάλιν ἀπῄτει αὐτούς· καὶ καθὼς ἔλαβον, οὕτω καὶ ἐκαλοῦντο πρὸς αὐτόν, καὶ εἷς ἕκαστος αὐτῶν ἀπεδίδου τὰς ῥάβδους. ἐλάμβανε δὲ ἄγγελος τοῦ κυρίου καὶ κατενόει αὐτάς. The angel who gave the rods to the people demanded them back from them again, and according as they had received them, so also they were summoned to him, and each of them returned the several rods. But the angel of the Lord took them, and examined them.
6 παρά τινων ἐλάμβανε τὰς ῥάβδους ξηρὰς καὶ βεβρωμένας ὡς ὑπὸ σητός· ἐκέλευσεν ἄγγελος τοὺς τὰς τοιαύτας ῥάβδους ἐπιδεδωκότας χωρὶς ἵστασθαι. From some he received the rods withered and eaten as it were by grubs: the angel ordered those who gave up rods like these to stand apart.
7 ἕτεροι δὲ ἐπεδίδοσαν ξηράς, ἀλλ᾿ οὐκ ἦσαν βεβρωμέναι ὑπὸ σητός· καὶ τούτους ἐκέλευσε χωρὶς ἵστασθαι. And others gave them up withered, but not grub-eaten; and these again he ordered to stand apart.
8 ἕτεροι δὲ ἐπεδίδουν ἡμιξήρους· καὶ οὗτοι χωρὶς ἵσταντο. And others gave them up half-withered; these also stood apart.
9 ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν ἡμιξήρους καὶ σχισμὰς ἐχούσας· καὶ οὗτοι χωρὶς ἵσταντο. And others gave up their rods half-withered and with cracks; these also stood apart.
10 ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ σχισμὰς ἐχούσας· καὶ οὗτοι χωρὶς ἵσταντο. And others gave up their rods green and with cracks; these also stood apart.
11 ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους τὸ ἥμισυ ξηρὸν καὶ τὸ ἥμισυ μέρος χλωρόν καὶ οὗτοι χωρὶς ἵσταντο. And others gave up their rods one half withered and one half green; these also stood apart.
12 ἕτεροι δὲ προσέφερον τὰς ῥάβδους αὐτῶν τὰ δύο μέρη τῆς ῥάβδου χλωρά, τὸ δὲ τρίτον ξηρόν· καὶ οὗτοι χωρὶς ἵσταντο. And others brought their rods two parts of the rod green, and the third part withered; these also stood apart.
13 ἕτεροι δὲ ἐπεδίδουν τὰ δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν· καὶ οὗτοι χωρὶς ἵσταντο. And others gave them up two parts withered, and the third part green; these also stood apart.
14 ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν παρὰ μικρὸν ὅλας χλωράς, ἐλάχιστον δὲ τῶν ῥάβδων αὐτῶν ξηρὸν ἦν, αὐτὸ τὸ ἄκρον· σχισμὰς δὲ εἶχον ἐν αὐταῖς· καὶ οὗτοι χωρὶς ἵσταντο. And others gave up their rods nearly all green, but a very small portion of their rods was withered, just the end; but they had cracks in them; these also stood apart.
15 ἑτέρων δὲ ἦν ἐλάχιστον χλωρόν, τὰ δὲ λοιπὰ τῶν ῥάβδων ξηρά· καὶ οὗτοι χωρὶς ἵσταντο. And in those of others there was a very small portion green, but the rest of the rods was withered; these also stood apart.
16 ἕτεροι δὲ ἤρχοντο τὰς ῥάβδους χλωρὰς φέροντες ὡς ἔλαβον παρὰ τοῦ ἀγγέλου· τὸ δὲ πλεῖον μέρος τοῦ ὄχλου τοιαύτας ῥάβδους ἐπεδίδουν. δὲ ἄγγελος ἐπὶ τούτοις ἐχάρη λίαν· καὶ οὗτοι χωρὶς ἵσταντο. And others came bringing their rods green, as they received them from the angel; and the most part of the multitude gave up their rods in this state; and the angel rejoiced exceedingly at these; these also stood apart.
17 ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας· καὶ οὗτοι χωρὶς ἵσταντο· καὶ ἐπὶ τούτοις ἄγγελος λίαν ἐχάρη. And others gave up their rods green and with shoots, these also stood apart; and at these again the angel rejoiced exceedingly.
18 ἕτεροι δὲ ἐπεδίδουν τὰς ῥάβδους αὐτῶν χλωρὰς καὶ παραφυάδας ἐχούσας· αἱ δὲ παραφυάδες αὐτῶν ὡσεὶ καρπόν τινα εἶχον· καὶ λίαν ἱλαροὶ ἦσαν οἱ ἄνθρωποι ἐκεῖνοι, ὧν αἱ ῥάβδοι τοιαῦται εὑρέθησαν. καὶ ἄγγελος ἐπὶ τούτοις ἠγαλλιᾶτο, καὶ ποιμὴν λίαν ἱλαρὸς ἦν ἐπὶ τούτοις. And others gave up their rods green and with shoots; and their shoots had, as it were, a kind of fruit. And those men were exceeding gladsome, whose rods were found in this state. And over them the angel exulted, and the shepherd was very gladsome over them.

Parable 8 Chapter 2

1 Ἐκέλευσε δὲ ἄγγελος κυρίου στεφάνους ἐνεχθῆναι. καὶ ἐνέχθησαν στέφανοι ὡσεὶ ἐκ φοινίκων γεγονότες, καὶ ἐστεφάνωσε τοὺς ἄνδρας τοὺς ἐπιδεδωκότας τὰς ῥάβδους τὰς ἐχούσας τὰς παραφυάδας καὶ καρπόν τινα καὶ ἀπέλυσεν αὐτοὺς εἰς τὸν πύργον. And the angel of the Lord commanded crowns to be brought. And crowns were brought, made as it were of palm branches; and he crowned the men that had given up the rods which had the shoots and some fruit, and sent them away into the tower.
2 καὶ τοὺς ἄλλους δὲ ἀπέστειλεν εἰς τὸν πύργον, τοὺς τὰς ῥάβδοὺς τὰς χλωρὰς ἐπιδεδωκότας καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας τὰς παραφυάδας, δοὺς αὐτοῖς σφραγῖδας. And the others also he sent into the tower, even those who had given up the rods green and with shoots, but the shoots were without fruit; and he set a seal upon them.
3 ἱματισμὸν δὲ τὸν αὐτὸν πάντες εἶχον λευκὸν ὡσεὶ χιόνα, οἱ πορευόμενοι εἰς τὸν πύργον. And all they who went into the tower had the same raiment, white as snow.
4 καὶ τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας χλωρὰς ὡς ἔλαβον ἀπέλυσε, δοὺς αὐτοῖς ἱματισμὸν καὶ σφραγῖδας. And those that had given up their rods green as they received them, he sent away, giving them a [white] robe, and seals.
5 μετὰ τὸ ταῦτα τελέσαι τὸν ἄγγελον λέγει τῷ ποιμένι· Ἐγὼ ὑπάγω· σὺ δὲ τούτους ἀπολύσεις εἰς τὰ τείχη, καθὼς ἄξιός ἐστί τις κατοικεῖν. κατανόησον δὲ τὰς ῥάβδους αὐτῶν ἐπιμελῶς καὶ οὕτως ἀπόλυσον· ἐπιμελῶς δὲ κατανόησον. βλέπε, μή τίς σὲ παρέλθῃ, φησίν, ἐὰν δὲ τίς σὲ παρέλθῃ, ἐγὼ αὐτοὺς ἐπὶ τὸ θυσιαστήριον δοκιμάσω. ταῦτα εἰπὼν τῷ ποιμένι ἀπῆλθε. After the angel had finished these things, he says to the shepherd; "I go away; but these you shall send away to (their places within) the walls, according as each deserves to dwell; but examine their rods carefully), and so send them away. But be careful in examining them. Take heed lest any escape you," says he. "Still if any escape you, I will test them at the altar." When he had thus spoken to the shepherd, he departed.
6 καὶ μετὰ τὸ ἀπελθεῖν τὸν ἄγγελον λέγει μοι ποιμήν· Λάβωμεν πάντων τὰς ῥάβδους καὶ φυτεύσωμεν αὐτάς, εἴ τινες ἐξ αὐτῶν δυνήσονται ζῆσαι. λέγω αὐτῷ· Κύριε, τὰ ξηρὰ ταῦτα πῶς δύνανται ζῆσαι; And, after the angel had departed, the shepherd says to me; "Let us take the rods of all and plant them, to see whether any of them shall be able to live." I say unto him, "Sir, these withered things, how can they live?"
7 ἀποκριθείς μοι λέγει· τὸ δένδρον τοῦτο ἰτέα ἐστὶ καὶ φιλόζωον τὸ γένος· ἐὰν οὖν φυτευθῶσι καὶ μικρὰν ἰκμάδα λαμβάνωσιν αἱ ῥάβδοι, ζήσονται πολλαὶ ἐξ αὐτῶν· εἶτα δὲ πειράσωμεν καὶ ὕδωρ αὐταῖς παραχέειν. ἐὰν τις αὐτῶν δυνηθῇ ζῆσαι, συγχαρήσομαι αὐταῖς· ἐὰν δὲ μὴ ζήσῃ, οὐχ εὑρεθήσομαι ἐγὼ ἀμελής. He answered and said unto me; "This tree is a willow, and this class of trees clings to life. If then the rods shall be planted and get a little moisture, many of them will live. And afterwards let us try to pour some water also over them. If any of them shall be able to live, I will rejoice with it; but if it live not, I at least shall not be found neglectful."
8 ἐκέλευσε δέ μοι ποιμὴν καλέσαι, καθώς τις αὐτῶν ἑστάθη. ἦλθον τάγματα τάγματα καὶ ἐπεδίδουν τὰς ῥάβδους τῷ ποιμένι· ἐλάμβανε δὲ ποιμὴν τὰς ῥάβδους καὶ κατὰ τάγματα ἐφύτευσεν αὐτὰς καὶ μετὰ τὸ φυτεῦσαι ὕδωρ αὐταῖς πολὺ παρέχεεν, ὥστε ἀπὸ τοῦ ὕδατος μὴ φαίνεσθαι τὰς ῥάβδους. So the shepherd bade me call them, just as each one of them was stationed. And they came row after row, and they delivered up the rods to the shepherd. And the shepherd took the rods, and planted them in rows, and after he had planted them, he poured much water over them, so that the rods could not be seen for the water.
9 καὶ μετὰ τὸ ποτίσαι αὐτὸν τὰς ῥάβδους λέγει μοι· Ἄγωμεν καὶ μετ᾿ ὀλίγας ἡμέρας ἐπανέλθωμεν καὶ ἐπισκεψώμεθα τὰς ῥάβδους πάσας· γὰρ κτίσας τὸ δένδρον τοῦτο θέλει πάντας ζῆν τοὺς λαβόντας ἐκ τοῦ δένδρου τούτου κλάδους. ἐλπίζω δὲ κἀγώ, ὅτι λαβόντα τὰ ῥαβδία ταῦτα ἰκμάδα καὶ ποτισθέντα ὕδατι ζήσονται τὸ πλεῖστον μέρος αὐτῶν. And after he had watered the rods, he says to me; "Let us go now. and after days let us return and inspect all the rods; for He Who created this tree wills that all those who have received rods from this tree should live. And I myself hope that these little rods, after they have got moisture and been watered, will live the greater part of them."

Parable 8 Chapter 3

1 Λέγω αὐτῷ· Κύριε, τὸ δένδρον τοῦτο γνώρισόν μοι τί ἐστιν· ἀποροῦμαι γὰρ περὶ αὐτοῦ, ὅτι τοσούτων κλάδων κοπέντων ὑγιές ἐστι τὸ δένδρον καὶ οὐδὲν φαίνεται κεκομμένον ἀπ᾿ αὐτοῦ· ἐν τούτῳ οὖν ἀποροῦμαι. I say to him; "Sir, inform me what this tree is. For I am perplexed herewith, because, though so many branches were cut off, the tree is sound, and nothing appears to have been cut from it; I am therefore perplexed thereat."
2 Ἄκουε, φησί· τὸ δένδρον τοῦτο τὸ μέγα τὸ σκεπάζον πεδία καὶ ὄρη καὶ πᾶσαν τὴν γῆν νόμος θεοῦ ἐστιν δοθεὶς εἰς ὅλον τὸν κόσμον· δὲ νόμος οὗτος υἱὸς τοῦ θεοῦ ἐστιν κηρυχθεὶς εἰς τὰ πέρατα τῆς γῆς· οἱ δὲ ὑπὸ τὴν σκέπην λαοὶ ὄντες οἱ ἀκούσαντες τοῦ κηρύγματος καὶ πιστεύσαντες εἰς αὐτόν· "Listen," says he; "this great tree which overshadows plains and mountains and all the earth is the law of God which was given to the whole world; and this law is the Son of Cod preached unto the ends of the earth. But the people that are under the shadow are they who have heard the preaching, and believed on Him;
3  δὲ ἄγγελος μέγας καὶ ἔνδοξος Μιχαὴλ ἔχων τὴν ἐξουσίαν τούτου τοῦ λαοῦ καὶ διακυβερνῶν αὐτούς· οὗτος γάρ ἐστιν διδοὺς αὐτοῖς τὸν νόμον εἰς τὰς καρδίας τῶν πιστευόντων· ἐπισκέπτεται οὖν αὐτούς, οἷς ἔδωκεν, εἰ ἄρα τετηρήκασιν αὐτόν. but the great and glorious angel is Michael, who has the power over this people and is their captain. For this is he who puts the law into the hearts of the believers; therefore he himself inspects them to whom he gave it, to see whether they have observed it.
4 βλέπεις δὲ ἑνὸς ἑκάστου τὰς ῥάβδους· αἱ γὰρ ῥάβδοι νόμος ἐστί. βλέπεις οὖν πολλὰς ῥάβδους ἠχρειωμένας, γνώσῃ δὲ αὐτοὺς πάντας τοὺς μὴ τηρήσαντας τὸν νόμον· καὶ ὄψει ἑνὸς ἑκάστου τὴν κατοικίαν. But you see the rods of every one; for the rods are the law. You see these many rods rendered useless, and you shall notice all those that have not observed the law, and shall see the abode of each severally."
5 λέγω αὐτῷ· Κύριε, διατί οὓς μὲν ἀπέλυσεν εἰς τὸν πύργον, οὓς δὲ σοί κατέλειψεν; Ὅσοι, φησί, παρέβησαν τὸν νόμον, ὃν ἔλαβον παρ᾿ αὐτοῦ, εἰς τὴν ἐμὴν ἐξουσίαν κατέλιπεν αὐτοὺς εἰς μετάνοιαν· ὅσοι δὲ ἤδη εὐηρέστησαν τῷ νόμῳ καὶ τετηρήκασιν αὐτόν, ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ἔχει αὐτούς. I say unto him; "Sir, why did he send away some into the tower, and leave others for you?" "As many," says he, "as transgressed the law which they received from him, these he left under my authority for repentance; but as many as already satisfied the law and have observed it, these he has under his own authority."
6 Τίνες οὖν, φημί, κύριε, εἰσὶν οἱ ἐστεφανωμένοι καὶ εἰς τὸν πύργον ὑπάγοντες; ὑπάγοντες ἀποκριθείς μοι λέγει· Οἱ ἐστεφανωμένοι οὗτοί εἰσιν οἱ μετὰ τοῦ διαβόλου παλαίσαντες καὶ νικήσαντες αὐτόν·[1] οὗτοί εἰσιν οἱ ὑπὲρ τοῦ νόμου παθόντες· "Who then, Sir," say I, "are they who have been crowned and go into the tower?" ["As many," says he, "as wrestled with the devil and overcame him in their wrestling, are crowned:] these are they who suffered for the law.
7 οἱ δὲ ἕτεροι καὶ αὐτοὶ χλωρὰς τὰς ῥάβδους ἐπιδεδωκότες καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας οἱ ὑπὲρ τοῦ νόμου θλιβέντες, μὴ παθόντες δὲ μηδὲ ἀρνησάμενοι τὸν νόμον αὐτῶν. But the others, who likewise gave up their rods green and with shoots, though not with fruit, are they who were persecuted for the law, but did not suffer nor yet deny their law.
8 οἱ δὲ χλωρὰς ἐπιδεδωκότες, οἵας ἔλαβον, σεμνοὶ καὶ δίκαιοι καὶ λίαν πορευθέντες ἐν καθαρᾷ καρδίᾳ καὶ τὰς ἐντολὰς κυρίου πεφυλακότες. τὰ δὲ λοιπὰ γνώσῃ, ὅταν κατανοήσω τὰς ῥάβδους ταύτας τὰς πεφυτευμένας καὶ πεποτισμένας. But they who gave them up green just as they received them, are sober and righteous men, who walked altogether in a pure heart and have kept the commandments of the Lord. But all else you shall know, when I have examined these rods that have been planted and watered."

Parable 8 Chapter 4

1 Καὶ μετὰ ἡμέρας ὀλίγας ἤλθομεν εἰς τὸν τόπον, καὶ ἐκάθισεν ποιμὴν εἰς τὸν τόπον τοῦ ἀγγέλου, κἀγὼ παρεστάθην αὐτῷ. καὶ λέγει μοι· Περίζωσαι ὠμόλινον καὶ διακόνει μοι. περιεζωσάμην ὠμόλινον ἐκ σάκκου γεγονὸς καθαρόν. And after a few days we came to the place, and the shepherd sat down in the place of the angel, while I stood by him. And he says to me; "Gird yourself with a garment of raw flax, and minister to me." So I girded myself with a clean garment of raw flax made of coarse material.
2 ἰδὼν δέ με περιεζωσμένον καὶ ἕτοιμον ὄντα τοῦ διακονεῖν αὐτῷ, Κάλει, φησί, τοὺς ἄνδρας, ὧν εἰσὶν αἱ ῥάβδοι πεφυτευμέναι, κατὰ τὸ τάγμα, ὥς τις ἔδωκε τὰς ῥάβδους. καὶ ἀπῆλθον εἰς τὸ πεδίον καὶ ἐκάλεσα πάντας· καὶ ἔστησαν πάντες τάγματα τάγματα. And when he saw me girded and ready to minister to him "Call," says he, "the men whose rods have been planted, according to the rank as each presented their rods." And I went away to the plain, and called them all; and they stood all of them according to their ranks.
3 λέγει αὐτοῖς· Ἕκαστος τὰς ἰδίας ῥάβδους ἐκτιλάτω καὶ φερέτω πρός με. He says to them; "Let each man pluck out his own rod, and bring it to me."
4 πρῶτοι ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ κεκομμένας ἐσχηκότες, καὶ ὡς αὗται εὑρέθησαν ξηραὶ καὶ κεκομμέναι, ἐκέλευσεν αὐτοὺς χωρὶς σταθῆναι. Those gave them up first, who had the withered and chipped rods, and they were found accordingly withered and chipped. He ordered them to stand apart.
5 εἶτα ἐπέδωκαν οἱ τὰς ξηρὰς καὶ μὴ κεκομμένας ἔχοντες· τινὲς δὲ ἐξ αὐτῶν ἐπέδωκαν τὰς ῥάβδους χλωράς, τινὲς δὲ ξηρὰς καὶ κεκομμένας ὡς ὑπὸ σητός. τοὺς ἐπιδεδωκότας οὖν χλωρὰς ἐκέλευσε χωρὶς σταθῆναι, τοὺς δὲ ξηρὰς καὶ κεκομμένας ἐπιδεδωκότας ἐκέλευσε μετὰ τῶν πρώτων σταθῆναι. Then those gave them up, who had the withered but not chipped; and some of them gave up the rods green, and others withered and chipped as by grubs. Those then that gave them up green he ordered to stand apart; but those that gave them up withered and chipped he ordered to stand with the first.
6 εἶτα ἐπέδωκαν οἱ τὰς ἡμιξήρους καὶ σχισμὰς ἐχούσας· καὶ πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν καὶ μὴ ἐχούσας σχισμάς· τινὲς δὲ χλωρὰς καὶ παραφυάδας ἐχούσας καὶ εἰς τὰς παραφυάδας καρπούς, οἵους εἶχον οἱ εἰς τὸν πύργον πορευθέντες ἐστεφανωμένοι. τινὲς δὲ ἐπέδωκαν ξηρὰς καὶ βεβρωμένας, τινὲς δὲ ξηρὰς καὶ ἀβρώτους, τινὲς δὲ οἷαι ἦσαν ἡμίξηροι καὶ σχισμὰς ἔχουσαι. ἐκέλευσεν αὐτοὺς ἕνα ἕκαστον χωρὶς σταθῆναι, τοὺς μὲν πρὸς τὰ ἴδια τάγματα, τοὺς δὲ χωρίς. Then those gave them up who had the half-withered and with cracks; and many of them gave them up green and without cracks; and some gave them up green and with shoots, and fruits on the shoots, such as those had who went into the tower crowned; and some gave them up withered and eaten, and some withered and uneaten, and some such as they were, half-withered and with cracks. He ordered them to stand each one apart, some in their proper ranks, and others apart.

Parable 8 Chapter 5

1 Εἶτα ἐπεδίδουν οἱ τὰς ῥάβδους χλωρὰς μὲν ἔχοντες, σχισμὰς δὲ ἐχούσας· οὗτοι πάντες χλωρὰς ἐπέδωκαν καὶ ἔστησαν εἰς τὸ ἴδιον τάγμα. ἐχάρη δὲ ποιμὴν ἐπὶ τούτοις, ὅτι πάντες ἠλλοιώθησαν καὶ ἀπέθεντο τὰς σχισμὰς αὐτῶν. Then those gave them up who had their rods green, but with cracks. These all gave them up green, and stood in their own company. And the shepherd rejoiced over these, because they all were changed and had put away their cracks.
2 ἐπέδωκαν δὲ καὶ οἱ τὸ ἥμισυ χλωρόν, τὸ δὲ ἥμισυ ξηρὸν ἔχοντες· τινῶν οὖν εὑρέθησαν αἱ ῥάβδοι ὁλοτελῶς χλωραί, τινῶν ἡμίξηροι, τινῶν ξηραὶ καὶ βεβρωμέναι, τινῶν δὲ χλωραὶ καὶ παραφυάδας ἔχουσαι· οὗτοι πάντες ἀπελύθησαν ἕκαστος πρὸς τὸ τάγμα αὐτοῦ. And those gave them up likewise who had the one half green and the other half withered. The rods of some were found entirely green, of some half-withered, of some withered and eaten, and of some green and with shoots. These were all sent away each to his company.
3 εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη χλωρὰ ἔχοντες, τὸ δὲ τρίτον ξηρόν. πολλοὶ ἐξ αὐτῶν χλωρὰς ἐπέδωκαν, πολλοὶ δὲ ἡμιξήρους, ἕτεροι δὲ ξηρὰς καὶ βεβρωμένας· οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα. Then those gave them up who had two parts green and the third withered; many of them gave them up green, and many half-withered, and others withered and eaten. These all stood in their own company.
4 εἶτα ἐπέδωκαν οἱ τὰ δύο μέρη ξηρὰ ἔχοντες, τὸ δὲ τρίτον χλωρόν· πολλοὶ ἐξ αὐτῶν ἡμιξήρους ἐπέδωκαν, τινες δὲ ξηρὰς καὶ βεβρωμένας, ἕτεροι δὲ ἡμιξήρους, καὶ σχισμὰς ἐχούσας, ὀλίγοι δὲ χλωράς· οὗτοι πάντες ἔστησαν εἰς τὸ ἴδιον τάγμα. Then those gave them up who had two parts withered and the third part green. Many of them gave them up half-withered, but some withered and eaten, others half-withered and with cracks, and a few green. These all stood in their own company.
5 ἐπέδωκαν δὲ οἱ τὰς ῥάβδους αὐτῶν χλωρὰς ἐσχηκότες, ἐλάχιστον δὲ ξηρὸν καὶ σχισμὰς ἐχούσας· ἐκ τούτων τινὲς χλωρὰς ἐπέδωκαν, τινὲς δὲ χλωρὰς καὶ παραφυάδας· ἀπῆλθον καὶ οὗτοι εἰς τὸ τάγμα αὐτῶν. Then those gave them up who had their rods green, but a very small part [withered] and with cracks. Of these some gave them up green, and others green and with shoots. These also went away to their own company.
6 εἶτα ἐπέδωκαν οἱ ἐλάχιστον ἔχοντες χλωρόν, τὰ δὲ λοιπὰ μέρη ξηρά· τούτων αἱ ῥάβδοι εὑρέθησαν τὸ πλεῖστον μέρος χλωραὶ καὶ παραφυάδας ἔχουσαι καὶ καρπὸν ἐν ταῖς παραφυάσι, καὶ ἕτεραι χλωραὶ ὅλαι. ἐπὶ ταύταις ταῖς ῥάβδοις ἐχάρη ποιμὴν λίαν μεγάλως, ὅτι οὕτως εὑρέθησαν. ἀπῆλθον δὲ οὗτοι ἕκαστος εἰς τὸ ἴδιον τάγμα. Then those gave them up who had a very small part green and the other parts withered. The rods of these were found for the most part green and with shoots and fruit on the shoots, and others altogether green. At these rods the shepherd rejoiced very [greatly], because they were found so. And these went away each to his own company.

Parable 8 Chapter 6

1 Μετὰ τὸ πάντων κατανοῆσαι τὰς ῥάβδους τὸν ποιμένα λέγει μοι· Εἶπόν σοι, ὅτι τὸ δένδρον τοῦτο φιλόζωόν ἐστι βλέπεις φησί πόσοι μετενόησαν καὶ ἐσώθησαν; βλέπεις, φησί, πόσοι μετενόησαν καὶ ἐσώθησαν; Βλέπω, φημί, κύριε. Ἵνα ἴδῃς, φησί, τὴν πολυευσπλαγχνίαν τοῦ κυρίου, ὅτι μεγάλη καὶ ἔνδοξός ἐστι, καὶ ἔδωκε πνεῦμα τοῖς ἀξίοις οὖσι μετανοίας. After [the shepherd] had examined the rods of all, he says to me, "I told you that this tree clings to life. Seest you," says he, "how many repented and were saved?" "I see, Sir," say I. "It is," says he, that you may see the abundant compassion of the Lord, how great and glorious it is, and He has given (His) Spirit to those that are worthy of repentance."
2 Διατί οὖν, φημί, κύριε, πάντες οὐ μετενόησαν; ὧν εἶδε, φησί, τὴν καρδίαν μέλλουσαν καθαρὰν γενέσθαι καὶ δουλεύειν αὐτῷ ἐξ ὅλης καρδίας, τούτοις ἔδωκε τὴν μετάνοιαν· ὧν δὲ εἶδε τὴν δολιότητα καὶ πονηρίαν, μελλόντων ἐν ὑποκρίσει μετανοεῖν, ἐκείνοις οὐκ ἔδωκε μετάνοιαν, μήποτε πάλιν βεβηλώσωσι τὸ ὄνομα αὐτοῦ. "Why then, Sir," say I, "did they not all repent?" "To those, whose heart He saw about to become pure and to serve Him with all the heart, to them He gave repentance; but those whose craftiness and wickedness He saw, who intend to repent in hypocrisy, to them He gave not repentance, lest haply they should again profane His name."
3 λέγω αὐτῷ· Κύριε, νῦν οὖν μοι δήλωσον τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας, ποταπός τις αὐτῶν ἐστί, καὶ τὴν τούτων κατοικίαν, ἵνα ἀκούσαντες οἱ πιστεύσαντες καὶ εἰληφότες τὴν σφραγῖδα καὶ τεθλακότες αὐτὴν καὶ μὴ τηρήσαντες ὑγιῆ, ἐπιγνόντες τὰ ἑαυτῶν ἔργα μετανοήσωσι, λαβόντες ὑπὸ σοῦ σφραγῖδα, καὶ δοξάσωσι τὸν κύριον, ὅτι ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοὺς καὶ ἀπέστειλέ σὲ τοῦ ἀνακαινίσαι τὰ πνεύματα αὐτῶν. I say unto him, "Sir, now then show me concerning those that have given up their rods, what manner of man each of them is, and their abode, that when they hear this, they who believed and have received the seal and have broken it and did not keep it sound may fully understand what they are doing, and repent, receiving from you a seal, and may glorify the Lord, that He had compassion upon them and sent you to renew their spirits."
4 Ἄκουε, φησίν· ὧν αἱ ῥάβδοι ξηραὶ καὶ βεβρωμέναι ὑπὸ σητὸς εὑρέθησαν, οὗτοί εἰσιν οἱ ἀποστάται καὶ προδόται τῆς ἐκκλησίας καὶ βλασφημήσαντες ἐν ταῖς ἁμαρτίαις αὐτῶν τὸν κύριον, ἔτι δὲ καὶ ἐπαισχυνθέντες τὸ ὄνομα κυρίου τὸ ἐπικληθὲν ἐπ᾿ αὐτούς. οὗτοι οὖν εἰς τέλος ἀπώλοντο τῷ θεῷ. βλέπεις δέ, ὅτι οὐδὲ εἷς αὐτῶν μετενόησε, καίπερ ἀκούσαντες τὰ ῥήματα, ἐλάλησας αὐτοῖς, σοί ἐνετειλάμην· ἀπὸ τῶν τοιούτων ζωὴ ἀπέστη. "Listen," says he; "those whose rods were found withered and grub-eaten, these are the renegades and traitors to the Church, that blasphemed the Lord in their sins, and still further were ashamed of the Name of the Lord, which was invoked upon them. These then perished altogether unto God. But you see how not one of them repented, although they heard the words which you spoke to them, which I commanded you. From men of this kind life departed.
5 οἱ δὲ τὰς ξηρὰς καὶ ἀσήπτους ἐπιδεδωκότες, καὶ οὗτοι ἐγγὺς αὐτῶν· ἦσαν γὰρ ὑποκριταὶ καὶ διδαχὰς ξένας εἰσφέροντες καὶ ἐκστρέφοντες τοὺς δούλους τοῦ θεοῦ, μάλιστα δὲ τοὺς ἡμαρτηκότας, μὴ ἀφιέντες μετανοεῖν αὐτούς, ἀλλὰ ταῖς διδαχαῖς ταῖς μωραῖς πείθοντες αὐτούς. οὗτοι οὖν ἔχουσιν ἐλπίδα τοῦ μετανοῆσαι. But those that gave up the “withered” and undecayed (rods), these also are near them; for they were hypocrites, and brought in strange doctrines, and perverted the servants of God, especially them who had sinned, not permitting them to repent, but persuading them with their foolish doctrines. These then have hope of repenting.
6 βλέπεις δὲ πολλοὺς ἐξ αὐτῶν καὶ μετανενοηκότας, ἀφ᾿ ἧς ἐλάλησα αὐτοῖς τὰς ἐντολάς μου· καὶ ἔτι μετανοήσουσιν. ὅσοι δὲ οὐ μετανοήσουσιν, ἀπώλεσαν τὴν ζωὴν αὐτῶν. ὅσοι δὲ μετενόησαν ἐξ αὐτῶν, ἀγαθοὶ ἐγένοντο, καὶ ἐγένετο κατοικία αὐτῶν εἰς τὰ τείχη τὰ πρῶτα· τινὲς δὲ καὶ εἰς τὸν πύργον ἀνέβησαν. βλέπεις οὖν, φησίν, ὅτι μετάνοια τῶν ἁμαρτιῶν ζωὴν ἔχει, τὸ δὲ μὴ μετανοῆσαι θάνατον. But you see that many of them have indeed repented from the time when you spoke to them my commandments; yes, and (others) still will repent. And as many as shall not repent, have lost their life; but as many of them as repented, became good; and their dwelling was placed within the first walls, and some of them even ascended into the tower. You see then," [says he,] "that repentance from sins brings life, but not to repent brings death.

Parable 8 Chapter 7

1 Ὅσοι δὲ ἡμιξήρους ἐπέδωκαν καὶ ἐν αὐταῖς σχισμὰς εἶχον, ἄκουε καὶ περὶ αὐτῶν. ὅσων ἦσαν αἱ ῥάβδοι ἡμίξηροι, δίψυχοί εἰσιν· οὔτε γὰρ ζῶσιν οὔτε τεθνήκασιν. "But as many as gave up (the rods) half-withered, and with cracks in them, hear also concerning these. Those whose rods were half-withered throughout are the double-minded; for they neither live nor are dead.
2 οἱ δὲ ἡμιξήρους ἔχοντες καὶ ἐν αὐταῖς σχισμάς, οὗτοι καὶ δίψυχοι καὶ κατάλαλοί εἰσι καὶ μηδέποτε εἰρηνεύοντες εἰς ἑαυτούς, ἀλλὰ διχοστατοῦντες πάντοτε. ἀλλὰ καὶ τούτοις, φησίν, ἐπίκειται μετάνοια. βλέπεις, φησί, τινὰς ἐξ αὐτῶν μετανενοηκότας. καὶ ἔτι, φησίν, ἐστὶν ἐν αὐτοῖς ἐλπὶς μετανοίας But those that have them half-withered and cracks in them, these are both double-minded and slanderers, and are never at peace among themselves but always causing dissensions. Yet even to these," [says he,] "repentance is given. You see," [says he,] "that some of them have repented; and there is still," says he, "hope of repentance among them.
3 καὶ ὅσοι, φησίν, ἐξ αὐτῶν μετανενοήκασι, τὴν κατοικίαν εἰς τὸν πύργον ἕξουσιν· ὅσοι δὲ ἐξ αὐτῶν βραδύτερον μετανενοήκασιν, εἰς τὰ τείχη κατοικήσουσιν ὅσοι δὲ οὐ μετανοοῦσιν ἀλλ᾿ ἐμμένουσι ταῖς πράξεσιν αὐτῶν, θανάτῳ ἀποθανοῦνται. And as many of them," says he, "as have repented, have their abode within the tower; but as many of them as have repented tardily shall abide within the walls; and as many as repent not, but continue in their doings, shall die the death.
4 οἱ δὲ χλωρὰς ἐπιδεδωκότες τὰς ῥάβδους αὐτῶν καὶ σχισμὰς ἐχούσας, πάντοτε οὗτοι πιστοὶ καὶ ἀγαθοὶ ἐγένοντο, ἔχοντες δὲ ζῆλόν τινα ἐν ἀλλήλοις περὶ πρωτείων καὶ περὶ δόξης τινός· ἀλλὰ πάντες οὗτοι μωροί εἰσιν, ἐν ἀλλήλοις ἔχοντες ζῆλον περὶ πρωτείων. But they who have given up their rods green and with cracks, these were found faithful and good at all times, [but] they have a certain emulation one with another about first places and about glory of some kind or other; but all these are foolish in having (emulation) one with another about first places.
5 ἀλλὰ καὶ οὗτοι ἀκούσαντες τῶν ἐντολῶν μου, ἀγαθοὶ ὄντες, ἐκαθάρισαν ἑαυτοὺς καὶ μετενόησαν ταχύ. ἐγένετο οὖν κατοίκησις αὐτῶν εἰς τὸν πύργον· ἐὰν δέ τις πάλιν ἐπιστρέψῃ εἰς τὴν διχοστασίαν, ἐκβληθήσεται ἀπό τοῦ πύργου καὶ ἀπολέσει τὴν ζωὴν αὐτοῦ. Yet these also, when they heard my commandments, being good, purified themselves and repented quickly. They have their habitation, therefore, within the tower. But if any one shall again turn to dissension, he shall be cast out from the tower and shall lose his life.
6  ζωὴ πάντων ἐστὶ τῶν τὰς ἐντολὰς τοῦ κυρίου φυλασσόντων· ἐν ταῖς ἐντολαῖς δὲ περὶ πρωτείων περὶ δόξης τινος οὐκ ἔστιν ἀλλὰ περὶ μακροθυμίας καὶ περὶ ταπεινοφρονήσεως ἀνδρός. ἐν τοῖς τοιούτοις οὖν ζωὴ τοῦ κυρίου ἐν τοῖς διχοστάταις δὲ καὶ παρανόμοις θάνατος. Life is for all those that keep the commandments of the Lord. But in the commandments there is nothing about first places, or about glory of any kind, but about long-suffering and humility in man. In such men, therefore, is the life of the Lord, but in factious and lawless men is death.

Parable 8 Chapter 8

1 Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους ἥμισυ μὲν χλωράς, ἥμισυ δὲ ξηράς, οὗτοί εἰσιν οἱ ἐν ταῖς πραγματείαις ἐμπεφυρμένοι καὶ μὴ κολλώμενοι τοῖς ἁγίοις· διὰ τοῦτο τὸ ἥμισυ αὐτῶν ζῇ, τὸ δὲ ἥμισυ νεκρόν ἐστι. "But they who gave up their rods half green and half withered, these are they who are mixed up in business and cling not to the saints. Therefore the one half of them lives, but the other half is dead.
2 πολλοὶ οὖν ἀκούσαντές μου τῶν ἐντολῶν μετενόησαν. ὅσοι γοῦν μετενόησαν, κατοικία αὐτῶν εἰς τὸν πύργον τινὲς δὲ αὐτῶν εἰς τέλος ἀπέστησαν. οὗτοι οὖν μετάνοιαν οὐκ ἔχουσιν· διὰ γὰρ τὰς πραγματείας αὐτῶν ἐβλασφήμησαν τὸν κύριον καὶ ἀπηρνήσαντο. ἀπώλεσαν οὖν τὴν ζωὴν αὐτῶν διὰ τὴν πονηρίαν, ἣν ἔπραξαν. Many then when they heard my commandments repented. As many then as repented, have their abode within the tower. But some of them altogether stood aloof These then have no repentance; for by reason of their business affairs they blasphemed the Lord and denied Him. So they lost their life for the wickedness that they committed.
3 πολλοὶ δὲ ἐξ αὐτῶν ἐδιψύχησαν. οὗτοι ἔτι ἔχουσι μετάνοιαν, ἐὰν ταχὺ μετανοήσωσι, καὶ ἔσται αὐτῶν κατοικία εἰς τὸν πύργον· ἐὰν δὲ βραδύτερον μετανοήσωσι, κατοικήσουσιν εἰς τὰ τείχη· ἐὰν δὲ μὴ μετανοήσωσι, καὶ αὐτοὶ ἀπώλεσαν τὴν ζωὴν αὐτῶν. But many of them were doubtful-minded. These still have place for repentance, if they repent quickly, and their dwelling shall be within the tower; and if they repent tardily, they shall dwell within the walls; but if they repent not, they too have lost their life.
4 οἱ δὲ τὰ δύο μέρη χλωρά, τὸ δὲ τρίτον ξηρὸν ἐπιδεδωκότες, οὗτοί εἰσιν οἱ ἀρνησάμενοι ποικίλαις ἀρνήσεσι. But they who have given up two parts green and the third part withered, these are they who have denied with manifold denials.
5 πολλοὶ οὖν μετενόησαν ἐξ αὐτῶν, καὶ ἀπῆλθον εἰς τὸν πύργον κατοικεῖν πολλοὶ δὲ ἀπέστησαν εἰς τέλος τοῦ θεοῦ· οὗτοι τὴν ζωὴν εἰς τέλος ἀπώλεσαν. τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν καὶ ἐδιχοστάτησαν. τούτοις οὖν ἐστὶ μετάνοια, ἐὰν ταχὺ μετανοήσωσι καὶ μὴ ἐπιμείνωσι ταῖς ἡδοναῖς αὐτῶν· ἐὰν δὲ ἐπιμείνωσι ταῖς πράξεσιν αὐτῶν, καὶ οὗτοι θάνατον ἑαυτοῖς κατεργάζονται. Many of them therefore repented and departed to dwell inside the tower; but many utterly rebelled from God; these lost their life finally. And some of them were double-minded and caused dissensions. For these then there is repentance, if they repent speedily and continue not in their pleasures; but if they continue in their doings, they likewise procure for themselves death.

Parable 8 Chapter 9

1 Οἱ δὲ ἐπιδεδωκότες τὰς ῥάβδους τὰ μὲν δύο μέρη ξηρά, τὸ δὲ τρίτον χλωρόν, οὗτοί εἰσι πιστοὶ μὲν γεγονότες, πλουτήσαντες δὲ καὶ γενόμενοι ἔνδοξοι παρὰ τοῖς ἔθνεσιν· ὑπερηφανίαν μεγάλην ἐνεδύσαντο καὶ ὑψηλόφρονες ἐγένοντο καὶ κατέλιπον τὴν ἀλήθειαν καὶ οὐκ ἐκολλήθησαν τοῖς δικαίοις, ἀλλὰ μετὰ τῶν ἐθνῶν συνέζησαν, καὶ αὕτη ὁδὸς αὐτοῖς ἡδυτέρα ἐγένετο· ἀπὸ δὲ τοῦ θεοῦ οὐκ ἀπέστησαν, ἀλλ᾿ ἐνέμειναν τῇ πίστει, μὴ ἐργαζόμενοι τὰ ἔργα τῆς πίστεως. "But they who have given up their rods two thirds withered and one third green, these are men who have been believers, but grew rich and became renowned among the Gentiles. They clothed themselves with great pride and became high-minded, and abandoned the truth and did not cling to the righteous, but lived together after the manner of the Gentiles, and this path appeared the more pleasant unto them; yet they departed not from God, but continued in the faith, though they wrought not the works of the faith.
2 πολλοὶ οὖν ἐξ αὐτῶν μετενόησαν, καὶ ἐγένετο κατοίκησις αὐτῶν ἐν τῷ πύργῳ. Many of them therefore repented, and they had their habitation within the tower.
3 ἕτεροι δὲ εἰς τέλος μετὰ τῶν ἐθνῶν συζῶντες καὶ φθειρόμενοι ταῖς κενοδοξίαις τῶν ἐθνῶν ἀπέστησαν ἀπὸ τοῦ θεοῦ καὶ ἔπραξαν τὰς πράξεις τῶν ἐθνῶν. οὗτοι μετὰ τῶν ἐθνῶν ἐλογίσθησαν. But others at the last living with the Gentiles, and being corrupted by the vain opinions of the Gentiles, departed from God, and worked the works of the Gentiles. These therefore were numbered with the Gentiles.
4 ἕτεροι δὲ ἐξ αὐτῶν ἐδιψύχησαν μὴ ἐλπίζοντες σωθῆναι διὰ τὰς πράξεις, ἃς ἔπραξαν· ἕτεροι δὲ ἐδιψύχησαν καὶ σχίσματα ἐν ἑαυτοῖς ἐποίησαν, τούτοις οὖν τοῖς διψυχήσασι διὰ τὰς πράξεις αὐτῶν μετάνοια ἔτι ἐστίν ἀλλ᾿ μετάνοια αὐτῶν ταχινὴ ὀφείλει εἶναι, ἵνα κατοικία αὐτῶν γένηται εἰς τὸν πύργον τῶν δὲ μὴ μετανοούντων, ἀλλ᾿ ἐπιμενόντων ταῖς ἡδοναῖς, θάνατος ἐγγύς. But others of them were doubtful-minded, not hoping to be saved by reason of the deeds that they had done; and others were double-minded and made divisions among themselves. For these then that were double-minded by reason of their doings there is still repentance; but their repentance ought to be speedy, that their dwelling may be within the tower; but for those who repent not, but continue in their pleasures, death is nigh.

Parable 8 Chapter 10

1 Οἱ δὲ τὰς ῥάβδους ἐπιδεδωκότες χλωράς, αὐτὰ δὲ τὰ ἄκρα ξηρὰ καὶ σχισμὰς ἔχοντα, οὗτοι πάντοτε ἀγαθοὶ καὶ πιστοὶ καὶ ἔνδοξοι παρὰ τῷ θεῷ ἐγένοντο, ἐλάχιστον δὲ ἐξήμαρτον διὰ μικρὰς ἐπιθυμίας καὶ μικρὰ κατ᾿ ἀλλήλων ἔχοντες· ἀλλ᾿ ἀκούσαντές μου τῶν ῥημάτων τὸ πλεῖστον μέρος ταχὺ μετενόησαν, καὶ ἐγένετο κατοικία αὐτῶν εἰς τὸν πύργον. "But they who gave up their rods green, yet with the extreme ends withered and with cracks; these were found at all times good and faithful and glorious in the sight of God, but they sinned to a very slight degree by reason of little desires and because they had somewhat against one another. But, when they heard my words, the greater part quickly repented, and their dwelling was assigned within the tower.
2 τινὲς δὲ ἐξ αὐτῶν ἐδιψύχησαν, τινὲς δὲ διψυχήσαντες διχοστασίαν μείζονα ἐποίησαν. ἐν τούτοις οὖν ἔνεστι μετανοίας ἐλπίς, ὅτι ἀγαθοὶ πάντοτε ἐγένοντο· δυσκόλως δέ τις αὐτῶν ἀποθανεῖται. But some of them were double-minded, and some being double-minded made a greater dissension. In these then there is still a hope of repentance, because they were found always good; and hardly shall one of them die.
3 οἱ δὲ τὰς ῥάβδους αὐτῶν ξηρὰς ἐπιδεδωκότες, ἐλάχιστον δὲ χλωρὸν ἐχούσας, οὗτοί εἰσιν οἱ πιστεύσαντες μόνον, τὰ δὲ ἔργα τῆς ἀνομίας ἐργασάμενοι· οὐδέποτε δὲ ἀπὸ τοῦ θεοῦ ἀπέστησαν καὶ τὸ ὄνομα ἡδέως ἐβάστασαν καὶ εἰς τοὺς οἴκους αὐτῶν ἡδέως ὑπεδέξαντο τοὺς δούλους τοῦ θεοῦ. ἀκούσαντες οὖν ταύτην τὴν μετάνοιαν ἀδιστάκτως μετενόησαν, καὶ ἐργάζονται πᾶσαν ἀρετὴν καὶ δικαιοσύνην. But they who gave up their rods withered, yet with a very small part green, these are they who believed, but practiced the works of lawlessness. Still they never separated from God, but bore the Name gladly, and gladly received into their houses the servants of God. So hearing of this repentance they repented without wavering, and they practice all excellence and righteousness.
4 τινὲς δὲ ἐξ αὐτῶν καὶ φοβοῦνται, γινώσκοντες τὰς πράξεις αὐτῶν, ἃς ἔπραξαν. τούτων οὖν πάντων κατοικία εἰς τὸν πύργον ἔσται. And some of them even suffer persecution willingly, knowing the deeds that they did. All these then shall have their dwelling within the tower."

Parable 8 Chapter 11

1 Καὶ μετὰ τὸ συντελέσαι αὐτὸν τὰς ἐπιλύσεις πασῶν τῶν ῥάβδων λέγει μοι· Ὕπαγε καὶ πᾶσιν λέγε, ἵνα μετανοήσωσιν, καὶ ζήσωσι τῷ θεῷ· ὅτι κύριος ἔπεμψέ με σπλαγχνισθεὶς πᾶσι δοῦναι τὴν μετάνοιαν, καίπερ τινῶν μὴ ὄντων ἀξίων διὰ τὰ ἔργα αὐτῶν· ἀλλὰ μακρόθυμος ὢν κύριος θέλει τὴν κλῆσιν τὴν γενομένην διὰ τοῦ υἱοῦ αὐτοῦ σώζεσθαι. And after he had completed the interpretations of all the rods, he says unto me; "Go, and tell all men to repent, and they shall live unto God; for the Lord in His compassion sent me to give repentance to all, though some of them do not deserve it for their deeds; but being long-suffering the Lord wills them who were called through His Son to be saved."
2 λέγω αὐτῷ· Κύριε, ἐλπίζω, ὅτι πάντες ἀκούσαντες αὐτὰ μετανοήσουσι· πείθομαι γάρ, ὅτι εἷς ἕκαστος τὰ ἴδια ἔργα ἐπιγνοὺς καὶ φοβηθεὶς τὸν θεὸν μετανοήσει. I say to him; "Sir, I hope that all when they hear these words will repent; for I am persuaded that each one, when he fully knows his own deeds and fears God, will repent."
3 ἀποκριθείς μοι λέγει· Ὅσοι, φησίν, ἐξ ὅλης καρδίας αὐτῶν μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ τῶν πονηριῶν αὐτῶν τῶν προειρημένων καὶ μηκέτι μηδὲν προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν, λήψονται ἴασιν παρὰ τοῦ κυρίου τῶν προτέρων ἁμαρτιῶν, ἐὰν μὴ διψυχήσωσιν ἐπὶ ταῖς ἐντολαῖς ταύταις, καὶ ζήσονται τῷ θεῷ. ὅσοι δέ, φησίν, προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν καὶ πορευθῶσιν ἐν ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου, θανάτῳ ἑαυτοὺς κατακρινοῦσιν. He answered and said unto me; "As many," [says he,] "as [shall repent] from their whole heart [and] shall cleanse themselves from all the evil deeds aforementioned, and shall add nothing further to their sins, shall receive healing from the Lord for their former sins, unless they be double-minded concerning these commandments, and they shall live unto God. [But as many," says he, "as shall add to their sins and walk in the lusts of this world, shall condemn themselves to death.]
4 σὺ δὲ πορεύου ἐν ταῖς ἐντολαῖς μου, καὶ ζήσῃ τῷ θεῷ· καὶ ὅσοι ἄν πορευθῶσιν ἐν αὐταῖς καὶ ἐργάσωνται ὀρθῶς, ζήσονται τῷ θεῷ. But do you walk in my commandments, and live [unto God; yes, and as many as shall walk in them and shall do rightly, shall live unto God."]
5 ταῦτά μοι δείξας καὶ λαλήσας πάντα λέγει μοι· Τὰ δὲ λοιπὰ ἐπιδείξω μετ᾿ ὀλίγας ἡμέρας. Having shown me all these things [and told me them] he says to me; "Now the rest will I declare (unto you) after a few days."

[1] Alt. text: Ὅσοι, φησίν, ἀντεπάλαισαν τῷ διαβόλῳ καὶ ἐνίκησαν αὐτόν, ἐστεφανωμένοι εἰσίν (As many as those, he affirms, who fought back against the devil and defeated him, are crowned)·